Παρασκευή, 12 Ιουνίου 2015

Παρακλητικός Κανών εἰς τόν ΤΙΜΙΟΝ ΠΡΟΔΡΟΜΟΝ, ἁγ. Μαξίμου τοῦ Γραικοῦ

Προλεγόμενα

Πρωτ.  Δημ. Ἀθανασίου
Στό ὑμνογραφικό ἔργο τοῦ ἁγ. Μαξίμου τοῦ Γριακοῦ, συμπεριλαμβάνεται καί ὁ Παρακλητικός Κανόνας στόν Τίμιο Πρόδρομο καί Βαπτιστή Ἰωάννη. Ὁ ἅγ. Μάξιμος συνέθεσε τόν Κανόνα αὐτό κατά τήν μοναχική του ἄσκηση στήν Ἱερά Μονή Βατοπεδίου (1506 – 1516)  καί ἀπό τότε ψάλλεται ἀνελιπῶς.
 Ὁ Κανόνας ἐκδόθηκε «τό πρῶτον» ἀπό τόν Ἐπίσκοπο Ἀργυρουπόλεως Σεραφείμ τό 1863, χωρίς νά ἀναφέρεται τό ὄνομα τοῦ ποιητοῦ του. Ἔτσι φαινόταν ὅτι τόν Κανόνα συνέθεσε ὁ Ἐπίσκοπος αὐτός. Στήν πραγματικότητα ὁ ἀνωτέρω Ἐπίσκοπος ἐπέφερε τέτοιες τροποποιήσεις στόν Κανόνα, ὥστε νά εἶναι ἐμφανέστατη ἡ ἀλοίωσή του.
 Τό ἔτος 1825 ὁ Ἱερεύς Γεώργιος Ἀ. Βουτέρης, ἐξέδωσε τόν Κανόνα στήν Ἀθήνα μέ τόν τίτλο, «Παράκλησις καί κδ’Οἴκοι εἰς τόν θεῖον Βαπτιστήν καί Πρόδρομον Ἰωάννην», μέ τήν ἔνδειξη «συνετάχθη ὑπό τινος εὐσεβούς καί ἐδιωρθώθη ὑπό τοῦ Ἐπισκόπου Ἀργυρουπόλεως Σεραφείμ».
Τό 1938 ὁ Στυλιανός Ρηγόπουλος ἐπανεξέδωσε τόν παραπάνω Κανόνα στό βιβλίο «Θησαυρός Ἁγίων».
Τό 1989 τό Ἱερό Ἡσυχαστήριο Τιμίου Προδρόμου Ἀκριτοχωρίου Σιδηροκάστρου, προέβη στήν ἐπανέκδοση  τοῦ κειμένου τοῦ Στυλ. Ρηγοπούλου μέ τίτλο, «Χαιρετισμοί καί Παρακλητικός Κανόνας εἰς τόν Πρόδρομον τοῦ Χριστοῦ  καί Βαπτιστήν Ἰωάννην».
Ὁ Δικηγόρος καί ἱστορικός ἐρευνητής Κων. Τσιλιγιάννης, βασιζόμενος στόν κώδικα 1016 τῆς Ἱ. Μ. Μ. Βατοπαιδίου, δημοσίευσε ἀποκατεστημένο τόν Κανόνα τό 1991, στό Περιοδικό «Γρηγόριος Παλαμὰς» τῆς Ἱερᾶς Μητροπόλεως Θεσσαλονίκης (τεύχος 737, σελ. 265 - 298).
Στό ΠΡΟΔΡΟΜΑΡΙΟ πού ἐξέδωσε ἡ Καλύβη τοῦ Τιμίου Προδρόμου τῆς Ἱερᾶς Σκήτης ἁγ. Ἄννας Ἁγίου Ὄρους, σημειώνονται τά ἑξῆς σχετικά μέ τόν Κανόνα πού ἐξέδωσε ὁ Κων. Τσιλιγιάννης (σελ. 22):
«Ἀποτελεῖ τήν μέχρι τοῦδε ὀρθοτέραν καί πληρεστέραν ἔκδοσιν τοῦ Κανόνος, πλήν ὅμως φιλοξενεῖ καί μερικά ἀβλεπτήματα, ἀφενός μέν λόγῳ ἡμαρτημένης ἀναγνώσεως τοῦ εἰς ἀρίστην κατάστασιν Βατοπαιδινοῦ χειρογράφου ὑπ΄ἀριθμ.1016 τοῦ 18ου αἰ., ἀφ΄ἑτέρου δε λόγῳ περιορισμοῦ τῆς ἐκδόσεως ἀποκλειστικῶς καί μόνον στό χειρόγραφον  τοῦτο, τό ὁποῖον ἐξέλαβεν ὡς τό ἀρχαιότερον ἐκ τῶν περιεχόντων τόν ἐν λόγῳ Παρακλητικό Κανόνα.
Εἰς τήν  παρούσαν ἔκδοσιν εἴχαμε ὑπ΄ὄψιν τούς Ἁγιορειτικούς Κώδικες:
Α. Διονυσίου 735 (17ου αἰ.).
Β. Ζωγράφου 346.20 (17ου αἰ).
Γ. Σκήτης Ἁγίας Άννης 132 (17ου αἰ.)  καί 252 (18ου αἰ.).
Δ. Μεγίστης Λαύρας 2032-65 (18ου αἰ.).
Ε. Βατοπαιδίου 1016 (18ου αἰ.).
Καί τήν ἔκδοση τοῦ Κ. Τσιλιγιάννη».

Σημείωσις ἡμετέρα:
Ὁ Κανόνας στήν σημερινή του μορφή, ἔχει δεχθεῖ ἐλάχιστες ἐπεμβάσεις τονικοῦ ἐνδιαφέροντος (γι’ αὐτό καί προστέθηκε ἡ στήξη κατά τούς Καθηγητή Ἰω. Φουντούλη καί Πρωτ. Κων. Παπαγιάννη), μέ πολύ σεβασμό πρός τόν ἅγιο ποιητή του (λόγῳ τῆς ἐμπειρίας μας τῆς ἀνασυνθέσεως τοῦ Κανόνος πρός τό Ἅγιο Πνεῦμα), καθώς καί στούς προγενεστέρως ἐπ’ αὐτοῦ κοπιάσαντες.
Καθηγητής Ἀντ. Μάρκου

  ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΠΡΟΔΡΟΜΟΝ

Ποίημα ἁγ. Μαξίμου τοῦ Γραικοῦ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ’ (142) Ψαλμός. Εἶτα τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα Τροπάριον. Ἦχος δ᾿. Ὁ ὑψωθείς.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν*, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν* ἐν μετάνοιᾳ,* κράζοντες ἐκ βάθους ψυχῇς·* Δέσποινα βοήθησον,* ἐφ’ ἡμῖν  σπλαγχνισθεῖσα,* σπεῦσον ἀπολλύμεθα* ὑπὸ πλήθους πταισμάτων·* μὴ ἀποστρέψεις Σοὺς δούλους κενούς,* Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα.
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ* καὶ Ἀποστόλων ἡ κρηπὶς Ἰωάννη,* θεομιμήτως πάριδε Πανάγιε,* ἅπαντα τὰ πταίσματα,* τῆς ἀθλίας ψυχῆς μου·* ῥῦσαι δέ ἐκ παντοίων με* καὶ ποικίλων κινδύνων*, καὶ τὸν κοινὸν ἰλέωσαι Θεόν,* ἷνα ἐν κρίσει παράσχει μοὶ ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι·* εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* οὐκ ἀποστῶμεν Δέσποινα  ἐκ Σοῦ,* Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.

Εἶτα ὁ Κανών. Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δεινῶν με χειμάζουσι λογισμοί,* πρὸς σὲ καταφεύγω,* σωτηρίαν ἐπιζητών,* Προφῆτα καὶ Πρόδρομε Κυρίου,* ἐκ πάσης νόσου καὶ βλάβης με λύτρωσαι.

Πρόδρομε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παθῶν με ταράττουσι προσβολαί,* πολλῆς ἀθυμίας* ἐμπιπλῶσαι μου τὴν ψυχήν,* εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις,* ταῖς πρὸς Θεόν σου, Προφῆτα καὶ σῶσον με.

Δόξα.
Τὸν γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ,* Ποιητὴν ἁπάντων,* ἀοράτων καὶ ὁρατῶν,* ὡς Αὐτὸν βαπτίσας ἐκδυσώπει,* ἐκ πάσης νόσου καὶ βλάβης ῥυσθήναι με.

Καὶ νῦν. Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,* ἐπισκοπῇς θείας* καὶ προνοίας τῆς παρά Σοῦ,* ἀξίωσον μόνη Θεομῆτορ,* ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.

Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προστασίαν καὶ σκέπην,* τὴν σὴν ἀεὶ δίδου μοι,* ἐπικαλουμένῳ Προφῆτα,* σὺ μὲ κυβέρνησον,* ταῖς ἱκεσίαις σου,* πρός ἀσφαλή τε λιμένα* καὶ δεσμῶν με λύτρωσαι* τοῦ πολεμήτορος.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετεύω, Προφῆτα,* τὸν ψυχικὸν τάραχον,* καὶ τάς προσβολάς  δεινῶν νόσων* ἐπερχομένων μοι πάντοτε,* ἐξ ἐμοῦ δίωξον* μακράν ἐν τάχυ καί σῶσον* Πρόδρομε παμφίλτατε,  ταῖς ἱκεσίαις σου.

Δόξα.
Χαλεπαῖς ἁμαρτίαις* καὶ νοσεροῖς πάθεσι,* περικλυζομένῳ, Προφῆτα,* σὺ μοί βοήθησον,* ὑπὸ τὴν σκέπην σου,* ὁλοτελῶς προσφυγόντι* καὶ θερμῶς κραυγάζοντι,* σῶσον με Πρόδρομε.

Καὶ νῦν. Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα,* τὸν τῶν καλῶν αἴτιον,* τῆς εὐεργεσίας τὸν πλοῦτον,* πᾶσιν ἀνάβλυσον,* πάντα γὰρ δύνασαι,* ὡς Δυνατὸν ἐν ἰσχύι,* τὸν Χριστὸν κυήσασα,* Θεομακάριστε.

Διάσωσον* ἐκ πάσης νόσου Πρόδρομε τοῦ Σωτῆρος,* τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας,* καὶ λύτρωσαι αἰωνίων βασάνων.
Ἐπίβλεψον* ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ,* Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν,* Προφῆτα καὶ Πρόδρομε·* πάντες οὖν συνελθόντες,* ἐν τῇ ταύτης εὑρέσει,* ἄσμασι θεηγόροις,* τὸν Σωτῆρα ὑμνοῦμεν,* τὸν σῴζοντα ἡμᾶς, ἐκ φθορᾶς,* ταῖς ἱκεσίαις σου.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν μου τὸν τάραχον,* ὁ τὸν Εἰρηνάρχην βαπτίσας Κύριον,* ταῖς πρεσβείαις σου κατεύνασον,* καὶ εἰς γῆν πραέων με ἐνόρμισον.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐσπλαχνίας τὸ πέλαγος,* ὁ ἀνυποστόλως κηρύξας ἅπασι,* καθικέτευε σοῦ δέομαι,* τῶν βασάνων ὅπως λυτρωθείημεν.

Δόξα.
Ἀπολαύοντες, Πρόδρομε,* τῶν σῶν δωρημάτων σοὶ χαριστήριον,* ἀναμέλπομεν ἐφύμνιον,* οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.

Καὶ νῦν. Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα,* καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,* κεκτημένοι Σέ, Πανύμνητε,* δυσχέρειας πάσης ἐκλυτρούμεθα.

Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πλήρωσον ἡμῶν,* τάς αἰτήσεις τῶν τιμώντων σε,* ὁ τοῦ ἀδύτου τὴν ὑφήλιον, φωτὸς* πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσον ἡμᾶς,* ἐκ κινδύνων Βαπτιστά τοῦ Χριστοῦ,* ὁ αἰωνίαν κηρύξας λύτρωσιν* καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα.
Λῦσον τῶν δεινῶν* νοσημάτων τὴν ἀσθένειαν,* τῶν πρεσβειῶν τῶν σῶν τῇ θερμότητι,* ὁ τὸν Σωτῆρα βαπτίσαι φανείς ἐπάξιος.

Καὶ νῦν. Θεοτοκίον.
Ἳασαι Ἁγνή,* τῶν παθῶν μου τὴν ἀσθένειαν,* ἐπισκοπῇς Σου ἀξιώσασα* καὶ τὴν ὑγείαν ταῖς πρεσβείαις Σου παράσχου μοι.

Ὠδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Πρόδρομε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θανάτου* καὶ τῆς φθορᾶς ἐξάρπασον,* ἀφθαρσίαν μοὶ διδοὺς ἀπολαύειν,* ἐκ πειρασμῶν καὶ κίνδυνων παντοίων* καὶ ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων με,* δεήσεσι σαῖς Βαπτιστά,* τῷ Κυρίῳ καὶ σῶσον με δέομαι.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προστάτην σε* τῆς ζωῆς ἐπίσταμαι* καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν,* τῶν πειρασμῶν διαλύοντα νέφος* καὶ πᾶσαν νόσον καὶ βλάβην ἐλαύνοντα* καὶ δέομαι ὁ δυσμενής,* ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθήναι με.

Δόξα.
Ἐν λάκκῳ *ἁμαρτιῶν ἐμπέπτωκα* καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω,* ἀλλά Θεόν τὸν ἐκ λάκκου λεόντων,* Δανιήλ πάλαι Προφήτην ῥυσάμενον,* λιτάνευε ἵν’ ἐξ αὐτοῦ,* ἀναγάγη με, Τίμιε Πρόδρομε.

Καὶ νῦν. Θεοτοκίον.
Ὡς τεῖχος* καταφυγῆς κεκτήμεθα* καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν* καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,* καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα,* ὦ Δέσποινα καὶ νῦν ἡμᾶς,* τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Διάσωσον* ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος,* τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας* καὶ λύτρωσαι αἰωνίων βασάνων.
Ἄχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ καὶ Πρόδρομέ τῆς χάριτος,*τὴν Κάραν τὴν σήν,* ὡς ῥόδον ἱερώτατον,* ἐκ τῆς γῆς εὑράμενοι,* τάς ἰάσεις πάντοτε λαμβάνομεν·* καὶ γὰρ πάλιν ὡς πρότερον,* ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Προκείμενον. Ἦχος δ’. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (29 - 34).
Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περὶ οὖ ἐγὼ εἶπον. Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ᾖν, καγώ οὐκ ἤδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῆ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοὶ εἶπεν. Ἐφ’ ὅν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγώ ἐώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὖτος ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Δόξα. Ταῖς τοῦ Σοῦ Προδρόμου* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β’. Ὅλην ἀποθεμένοι. Στίχος. Ἐλέησον με ὁ Θεός…
Προφῆτα καὶ Πρόδρομε,* ψυχῆς ἐμῆς θυμηδία,* δέξαι, Πανακήρατε,* τὴν προσφερομένην σοι ἱκεσίαν μου·* θλῖψις γὰρ ἔχει με* καὶ δεινὰ παντοία,* Ἰωάννη μεγαλώνυμε,* σῶσον τὸν δοῦλον σου* καὶ ἐκ χειρός τοῦ δράκοντας με ἐξάρπασον* καὶ τούτου τῶν παγίδων νῦν,* ὡς εὐσυμπαθής ἐλευθέρωσον,* πρεσβείαν προσάγων,* καθὸ κοινὸς μεσίτης πρὸς Θεόν* καὶ πάσης νόσου ἐκλύτρωσαι* τὸν αὐτοκατάκριτον.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς Ἀδὰμ ἁμαρτίας* τὸ χειρόγραφον, Λόγον τὸν διαρρήξαντα,* ἐν ῥείθροις Ἰορδάνου* κραυγάζων ὑπεδέξω,* Ἰωάννη Πανεύφημε·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θελητὴν τοῦ ἐλέους,* τὸν Φιλάνθρωπον, Μάκαρ, ὑπὲρ τῶν δούλων σου,* δυσώπει τῶν πταισμάτων* καὶ νόσων ἰοβόλων,* λυτρωθῆναι τοὺς ψάλλοντας·* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

Δόξα.
Θησαυρὸν σωτηρίας* καὶ γαλήνιον ὅρμον,* καὶ ἐν κινδύνοις ταχύν,* προστάτην τοῖς καλοῦσιν,* εἰδότες σε βοῶμεν,* τὸ κλυδώνιον στόρεσον,* ἀσθενειῶν, Βαπτιστά,* ταῖς ἰκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Σωμάτων μαλακίας* καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,* τῶν πόθῳ προσιόντων* τῇ σκέπῃ Σου τῇ θείᾳ,* θεραπεύειν ἀξίωσον,* ἡ τὸν Σωτῆρα Χριστὸν* ἡμῖν  ἀποτεκοῦσα.

Ὠδὴ η’. Τὸν Βασιλέα.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς βοηθείας* τῆς παρά σοῦ δεομένους,* μὴ παρίδης, Προφῆτα, βοώντας,* καὶ ἐξαιτουμένους* τὴν σὴν ἐπιστασίαν.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν ἰαμάτων* τὸ δαψιλὲς ἐπιχέεις,* τοῖς πιστῶς ὑμνοῦσι σε, Προφῆτα,* καὶ ἀνευφημοῦσι,* Παμμάκαρ Ἰωάννη.

Δόξα.
Τῆς σωτηρίας* τὸν Ἀρχηγὸν ἱκετεύων,* τὸν Χριστόν, Προφῆτα, μὴ ἐλλίπης,* ὅπως ἐκ βασάνων* ῥυσθῶμεν αἰωνίων.

Καὶ νῦν. Θεοτοκίον.
Τῶν πειρασμῶν Σὺ* τάς προσβολάς ἐκδιώκεις,* καὶ παθῶν τάς ἐφόδους, Παρθένε,* ὅθεν Σὲ ὑμνοῦμεν* εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥοήν μου τῶν δακρύων* μὴ ἀποποίησης,* ὁ ἐν ῥοαῖς Ἰορδάνου τὸν πάντων Θεόν,* συγκαταβάντα βαπτίσας,* Ὅν μεγαλύνομεν.

Πρόδρομε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κακώσεως δαιμόνων,* τῆς ἀδιαλείπτως* ἐκπιεζούσης Προφῆτα με λύτρωσαι,* καὶ ἐπηρείας τῆς τούτων* δεῖξον ἀνώτερον.

Δόξα.
Ἰσχὺς καὶ θεραπεία,* τῆς ἐξ ἀκρασίας* καὶ χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ,* κεκακωμένη ψυχή μου,* ἵνα γεραίρω σε.

Καὶ νῦν. Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν,* πλήρωσον, Παρθένε,* ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,* τῆς ἁμαρτίας τὴν λύπην* ἐξαφανίσασα.

Μεγαλυνάρια.
Ἄξιον ἐστὶν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὅντως Θεοτόκον* Σὲ μεγαλύνομεν.

Ἄγονον καὶ ἄκαρπον τὴν ψυχήν,* κέκτημαι, Παμμάκαρ,* φύλλα μόνον ἄνευ καρπῶν,* ἔρημον ἁπάσης* ἀγαθῆς ἐργασίας,* Προφῆτα, ἀρετῶν με* δεῖξον καρπούμενον.

Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Χριστοῦ,* λύχνε φαεσφόρε,* ἱκετεύω σε ἐκτενῶς,* λύχνον ἄναψόν μου* ψυχῆς τῆς ταλαίπωρου,* ἐσκοτισμένην οὖσαν,* σὺ καταλάμπρυνον.

Δέομαι, Προφῆτα καὶ Βαπτιστά,* μὴ μέ ὑπερίδης* τὸν ἀνάξιον πρεσβευτήν,* καταβαπτισθέντα* τοῖς πάθεσι τοῦ βίου* καὶ ἐν βορβόρῳ ὄντα,* σὺ ἐξανάστησον.

Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν,* ὑπὲρ τοῦ λαοῦ σου* καὶ ἡμῶν τῶν ἁμαρτωλῶν,* τῶν καταφευγόντων* τῇ σκέπῃ σου τῇ θείᾳ* καὶ ῥῦσαι πάσης νόσου* καὶ περιστάσεως.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ,* δέξαι παρακλήσεις* ἀναξίων Σῶν ἱκετῶν,* ἵνα μεσιτεύσης* πρὸς τὸν ἐκ Σοῦ τεχθέντα,* ὦ Δέσποινα τοῦ Κόσμου,* γενοῦ μεσίτρια.

Πᾶσαι τῶν Ἀγγέλων…

Τρισάγιον. Εἶτα τό Ἀπολυτίκιον. Ἦχος β’.
Μνήμη δικαίου μετ’ ἐγκωμίων,* σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε·* ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος,* ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι* κατηξιώθης τὸν κηρυττόμενον.* Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας,* χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ,* Θεὸν φανερωθέντα ἐν σαρκί,* τὸν αἴροντα* τὴν ἁμαρτίαν τοῦ κόσμου* καὶ παρέχοντα ἡμῖν  τὸ μέγα ἔλεος.

Ἐν τῇ Ἀπολύσει, προσκυνοῦντες τὴν ἁγίαν τοῦ Βαπτιστοῦ Εἰκόνα, ψάλλομεν τὸ παρὸν Προσόμοιον. Ἦχος β’. Ὃτε ἐκ τοῦ ξύλου Σε νεκρὸν.
Σπεῦσον ἐξελοῦ με πειρασμῶν,* Πρόδρομε Κυρίου Παμμάκαρ,* καθικετεύω σε,* μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντες με,* κατ’ ἐμοῦ πικροὶ δαίμονες,* ζητοῦντες ἀρπᾶσαι,* τὴν ψυχὴν τοῦ δούλου σου,* ὥσπερ στρουθίον οἰκτρόν·* μὴ με καταλίπῃς εἰς τέλος,* γνώτωσαν δὲ μᾶλλον, Προφῆτα,* ὅτι σύ μου πέλεις καταφύγιον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου