Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία ἁγ. Μαξίμου τοῦ Γραικοῦ, μ. Γερασίμου

Ψαλλομένη  τῇ 21η Ἰανουαρίου
 
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
 
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι, τοῦ Παρακλήτου ὤφθης, ἐνδιαίτημα θεῖον, καὶ βίου ἐναρέτου ἔμπνους εἰκών, παναοίδιμε Μάξιμε· τῶν γὰρ Ἁγίων τοῖς ἴχνεσι ἀκλινῶς, ἠκολούθησας θεόσοφε.
Σοφίᾳ Πάτερ ποικίλῃ καλλωπιζόμενος, τῶν Ἀποστόλων ἔσχες, ἐν καρδίᾳ τὸν ζῆλον, καὶ πίστεως τὸν λόγον τὸν ἀκριβῆ, διετράνωσας Μάξιμε, ἔνθεν παντοίοις ὡμίλησας πειρασμοῖς, ὡς Χριστοῦ θεράπων γνήσιος.
Τῆς εὐσεβείας ἐκφάντωρ λαμπρὸς γενόμενος, πλείστας διῆλθες πόλεις, τῆς Ἑλλάδος θεόφρον, πιστῶν τὰς διανοίας στηρίζων σοφέ, ἀληθείας τοῖς δόγμασι, καὶ ὥσπερ ἥλιος ἔλαμψας φαεινός, ἐν Ῥωσσίᾳ Πάτερ Μάξιμε.
ξ Ἄρτης Πάτερ ὡς ἄστρον λαμπρὸν ἀνέτειλας, καὶ ἰσαγγέλῳ βίῳ, ἐν τῷ Ἄθῳ ἐκλάμψας, τῆς χάριτος τὸν λόγον περιφανῶς, ἐν Ἑλλάδι ἐκήρυξας, καὶ ἐν Ῥωσσίᾳ τὸ σκότος τὸ ζοφερόν, τῶν αἱρέσεων διέλυσας.
Δόξα. Ἦχος πλ. α΄.
Τοῦ Εὐαγγελίου τῆς χάριτος, δόκιμος ἐργάτης ὤφθης, ὡς ἀρετῆς δοχεῖον Ὅσιε Μάξιμε. Τὸν τῆς πίστεως γὰρ σπόρον, κεχερσωμέναις καρδίαις καλλιεργεῖς, προθέλυμνα ἐκτέμνων, ὀθνεία παραδόσεων ζιζάνια. Καὶ καλῶς τὸν ἀγῶνα τελέσας μαρτυρικοῖς ἄθλοις ἐσφράγισας, τὴν ζωήν σου ἀοίδιμε. Καὶ νῦν Ἀγγέλοις συνών, καὶ τοῦ θείου κάλλους ἐντρυφῶν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων σε Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες· Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας δόξα σοι.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μύστης θεοειδής, τῆς ἀληθείας ὤφθης, Μάξιμε θεοφόρε, καὶ τῆς Ὀρθοδοξίας, μυσταγωγὸς θεόσοφος.
Στίχος: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
νεγκας καρτερῶς, καὶ διωγμοὺς καὶ θλίψεις, καὶ χαλεπὰς καθείρξεις, ὡς Μάρτυς τοῦ Κυρίου, Μάξιμε πολυθαύμαστε.
Στίχος: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Λάμπεις θείῳ φωτί, ἐν τῇ Ἑλλάδι Πάτερ, καὶ εἶτα ἐν Ῥωσσίᾳ, Μάξιμε καὶ ἐλαύνεις, τὴν λύμην τῶν αἱρέσεων.
Δόξα. Τριαδικόν.
να Σε τὸν Θεόν, τρισὶν ἐν χαρακτῆρσι, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σαφῶς ἐν τῇ Ῥωσσίᾳ, ὁ Μάξιμος ἐκήρυξε.
Καὶ νῦν. Θεοτοκίον.
Τέξασα ἐν σαρκί, τὸν πάντων Βασιλέα, Βασίλισσα Ἀγγέλων, ἐδείχθης Θεοτόκε, καὶ τῶν βροτῶν βοήθεια.
Νῦν ἀπολύεις, Τρισάγιον καί Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
δηγὸς Ὀρθοδόξων θείῳ Πνεύματι γέγονας καὶ τῆς ἐν Ῥωσσίᾳ Ἁγίας Ἐκκλησίας διδάσκαλος, πρὸς γνῶσιν ἀληθείας ὁδηγῶν, πιστοὺς ὡς ἱερὸς ὑφηγητής, διὰ τοῦτο Πάτερ Μάξιμε ἐν ᾠδαῖς, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον, ὅμοιον (Ποίημα Ἀντωνίου Μάρκου).
Τόν  ἀπό  Ἄρτης  φωστῆρα  τῆς  Ῥωσίας  τόν  ἔνδοξον  καί  Βατοπεδίου  τῆς  μάνδρας  περιλάλητον  βλάστημα· τόν  Μάξιμον  τιμήσωμεν  πιστοί, τό  καύχημα  τοῦ  Γένους  τῶν  Γραικῶν·  τόν  δι’ ἀγώνων  τιμήσαντα  τῆς  αὐτοῦ  πατρίδος  τήν  εὐγένειαν. Δόξα  οὖν  βοήσωμεν  Χριστῷ, δόξα  τῷ  ἀναδεί-ξαντι, δόξα  τῷ  δωρησαμένῳ  αὐτόν  ἡμῖν,  θείας  σοφίας  πρόμαχον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Ἄρτης τὸ βλάστημα καὶ τῆς Ἑλλάδος πυρσόν καὶ θεῖον διδάσκαλον τῆς Ἐκκλησίας Χριστοῦ, συμφώνως τιμήσωμεν, Μάξιμον τῆς σοφίας τὸ θεόπνευστον στόμα, σύναθλος τῶν Μαρτύρων, ἐν Ῥωσσίᾳ γὰρ ὤφθη, μεθ’ ὧν καὶ ἱκετεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὅμοιον.
ξ Ἄρτης ἀνέτειλας ὥσπερ ἀστὴρ φαεινός, σοφία κοσμούμενος καὶ ἀρετῶν τῷ φωτί, Πατὴρ ἡμῶν Μάξιμε· ὅθεν τὴν ἐν Ῥωσσίᾳ Ἐκκλησίαν λαμπρύνας, λόγῳ σου ὀρθοδόξῳ καὶ ὀρθότητι βίου, ἐνήθλησας νομίμως καὶ δόξης ἠξίωσαι.
Καὶ νῦν.Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καί Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς σοφίας τὰς χάριτας, τῇ ψυχῇ σου κτησάμενος, βίου καθαρότητι Πάτερ Μάξιμε, τῆς εὐσεβείας διδάσκαλος, σοφὸς ἐχρημάτισας, καὶ ὀθνείων διδαχῶν, καθαιρέτης στεῤῥότατος, διὰ τοῦτό σε, ὡς φωστῆρα καὶ θεῖον ὑποφήτην, τῆς ἁγίας Ἐκκλησίας, ᾀσματικῶς μακαρίζομεν.
ν τῷ Ὄρει τοῦ Ἄθωνος, πολιτείαν ἰσάγγελον, θεοφόρε Μάξιμε διελήλυθας, καὶ λαμπρυνθεὶς θείῳ Πνεύματι, ὡς ἄλλος Ἀπόστολος, τὴν Ἑλλάδα δαδουχεῖς, Ὀρθοδόξοις διδάγμασι, καὶ ἐπύρσευσας, τὴν Ῥωσσίαν τῆς χάριτος τῷ λόγῳ, ἀπαλλάξας πάσης πλάνης, τοὺς τῇ ἀπάτῃ δουλεύοντας.
Διωγμοὺς ἐκαρτέρησας, καὶ χρονίαν ἐγκάθειρξιν, καὶ συκοφαντίας καὶ πᾶσαν κάκωσιν, ὑπὲρ τοῦ θείου κηρύγματος, θεόληπτε Μάξιμε καὶ Μαρτύρων κοινωνός ἀληθῶς ἐχρη-μάτισας καὶ ὁμότροπος, διὰ τοῦτο ὡς θεῖον Ἀθλοφόρον, καὶ ἰσότιμον Ὁσίων, χρεωστικῶς εὐφημοῦμέν σε.
Βασιλεῖ τῷ θεόφρονι, ἀνεδείχθης αἰδέσιμος, ὡς τοῦ θείου Πνεύματος ἐνδιαίτημα, καὶ ὑποφήτης τῆς χάριτος, θεόσοφε Μάξιμε, καὶ ἐκάθηρας παντός, ἀλλοτρίου κηρύγματος, θείῳ λόγῳ σου, τὴν Χριστοῦ Ἐκκλησίαν ἐν Ῥωσσίᾳ, τῇ δοθείσῃ σοι σοφίᾳ, ὡς Ἀποστόλων ὁμότροπος.
Τὸ τῆς Ἄρτης καλλώπισμα, καὶ Ἑλλάδος τὸ καύχημα, καὶ Ῥωσσίας ἔνθεον ὑφηγήτορα, καὶ παιδευτὴν θεοφόρητον, πρὸς βίον ὑπέρτερον, καὶ ἠθῶν διορθωτήν, τὸν θεόληπτον Μάξιμον, μακαρίσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· μὴ ἐλλίπῃς, τὸν Σωτῆρα ἱκετεύειν, ὑπὲρ ἡμῶν Πάτερ Ὅσιε.
Τῇ σοφίᾳ τῇ θύραθεν, σεαυτὸν γυμνασάμενος, οὐρανίου γνώσεως ὤφθης ἔμπλεως, καὶ Ἀποστόλων τὴν ἔλλαμψιν, δεξάμενος Μάξιμε, νήσους πλείστας εὐσεβῶς, καὶ τὴν Ἤπειρον Ὅσιε, κατεφώτισας, καὶ γενόμενος Πάτερ ἐν Ῥωσσίᾳ, ἐξ ὀθνείων διδαγμάτων, πᾶσαν σαφῶς ἐξεκάθηρας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὑπὲρ ἡλίου ἐξέλαμψεν, ἡ τοῦ Ὁσίου Μαξίμου μνήμη, τὴν Ἐκκλησίαν πυρσεύουσα. Τοῦ τρισηλίου γὰρ φωτὸς θησαυρίσας τὰς δόσεις, πρὸς ἀρετῶν ἀκρότητα ἰθύνει, τοὺς βοῶντας πρὸς αὐτόν· χαίροις, ὁ ἀποστολικοῦ ζήλου πλησθείς, καὶ τὸ Εὐαγγέλιον Χριστοῦ ἱερουργήσας, ἐν λόγῳ καὶ ἔργῳ, καὶ παντοδαπεῖ σοφίᾳ· χαίροις Ὀρθοδοξίας ὁ φωστήρ, καὶ τῆς ἐν Ῥωσσίᾳ Ἐκκλησίας, φωταγωγὸς σωτήριος, καὶ παιδευτὴς ἱερός, καὶ νυμφοστόλος ἔνθεος· χαίροις, τῆς Ἄρτης θεῖος βλαστός, τῆς Ἑλλάδος ἐγκαλλώπισμα, καὶ παντὸς Ὀρθοδόξου γέρας. Ἀλλ’ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Ὁσιομάρτυς ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἴσοδος, Φῶς Ἱλαρόν.Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. \
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
Εἰς τὴν Λιτήν.Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῶν Ἀρταίων πόλις, ἀβρυνομένη τοῖς σπαργάνοις, τοῦ εὐκλεοῦς βλαστοῦ σου, Μαξίμου τοῦ παμμάκαρος, σὺν πάσαις ταῖς πόλεσιν, ἃς τῷ φθόγγῳ περιέλαβε. Καὶ σὺ σκίρτα καὶ χόρευε ἡ ἐν Ῥωσσίᾳ Ἐκκλησίᾳ τοῦ Θεοῦ, τοιοῦτον ὁδηγὸν πλουτήσασα, καὶ θεοειδῆ διδάσκαλον, ἀσφαλῶς σε ὁδηγοῦντα, πρὸς σωτηρίας τρίβους. Καὶ ἀμφότεραι κατὰ χρέος, τὴν μνήμην αὐτοῦ ἑορτάζουσαι, τῷ Σωτῆρι βοήσατε· Φιλάνθρωπε Κύριε, ταῖς τοῦ Σοῦ Ὁσίου θεράποντος πρεσβείαις, δίδου ἡμῖν τὰ ἐλέη Σου, καὶ σῶσον τὰ ψυχὰς ἡμῶν.
Ἦχος β΄.
ξ ἀσκητικῶν ἱδρώτων, πρὸς ἀποστολικοὺς ἀπεδύσω ἀγῶνας, ἐν θεολήπτῳ ψυχῇ, καὶ ῥοπῇ τῇ ἄνωθεν, θεηγόρε Πάτερ Μάξιμε. Τῆς ἀληθοῦς γὰρ σοφίας, μύστης γενόμενος, δοκησισόφων φληναφήματα, καὶ αἱρετικῶν γλωσσαλγίας, τῷ σῷ λόγῳ διήλεγξας, καὶ πόῤῥῳ ταῦτα ἀπέῤῥιψας, τοῦ εὐσεβοῦς πληρώματος. Διὸ Χριστὸς ὁ Κύριος, τοὺς σοὺς καμάτους δεξάμενος, περιφανῶς σε ἐδόξασε, καὶ τῆς Αὐτοῦ Βασιλείας, κληρονόμον σε ἀνέδειξεν, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου.
Ἦχος γ΄.
Χάρις θεία δέδοται, τῇ καθαρωτάτῃ ψυχῇ σου, ἀξιομακάριστε Πάτερ Μάξιμε, ἔνθεν τὸ Πνεῦμα τὸ Ἅγιον, διὰ τῶν θείων χειλέων σου, τῆς σωτηρίας τὸν λόγον, καὶ τῆς πίστεως τὴν ἀκρίβειαν, ταῖς ἐν δουλείᾳ τελοῦσι νήσοις, καὶ Μακεδονίᾳ καὶ Ἠπείρῳ ἐκήρυξε. Καὶ Ὀρθοδοξίας τὸ ἀκίβδηλον, τοῖς ἐν Ῥωσσίᾳ πλανηθεῖσιν ἀνήγγειλε, καὶ ἐν πάσῃ σοφίᾳ ἀνέπτυξε, τὸ κεκρυμμένον κάλλος, τῶν ὀρθῶν δογμάτων Ἅγιε. Διὸ ὡς θεῖόν σε ἱεροφάντορα, καὶ Ἀποστόλων μιμητήν, καὶ ἀληθείας μέγαν διδάσκαλον μακαρίζομεν.
Ἦχος δ΄.
Τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, καρποφορῶν τὴν λαμπρότητα, τοὺς ποικίλους πειρασμούς, καὶ θλίψεις, ἀνενδότως ἤνεγκας, θεοφόρε Πάτερ Μάξιμε. Δι’ ὧν ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, ὑπὲρ ἥλιον ἔλαμψας, καὶ τῶν παθῶν τοῦ Σωτῆρος, σύμμορφος γέγονας. Καὶ νῦν τῆς δόξης Αὐτοῦ κατατρυφῶν, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν σοφίᾳ περιφανῆ, καὶ ἐν ἱεροῖς ἀγῶσιν ἀριστεύσαντα, Μάξιμον τὸν φερωνύμως μέγαν, πᾶς ὁ τοῦ Θεοῦ λαός, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γάρ, κατὰ Παῦλον, ὡς αὐτοῦ ζηλωτής, ἐν κόποις καὶ θλίψεσιν ὑπερβαλλόντως, καὶ ἐν φυλακαῖς περισσοτέρως, ὑπὲρ τῆς εὐσεβείας δοκιμαζόμενος, τὴν ζωὴν διῆλθε. Καὶ νῦν μακαρίων ἐπάθλων κατατρυφῶν, καὶ θέσει θεούμενος, αἰτεῖται πᾶσιν ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
κ παντοίων κινδύνων, τος δούλους σου φύλαττε, ελογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τν λπίδα τν ψυχν μν.
 
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Μέγας, ταῖς ἀρεταῖς γεγονώς, καὶ ἐν σοφίᾳ περιβόητος Μάξιμε, ἐξέλαμψας ἐν Ῥωσσίᾳ, ὡς ἑωσφόρος λαμπρός, εὐσεβείας φαίνων τὴν λαμπρότητα, ἐντεῦθεν διέλυσας, τῇ δυνάμει τῶν λόγων σου, δοκησισόφων, τὰ μωρὰ φληναφήματα, καὶ ἐκάθηρας, τὸν ἀγρὸν τὸν τῆς πίστεως, πάσης ἀκάνθης Ὅσιε, καὶ πάσης φαυλότητος, καὶ ἐν αὐτῷ εὐσεβείας, τὸν θεῖον σπόρον κατέσπειρας, καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχος: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ἄρτης ὁ θεῖος βλαστός, Ὄρους τοῦ Ἄθω φοίνιξ ὄντως κατάκαρπος, Ἑλλάδος ἔνθεον γέρας, τῶν ἐν Ῥωσσίᾳ πιστῶν, ὁδηγὸς καὶ λύχνος φαεινότατος, αὐτοὺς γὰρ ἀπήλλαξας, πάσης πλάνης τοῖς λόγοις σου, Ὀρθοδοξίας, διεκφαίνων τὴν ἔλλαμψιν, Πάτερ Μάξιμε, τῇ τοῦ βίου λαμπρότητι, ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον ἐκφάντορα, τῶν οὐρανίων δογμάτων καὶ τῶν θεσμῶν τῶν τῆς πίστεως, Χριστὸν ἀνυμνοῦντες, διὰ σοῦ ἡμῖν διδόντα τὸ θεῖον ἔλεος.
Στίχος: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρων, ἐν τῇ ἀγάπῃ Χριστοῦ, πόνους ποικίλους στεῤῥοτάτως ὑπέμεινας, καὶ θλίψεις Μάξιμε Πάτερ, καὶ ἐγκαθείρξεις πικράς, καὶ στενοχωρίας ὡς ἀσώματος, ἐντεῦθεν δεδόξασαι, ὡς Χριστοῦ Μάρτυς ἄριστος, καὶ Ἀθλοφόρος, καὶ διδάσκαλος ἔνθεος, καὶ ἀπείληφας, ἀφθαρσίας τὸν στέφανον, ὅθεν ὁ θεῖος τάφος σου, πηγάζει ἰάματα, τῇ θεϊκῇ ἐπομβρίᾳ, τοῖς εὐλαβῶς προσπελάζουσι, καὶ σὲ ἀνυμνοῦσιν, ὡς μεσίτην ἡμῶν μέγαν πρὸς τὸν Παντάνακτα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ λόγῳ τῆς χάριτος, τὰς τῶν ψυχῶν γεηπονῶν ἀρούρας, πολὺν καρπὸν Χριστῷ προσήγαγες, παμμακάριστε Μάξιμε. Τὰ τῆς πλάνης γὰρ ζιζάνια, προθέλυμνα ἀνέσπεσας, καὶ τὸν σπόρον τῆς πίστεως, ἐπλήθυνας Ὅσιε. Διὸ ἡ ἐν Ῥωσσίᾳ Ἐκκλησίᾳ, ὁμολογεῖ σοι χάριτας, καὶ ὡς θεῖον νυμφαγωγόν, μακαρίζει βοῶσά σοι· Μὴ διαλίπῃς Πάτερ, ἀκλινεῖς ἡμᾶς φυλάττειν, ἐν τῇ καλῇ ὁμολογίᾳ, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
 
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
δηγὸς Ὀρθοδόξων θείῳ Πνεύματι γέγονας, καὶ τῆς ἐν Ῥωσσίᾳ ἁγίας, Ἐκκλησίας διδάσκαλος, πρὸς γνῶσιν ἀληθείας ὁδηγῶν, πιστοὺς ὡς ἱερὸς ὑφηγητής, διὰ τοῦτο Πάτερ Μάξιμε ἐν ᾠδαῖς, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον, ὅμοιον (Ποίημα Ἀντωνίου Μάρκου).
Τόν  ἀπό  Ἄρτης  φωστῆρα  τῆς  Ῥωσίας  τόν  ἔνδοξον  καί  Βατοπεδίου τῆς μάνδρας περιλάλητον βλάστημα· τόν  Μάξιμον  τιμήσωμεν  πιστοί, τό  καύχημα  τοῦ  Γένους  τῶν  Γραικῶν·  τόν  δι’ ἀγώνων  τιμήσαντα  τῆς  αὐτοῦ  πατρίδος  τήν  εὐγένειαν. Δόξα  οὖν  βοήσωμεν  Χριστῷ, δόξα  τῷ  ἀναδεί-ξαντι, δόξα  τῷ  δωρησαμένῳ  αὐτόν  ἡμῖν,  θείας  σοφίας  πρόμαχον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Ἄρτης τὸ βλάστημα καὶ τῆς Ἑλλάδος πυρσόν, καὶ θεῖον διδάσκαλον τῆς Ἐκκλησίας Χριστοῦ, συμφώνως τιμήσωμεν, Μάξιμον τῆς σοφίας,τὸ θεόπνευστον στόμα, σύναθλος τῶν Μαρτύρων, ἐν Ῥωσσίᾳ γὰρ ὤφθη, μεθ’ ὧν καὶ ἱκετεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὅμοιον.
ξ Ἄρτης ἀνέτειλας ὥσπερ ἀστὴρ φαεινός, σοφία κοσμούμενος καὶ ἀρετῶν τῷ φωτί, Πατὴρ ἡμῶν Μάξιμε· ὅθεν τὴν ἐν Ῥωσσίᾳ,Ἐκκλησίαν λαμπρύνας, λόγῳ σου Ὀρθοδόξῳ, καὶ ὀρθότητι βίου, ἐνήθλησας νομίμως, καὶ δόξης ἠξίωσαι.
Καὶ νῦν.Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωτὶ τῷ θεϊκῷ, ἐλλαμφθεὶς ἐν τῷ Ἄθῳ, ὡς ἄστρον φαεινόν, τοῖς ἐν κόσμῳ ἐπέστης, καὶ πλείστους ἐπεστήριξας, τῇ δουλείᾳ στενάζοντας, Πάτερ Μάξιμε, φιλοσοφίας δοχεῖον, καὶ ὡς ἥλιος, ἐν τῇ Ῥωσσίᾳ ἐκλάμψας, αὐτὴν κατεφώτισας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
κύησας ἡμῖν, μετὰ σώματος Κόρη, τὸν Λόγον τοῦ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον, ἡμᾶς ἀπολυτρούμενον, ἀλογίας τοῦ χείρονος, ὅθεν Δέσποινα, τὸν Σὸν ἀπόῤῥητον Τόκον, μεγαλύνομεν καὶ προσκυνοῦμεν ἐν πίστει, τὴν ἄφραστον δόξαν Σου.
 
Μετὰ τὴν β΄ στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δεσμοῖς προσωμίλησας καὶ φυλακαῖς ζοφεραῖς, ὡς φύλαξ καὶ πρόβολος τῶν Ὀρθοδόξων θεσμῶν, θεόσοφε Μάξιμε, ὅθεν καὶ μαρτυρίου, τὸν ἀγῶνα ἀνύσας, ὤφθης Ὁσιομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος, αἰτούμενος ἡμῖν, φῶς θεῖον καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν Ὃν ἐκύησας ἐκ τῶν αἰμάτων τῶν Σῶν, δι’ἄφατον ἔλεος εἰς σωτηρίαν ἡμῶν, ἀπαύστως ἱκέτευε, ἄχραντε Θεοτόκε, ὡς ἁγνὴ Αὐτοῦ Μήτηρ, ἄφεσιν ἡμῖν δοῦναι, τῶν ἀμέτρων πταισμάτων, καὶ σῶσαι ἡμᾶς ἅπαντας, τοὺς Σὲ μεγαλύνοντας.
 
Μετὰ τὸν Πολυέλεον, κάθισμα.
Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς σοφίας τῇ αἴγλῃ καταυγασθείς, ὡς θεράπων Κυρίου θεοειδής, ἠθῶν καθαρότητος, φυτουργὸς ἐχρημάτισας, καὶ τῆς ὀρθοδοξίας, φωστὴρ ἐνθεώτατος, ἐν χώρᾳ τῆς Ῥωσσίας, δυνάμει τοῦ Πνεύματος, ὅθεν καὶ ποικίλους,πειρασμοὺς ὑπομείνας, Μαρτύρων ὁμότροπος, ἀληθῶς ἀναδέδειξε, παμμακάριστε Μάξιμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, ἀποῤῥήτως τεκοῦσα δίχα τροπῆς, παρθένος διέμεινας, ὡς πρὸ τόκου πανάφθορος, καὶ τῆς φθορᾶς ἐῤῥύσω, τὸ γένος τὸ βρότειον, τῷ Σῷ ἀφθόρῳ Τόκῳ, ἁγνὴ ἀειπάρθενε, ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, καὶ πύλην εἰσάγουσαν, πρὸς ζωὴν τὴν αἰώνιον, ἀνυμνοῦντες βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν ἄφραστον δόξαν Σου.
 
Τὸ α’ ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
 
Εὐαγγέλιον, κατὰ Μᾶρκον: Εἶπεν ὁ Κύριος· ὅστις θέλει... Ζήτει αὐτὸ τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Εὐαγγελικῆς ἀληθείας, κήρυξ θεόσοφος, ἐν δυνάμει λόγου ἐδείχθης, καὶ πολιτείας λαμπρότητι, θεηγόρε Ὅσιε Μάξιμε. Καὶ τοῖς μὲν ἐν Ἑλλάδι, τῇ τῶν υἱῶν τῆς Ἄγαρ πικρᾷ δουλείᾳ στένουσι, στηριγμὸς ὤφθης καὶ παραμύθιον. Τοῖς δὲ ἐν Ῥωσσίᾳ πεπλανημένοις, ὁδηγὸς ἀπλανής, καὶ μεσίτης πρὸς Κύριον. ᾯ πρέσβευε δεόμεθα, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
 
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μάξιμον μέλπω, τὸν θεηγόρον. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς τρισυπόστατε Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Τριὰς ὁμοούσιε, λόγον μοι δώρησαι, ὅπως Κύριε, ὑμνήσω ἐπαξίως, τοῦ θείου Μαξίμου σου,τὰ κατορθώματα.
πάντων ἠλόγησας, τῶν γεηρῶν ἐκ νεότητος, σοφίᾳ τῇ κρείττονι, καλλωπιζόμενος, Πάτερ Μάξιμε, καὶ ἄρας τὸν σταυρόν σου, Χριστῷ ἠκολούθησας, στεῤῥῷ φρονήματι.
Ξενίζοντα δόγματα, ἐν ὀρθοδόξοις διδάγμασιν, ἀπέβαλες Ὅσιε, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ ἐκήρυξας, ἐν τῇ Ἑλλάδι πρῶτον, εἶτα ἐν Ῥωσσίᾳ δέ, λόγον τὸν ἔνθεον.
Θεοτοκίον.
σχύν μοι χορήγησον, κατὰ παθῶν τοῦ ἀλάστορος, Παρθένε πανάμωμε, ὡς εὐσπλαγχνίας πηγή, καὶ ἀπόπλυνον, τὸν ῥύπον τῆς ψυχῆς μου,τῆς Σῆς ἀγαθότητος, τοῖς ῥείθροις δέομαι.
 
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Μεγίστης εὐκλείας ἠξιώθης, σοφίας λαμπρᾶς ὡς ἐραστής, ἣν Πάτερ καθυπέταξας, σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ πολλῷ πλέον Μάξιμε,ἐθαυμαστώθης τοῖς τρόποις σου.
σίων ὁμόζηλος ἐδείχθης, ἐν Ὄρει τοῦ Ἄθω προσελθών, καὶ πόνοις τῆς ἀσκήσεως, τὴν σὴν ψυχὴν ἐλάμπρυνας, καὶ σκεῦος πολυτίμητον,Μάξιμε ὤφθης τῆς χάριτος.
Νοΐ καθαρῷ προσομιλήσας, Γραφαῖς ταῖς ἁγίαις νουνεχῶς, καὶ ἐξ αὐτῶν δεξάμενος, φῶς Μάξιμε οὐράνιον, ἐν τῇ Ῥωσσίᾳ ἔλαμψας, φωτοειδὴς ὥσπερ ἥλιος.
 
Θεοτοκίον.
Μαρίαν τὴν ἄχραντον Παρθένον, ἐξ ἧς ἐσαρκώθη ὁ Σωτήρ, καὶ τὸν Ἀδὰμ ἀνέσωσεν, ὑμνήσωμεν κραυγάζοντες· χαῖρε τοῦ κόσμου σώτειρα, Θεογεννήτρια Δέσποινα.
 
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, πεφωτισμένος, θείοις ῥήμασιν,Ὀρθοδοξίας, τοὺς ἐν Ῥωσσίᾳ κατηύγασας Μάξιμε, καὶ τῶν Μαρτύρων ἐδείχθης ἐφάμιλλος, ἀθλητικὰ διανύσας παλαίσματα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείῳ Πνεύματι, Θεοῦ Προφῆται, προκατήγγειλαν, Παρθενομῆτορ, τοῦ τοκετοῦ Σου τὸ μέγα μυστήριον, τὸν γὰρ Θεὸν ὑπὲρ φύσιν κυήσασα, τῆς σωτηρίας ἡμῶν ὤφθης πρόξενος, Κόρη πάναγνε, διό Σε πιστῶς δοξάζομεν, τὸ χαῖρε τοῦ Ἀγγέλου Σοι κραυγάζοντες.
 
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
κ τῆς Ἄρτης ἀνατείλας ὡς ἀστὴρ φαεινότατος, ἐν τῷ Ἄθῳ Πάτερ, βίῳ ἐναρέτῳ διέπρεψας, καὶ ἐν Ἠπείρῳ καὶ νήσοις θείῳ νεύματι, πολυπλάσιον, καρπὸν Χριστῷ προσενήνοχας.
Λαμπρυνόμενος τῷ φέγγει τῆς σοφίας τῆς ἄνωθεν, λόγῳ ἀληθείας, δεισιδαιμονίας διδάγματα, ὡς ψυχοφθόρα κατήργη-σας μακάριε, καὶ διέσπειρας, τῆς εὐσεβείας τὰ σπέρματα.
Πεῖραν πόνων πολυτρόπων στεῤῥοψύχως ὑπήνεγκας, καὶ πολυχρονίους, Πάτερ ἐγκαθείρξεις ὡς ἄσαρκος, ὑπὲρ τοῦ θείου τῆς πίστεως κηρύγματος, ψάλλων Ὅσιε· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
ς Θεὸν ἀπειρογάμως σωματώσασαν Ἄχραντε, καὶ λυτρωσαμένην, γένος τῆς ἀρᾶς τὸ ἀνθρώπινον, ὑμνολογοῦμεν πιστῶς καὶ ἐκβοῶμέν Σοι· χαῖρε Δέσποινα, παντὸς τοῦ κόσμου διάσωσμα.
 
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τὰ θεῖα διδάγματα, τῇ θεηγόρῳ γλώσσῃ σου, Πάτερ ὀρθοδόξως ἀναπτύσσων, δοκησισόφων ἐπιβλαβεῖς διδαχάς, ἀνέσπασας Πάτερ ῥιζηδόν, καὶ πιστῶν τὸ φρόνημα, πάσης πλάνης ἐκάθηρας.
ῥήτωρ ὁ ἔνθεος, δογμάτων τῶν τῆς πίστεως, τῆς Ὀρθοδοξίας ὁ ἐκφάντωρ, ἀνευφειμήσθω ὁ μέγας Μάξιμος, Ῥώσσων φωτιστὴς ὁ ἱερός, καὶ σοφὸς διδάσκαλος, ἀρετῆς πρὸς ἐπίδοσιν.
Ναμάτων τῆς χάριτος, ἡ κρήνη ἡ πολύῤῥυτος, Ἄρτης ἐγκαλλώπισμα τὸ θεῖον, καὶ τῆς Ῥωσσίας ὁ παιδευτὴς ὁ σοφός, καὶ μεσίτης πάντων πρὸς Χριστόν, ἀνυμνείσθω σήμερον, ὁ θεόπνευστος Μάξιμος.
Θεοτοκίον.
Θεὸν σωματώσασα, Παρθένε τὸν ἀσώματον, ὑπὲρ νοῦν καὶ λόγον ἀνεκφράστως, τοῦ σώματός μου τὰ πάθη ἴασαι, καὶ τὸν πόνον παῦσον τῆς ψυχῆς, καὶ τὸν νοῦν μου φώτισον, μετανοίας τῇ χάριτι.
 
ᾨδὴ στ΄. Τῇ θείᾳ ταύτῃ.
ν τῷ ἁγίῳ σου στόματι, ἐδόθη χῦμα χάριτος ἄνωθεν, ὅθεν ἐῤῥύθμισας, τὰ ἐσφαλμένα τὸ πρότερον, ἐν τῇ Ῥωσσίᾳ Πάτερ, φθόνῳ τοῦ ὄφεως.
θεία λύρα τοῦ Πνεύματος, ὁ μέγας θεοῤῥήμων διδάσκαλος, τῆς θείας πίστεως, Ἄρτης βλαστὸς ὁ περίδοξος, ὑμνείσθω παρὰ πάντων, ὁ θεῖος Μάξιμος.
Γεηπονῶν θείῳ λόγῳ σου, καρδίας εὐσεβῶν Πάτερ Μάξιμε, πρὸς γνῶσιν κρείττονα, ἠθῶν Ἁγίων ὑπόδειγμα, καὶ φυτοκόμος ὤφθης, ἐνθέων πράξεων.
Θεοτοκίον.
ρος Θεοῦ τὸ κατάσκιον, ἐξ Οὗ Χριστὸν ἡμῖν ἐπεδήμησε, Σὺ εἶ Πανάχραντε, τὸ ἀποστάζον ἑκάστοτε, τὸν γλυκασμὸν τὸν θεῖον, τῆς θείας χάριτος.
 
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
ν Ῥωσσίᾳ ἔλαμψας, ὡς ἑωσφόρος, φαεινὸς καὶ ηὔγασας, ταῖς ἱεραῖς σου διδαχαῖς, τοὺς ἐκβοῶντάς σοι Μάξιμε· χαίροις Πατέρων, τῶν πάλαι ἰσότιμε.
Ὁ Οἶκος.
Τῶν Ἀποστόλων πυρσωθείς, τῷ ζήλῳ θεοφόρε, Εὐαγγελίου τῆς ζωῆς, καὶ ἐναρέτου ἀγωγῆς, κήρυξ καὶ μυσταγωγὸς περιφανὴς ἐδείχθης, ὑπὸ Θεοῦ γὰρ ἐν τῇ Ἑλλαδικῇ χώρᾳ, καὶ εἶτα ἐν Ῥωσσίᾳ ἀποσταλείς, πλουσιωτάτην ἐν αὐτῇ καρπο-φορίαν ἤνεγκας, τῷ Σωτῆρι καὶ γεωργῷ τῶν ψυχῶν, Χριστῷ τῷ Ζωοδότῃ. Καὶ ποικιλοτρόπως ἐν αὐτῇ δοκιμασθείς, καὶ θλιβεὶς ἐν πόνοις καὶ μόχθοις καὶ χρονίῳ ἐγκαθείρξει, ὑπὲρ τὸν ἥλιον ἔδειξας λάμπουσαν τὴν τοῦ κηρύγματος λαμπρότητα, τοῖς βοῶσί σοι Μάξιμε· χαίροις Πατέρων, τῶν πάλαι ἰσότιμε.
 
Μηνολόγιον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός (Ἰανουαρίου), μνήμη τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Στίχοι·
Φῶς μέγα ὁ Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν Ῥωσσίᾳ ἔλαμψεν Χριστοῦ εἰς δόξαν.
Εἰκάδι πρώτῃ Μάξιμος μεγαλήτωρ ἐς πόλον ἔβη.
Ταῖς τοῦ Σοῦ Ἁγίου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ᾷον ἔφερες τὴν χρόνιον ἐγκάθειρξιν, ἐνδυναμούμενος, τὸ ἀσθενὲς τῆς σαρκός, Κυρίου τοῖς πάθεσιν, ὦ καὶ ἐκραύγαζες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
λος ἔνθεος ὡς πλήρης θείου Πνεύματος, ὤφθης διδάσκα-λος, καὶ φωτιστὴς θαυμαστός, τῶν Ῥώσσων πανεύφημε, οὓς καὶ ἐπαίδευσας,ψάλλειν πάντοτε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νοσημάτων σε θεραπευτὴν ἐπέγνωμεν, πιστοὶ προστρέ-χοντες, ἐν εὐλαβείᾳ πολλῇ, τῷ τάφῳ σου βλύζοντι, ἰάσεις Μάξιμε, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γέρας ἄφθιτον τὸ γένος τὸ ἀνθρώπινον, Ἁγνὴ ἐκτήσατο, διὰ τοῦ τόκου τοῦ Σοῦ, Χριστὸν γὰρ ἐκύησας, σώζοντα ἅπαντας, τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
 
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
χων ἐν καρδίᾳ σου τὸν Λόγον, φθεγγόμενον διὰ τῶν χειλέων σου, δόγματα οὐράνια, ῥήματα σωτήρια, ἐπήγασας τοῖς κράζουσι πάνσοφε Μάξιμε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ήμασι τοῦ θείου στόματός σου, πειθόμενοι ἐν Ἠπείρῳ οἱ θεόφρονες, καὶ ἐν νήσοις Ὅσιε, εὐσεβῶς ἐδέξαντο, τὴν γνῶσιν τὴν σωτήριον ψάλλοντες Μάξιμε, ὁμοῦ σὺν Μακεδόσι προθύμως· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.
γγελος ἐν σώματι ἐδείχθης, ἀσκήσει καὶ ἀρετῶν ταῖς ἐπιδόσεσι, καὶ Μαρτύρων ἄθλησιν, ἤθλησας στεῤῥότατα, κραυγάζων Πάτερ Μάξιμε ἐν καρτερίᾳ πολλῇ· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σκήνωμα τοῦ πάντα ἐκ μὴ ὄντος, τεκτήναντος Θεοτόκε ἐχρημάτισας, τοῦτον ἐκ κοιλίας Σου, ἀποῤῥήτως τέξασα, ὦ ψάλλομεν σωζόμενοι ταῖς μεσιτείαις Σου· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Ἅπας γηγενής.
σχυσας σοφέ, δυνάμει, τῇ ἄνωθεν ἐνδυναμούμενος, ἔργον ὄντως μέγιστον, ἐν τῇ Ῥωσσίᾳ τελέσαι Ἅγιε, ἐξ ἀναξίων ἄξιον λαὸν γὰρ ἔδειξας, θεηγόρε Μάξιμε τοῖς λόγοις σου, διὰ τοῦτο Χριστός σε ἐδόξασεν.
Μάρτυς ἀληθής, Χριστοῦ ἄνευ αἵματος, ἐδείχθης Μάξιμε, πάντα γὰρ ὑπέμεινας, δεσμὰ καὶ θλίψεις καὶ πᾶσαν κάκωσιν, διὸ καὶ τὸν ἀγῶνά σου τελέσας Ὅσιε, τῆς Μαρτύρων εὐκληρίας γέγονας, ἐν τοῖς ἄνω σκηνώμασι μέτοχος.
μβρησον ὑμῖν, τῆς θείας χρηστότητος, τὴν δρόσον ἄνωθεν, ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν φιλάνθρωπον ἡμῶν Κύριον, καὶ δέξαι τὴν παροῦσάν μου Μάξιμε αἴνεσιν, ὡς εὐῶδες, Ἅγιε θυμίαμα, καὶ παθῶν δυσωδίας με λύτρωσαι.
Θεοτοκίον.
μνοις ἱεροῖς, τὴν μόνην πανύμνητον καὶ ἀειπάρθενον, Κόρη ἀνυμνήσωμεν, ἡμῖν τεκοῦσαν Λόγον τὸν Ὕψιστον, πρὸς δόξαν ἀνυψώσαντα τὴν ὑπερκόσμιον, τοὺς βοῶντας· χαίροις παμμακάριστε, Θεοτόκε τοῦ κόσμου βοήθεια.
 
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Φιλοσοφίας κάλλεσι, τὴν ζωήν σου κοσμήσας, τῆς ἐν Χριστῷ μακάριε, θεολήπτῳ καρδίᾳ, φωστὴρ λαμπρὸς ἀνεδείχθης, Μάξιμε θεηγόρε, τῆς Ὀρθοδόξου πίστεως, καὶ δογμάτων ἁγίων μυσταγωγός, τοῖς τὴν σὴν γεραίρουσι Πάτερ μνήμην, καὶ τὸν σὲ ἐνισχύσαντα, Κύριον ἀνυμνοῦσι.
Θεοτοκίον.
Τὸν Ζωοδότην Κύριον, καὶ Σωτῆρα τοῦ κόσμου, Χριστὸν τὸν πολυέλεον, ἀποῤῥήτως τεκοῦσα, τῶν οὐρανίων ταγμάτων, ἀσυγκρίτως ἐδείχθης, Παρθένε ὑπερέχουσα, οἷα Μήτηρ τοῦ πάντων Δημιουργοῦ, ὅθεν τὴν καρδίαν μου ἀνωτέραν, παθῶν γηΐνων ἔργασαι, τῇ Σῇ ἐπιστασίᾳ.
 
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φωτὶ τῆς σοφίας λαμπρυνθείς, Ὀρθοδόξου πίστεως, φωστὴρ λαμπρὸς ἐχρημάτισας, Ὅσιε Μάξιμε, καὶ τοῖς ἐν Ῥωσσίᾳ λύχνος φαεινότατος, ἐξαίρων ψυχοφθόρων προλή-ψεων, τοὺς δεξαμένους σε, ὡς διδάσκαλον θεόληπτον, καὶ Κυρίου, ἔνθεον θεράποντα.
Κινδύνους καὶ πλείστους διωγμούς, καὶ δεσμὰ ὑπέμεινας, καὶ πολυχρόνιον κάθειρξιν, θεόφρον Μάξιμε, ὑπὲρ τοῦ ἐνθέου, καὶ σεπτοῦ κηρύγματος, διό σε ὡς Μαρτύρων ὁμότροπον, Χριστὸς ἐδόξασεν, Ὃν ἱκέτευε δεόμεθα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.
θεία σου Πάτερ διδαχή, ὡς λόγος οὐράνιος, πάσης ἀπάτης ἐκάθηρεν, Ἁγίῳ Πνεύματι, τὴν ἐν τῇ Ῥωσσίᾳ, Ἐκκλησίαν Ἅγιε, ἐν ταύτῃ γὰρ ὡς θεῖος διδάσκαλος, θείῳ βουλήματι, ἐπιστὰς αὐτὴν ἀπήλλαξας, πάσης πλάνης Μάξιμε θεόπνευστε.
Ἄρτα πατρίς σου ἡ κλεινή, ἐπὶ σοὶ ἀγάλλεται, καὶ τὴν πανέορτον μνήμην σου, γεραίρει σήμερον, ᾗ θεόθεν αἴτει, εὐπραγίαν ἅπασαν, καὶ λύτρωσιν κινδύνων καὶ θλίψεων, ὡς ταύτης ἔφορος, καὶ μεσίτης πρὸς τὸν Κύριον, θεοφόρε Μάξιμε Πατὴρ ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Εὐαγγελικῆς διδασκαλίας ἀνεδείχθης ὄργανον, ὡς τῆς σοφίας τρόφιμος, καὶ Ἀποστόλων μιμητής, θεόσοφε Μάξιμε. Ταῖς γὰρ ἀκτῖσι τῶν λόγων σου, πᾶσα ζοφώδης πλάνη σκεδάζεται, καὶ τὸ καθαρώτατον φέγγος, τῆς θείας καὶ ἀκιβδήλου γνώσεως, ἐν ταῖς καρδίαις τῶν πιστῶν διαυγάζει, ὅθεν τῷ τρισηλίῳ φωτὶ παριστάμενος, καὶ μετοχῇ θείᾳ θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
 
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
        Ἀπόστολος.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα: Ἀδελφοί, γινώσκειν ὑμᾶς βούλομαι... Ζήτει τῇ Τετάρτῃ τῆς ΙΘ΄ Ἑβδομάδος.
Εὐαγγέλιον, Λουκᾶ: Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ ἑβδομάδος Λουκᾶ.
Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Ἄρτης θεῖος βλαστός, χαίροις τῆς Ἑλλάδος ἑωσφόρος ὁ φαεινός, σὺ γὰρ διδαγμάτων, τῶν εὐσεβῶν ἐκφάντωρ, τοῖς ἐν Ῥωσσίᾳ ὤφθης, Ὅσιε Μάξιμε.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου