Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία ἁγ. Μαξίμου τοῦ Γραικοῦ, γ. Ἰωσήφ Βατοπεδινοῦ

Ψαλλομένη τῇ 21η Ἰανουαρίου

Ποίημα Γέροντος Ἰωσήφ Μοναχοῦ, Βατοπεδινοῦ


ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
          Εἰ τύχοι ἡ μνήμη τοῦ Ἁγίου ἐν ἡμέρᾳ Κυριακῇ, συμ­ψάλλεται ἡ Ἀκολουθία αὐτοῦ μετὰ τῶν Ἀνα­στα­σί­μων, ὡς ἑξῆς:
         Εἰς τὸν Μέγαν Ἑσπερινὸν ψάλλεται ἡ α΄ στάσις τοῦ «Μακάριος ἀνήρ» καὶ ἀναγινώσκεται ὑπόλοιπον Α΄ Κά­θισμα χύμα. Εἰς τὸ Κύριε Ἐ­κέ­κραξα ἱστῶμεν δέ­κα στίχους: δ´ Ἀναστάσιμα καὶ ϛ´ τοῦ Ἁγίου. Δό­ξα, τοῦ Ἁγίου. Καὶ νῦν· τὸ Δογματικὸν τοῦ τυχόντος ἤχου. Εἴσο­δος, τὸ προκείμενον τῆς ἡμέρας, τὰ Ἀνα­γνώ­σματα τοῦ Ἁγίου καὶ ἡ Λιτὴ ὡς ἔχουν. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, τὸ β´ Θεοτοκίον ἐκ τῆς Ὀ­κτω­ήχου. Εἰς τὰ Ἀπό­στι­χα ἓν Ἀνα­στά­σιμον Στιχηρὸν τοῦ τυχόντος ἤχου καὶ τὰ Προσόμοια τοῦ Ἁγίου. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, Θεο­τοκίον. Ἀπο­λυ­τίκιον Ἀνα­στάσιμον· Δόξα, τοῦ Ἁγίου· Καὶ νῦν, Θεοτοκίον.
          Εἰς τὸ Θεὸς Κύριος, Ἀπολυτίκιον Ἀναστάσιμον δίς· Δόξα, τοῦ Ἁγίου· Καὶ νῦν, Θεοτοκίον. Καθίσματα εἰς τὴν α´ Στι­χο­λο­γίαν τὰ Ἀνα­στά­σιμα. Εἰς τὴν β´ Στιχολογίαν Καθί­σμα­τα τοῦ Ἁγίου. Πολυ­έλεος καὶ τὰ Εὐλο­γη­τά­ρι­α. Μετὰ τὴν αἴτησιν, Ὑπακοή, Καθίσματα τοῦ Ἁγίου, οἱ Ἀνα­βα­θμοὶ τοῦ τυχόντος ἤχου καὶ τὰ λοιπὰ ὡς συνήθως τῆς Κυ­ρι­α­κῆς. Κα­νό­νες: ὁ Ἀνα­στάσιμος εἰς ϛ´ (μετὰ τῶν δύο τῆς Θεοτόκου) καὶ τοῦ Ἁγίου εἰς η´. Κα­ταβασίαι: «Χέρσον ἀβυσ­σο­τόκον». Ἀπὸ γ´ ᾠ­δῆς: Κον­τάκιον καὶ Οἶκον Ἀνα­στάσιμα (χύμα). Εἶτα Καθίσματα τοῦ Ἁγίου. Ἀφ᾿ ϛ´ ᾠδῆς Κοντάκιον καὶ Οἶκον τοῦ Ἁγίου. Με­τὰ τό, Ἅγιος Κύριος, ὁ Θεὸς ἡμῶν... Ἐξαποστειλάριον Ἀνα­στά­σι­μον, τοῦ τυ­χόν­τος ἑωθινοῦ. Εἶτα, τὰ Ἐ­ξα­ποστειλάρια τοῦ Ἁγίου ὡς ἔχουν. Εἰς τοὺς Αἴ­νους: δ´ Ἀναστάσιμα, καὶ δ´ τοῦ Ἁγίου μετὰ τῶν ἁρμοδίων στίχων (βλ. εἰς τὰ ἀπόστιχα). Δόξα, τοῦ Ἁγίου.. Καὶ νῦν, Ὑπερ­ευλογημέ­νη. Δοξολογία Με­γάλη, καὶ μετ᾿ αὐτὴν τὸ Ἀνα­στάσι­μον Τρο­πά­ριον. Τὸ Ἑωθινὸν λέ­γεται εἰς τὸ τέλος τοῦ Ὄρθρου.
         Εἰς τὴν Λειτουργίαν οἱ Μακαρισμοὶ εἰς ιβ´: Ἀναστάσιμα τοῦ ἤχου εἰς δ´ καὶ τοῦ Ἁγίου ᾠδὴ γ΄ καὶ ϛ΄ εἰς η´. Ἀπο­λυτίκια: Ἀναστάσιμον δίς, τοῦ Ἁγίου, καὶ τὰ συνήθη· Εἶτα· Ὑπα­κοή, Κοντάκιον τοῦ Ἁγίου καὶ τέλος «Ὁ μήτραν παρθενικήν». Προκείμενον καὶ Ἀλ­λη­λούϊα τοῦ Ἤχου. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Κυριακῆς καὶ τοῦ Ὁσίου. Κοι­νωνικόν: «Αἰνεῖτε τὸν Κύριον...» καὶ «Εἰς μνημόσυνον ...». Εἰς τὴν εὐ­λό­γησιν τῶν Κολλύβων Ἀπολυτίκον καὶ Κοντάκιον τοῦ Ἁγίου καὶ «Τῇ πρεσβείᾳ Κύριε». Εἰς τὴν Τράπεζαν τὰ Ἀνα­στά­σιμα καὶ τοῦ Ἁγίου.
           Εἰ δὲ τύχει ἐν ἄλλῃ ἡμέρᾳ, ἀ­κο­λουθοῦμεν τὴν διάταξιν ὡς φαί­νε­ται κά­τωθι.
 
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ "Κύριε ἐκέκραξα" ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
       Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι. 
Τῇ ἀσκήσει τὸ πρότερον, τῇ ἀθλήσει τὸ δεύτερον, τῇ προθέσει γέγονας  μάρτυς Μάξιμε,  ἐν διωγμοῖς  ταπεινούμε  νος, βαστάζων  ἐπ᾿ ὤμων σου, τὸν σταυρὸν καὶ ὁδηγῶν,  τοὺς λαοὺς  πρὸς μετάνοιαν καὶ εὐσέβειαν· τῆς σεπτῆς Ἐκκλη­σίας κόσμος ὤφθης, ἀπονέμων σαῖς πρεσβείαις, τὸν ἱλασμὸν τοῖς τιμῶσί σε.
         Τῇ τοῦ Πνεύματος χάριτι, ἐλλαμφθεὶς τὴν διάνοιαν, τὰ γεώδη ἅπαντα κατε­φρόνησας, καὶ περιὼν ἐξε­παί­δευσας, λαοὺς πρὸς εὐσέβειαν, θεολόγῳ διδα­χῇ, καὶ τῷ ἔργῳ πατὴρ ἡμῶν, θείᾳ χά­ριτι, ποδηγῶν πρὸς Χριστὸν πιστῶν τὰ πλήθη, ὁδηγὸς κανὼν καὶ τύπος, καὶ πρεσβευτὴς ἐχρημάτισας.
            Τὸ τοῦ Ἄθωνος βλάστημα, καὶ Μονῆς σου ἐντρύφημα, συνελθόντες ἅπαντες σὲ γεραίρομεν, ὡς ἀριστέα παν­θαύ­μα­στον, ὡς ἄλλον ἀπόστολον ὡς φωτίσαντα λαούς, ἀληθείας ὑπέρ­μαχον, ὡς κρατύναντα, εὐσεβείας τὰ δόγματα σπουδῇ σου· καὶ πρεσβεύεις τῇ Μονῇ σου, τὰ σωτηρίας ἐχόμενα.
          Προσόμοια ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
         Πλήρης γενναίου φρονήματος, τῆς σῆς Μονῆς ἀποστάς, τὸν πλησίον ἐζήτησας, ἄλλος ὡς ἀπόστολος, εὐσεβείας ὑπέρ­μα­χος, θυμὸν μισούντων οὐκ ἐδειλίασας, εἰρκτῇ καὶ πόνοις οὐ κατενάρκησας· ὢ τῆς ἀνδρείας σου, Μάξιμε πανόλ­βιε! διὸ ἡμεῖς, πάντες σὲ γεραίρομεν καὶ μακαρίζομεν.
         Πᾶσαν τοῦ   ἐχθροῦ  τὴν ἔφοδον,  καὶ τῶν φθονούντων ποινάς, ὑπομείνας πραότατα, τὰ τῆς νίκης γέρα σοι, ἐκομίσω μακάριε, τῆς σῆς προθέσεως οὐ διήμαρτες, πεπλανημένους λα­οὺς ἐφώτισας, θείαν ἐπίγνωσιν, βίου τὴν ὀρθότητα ποδη­γετῶν, μάρτυς τὴν προαίρεσιν, Μάξιμε γέγονας.
         Πᾶσαν  ὑπερβὰς  προσπάθειαν, διὰ  τὴν  μείζω πασῶν, ἀρετῶν καὶ ἀκρότητα, Μάξιμε μακάριε, ἐν δεσμοῖς ἐκαρτέρη­σας, ἀμνησικάκως ὡς ὁ Δεσπότης σου, τῶν διωκτῶν σου ὑπερευχόμενος, τούτων μετέβαλες, τὴν πρὸς σὲ διάθεσιν, μακροθυμῶν· ὅθεν τοὺς τιμώντας σου τὴν μνήμην φύλαττε.
Δόξα. Ἦχος πλ. δ΄.
        Συνέλθωμεν ἐν ᾄσμασι σήμερον ἡμεῖς, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ ἡμῶν πατρός, καὶ ἰσαποστόλου,  Μαξίμου  τοῦ  θεόφρονος. Οὗτος γὰρ οἰκονομήσας ἀρί­στως, τὸ δοθὲν αὐτῷ τά­λαντον, ἐμέρι­σε πανσόφως ὡς πιστὸς οἰκονόμος. Πάντα γὰρ καταλιπών, τὸν τοῦ Κυρίου Σταυρὸν ἀράμενος, καὶ τῷ περι­βλέ­πτῳ Ἄθωνι φοιτήσας, ἔξω σαρκὸς καὶ κόσμου ἐγένετο· τὸν πλησίον δὲ ὡς εἰκὸς ἀγαπήσας, τῇ οἰκουμένῃ ἐπέδω­κεν ἑαυτὸν καὶ πεπλανημένους λαούς, τοῖς θεοφθόγγοις αὐτοῦ λόγοις στηρί­ξας, φθόνῳ τοῦ ἐχθροῦ διωγμοῖς καὶ θλίψεσιν ἐνήθλησεν· ὅθεν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην, καὶ πρε­σβεύει ὑπὲρ ἡμῶν πρὸς Κύριον.
          Καὶ νῦν. Ὁ αὐτός.
          Ὁ Βασιλεὺς τῶν ουρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ  τῆς γῆς ὤφθη, καὶ τοῖς ανθρώποις συνανεστράφη· ἐκ Παρ­θέ­νου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελ­θών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
          Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
           Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ, γ 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ  Θεοῦ, καὶ οὐ μη  ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετη­θή­σον­ται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦ­σιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
        Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ. ε΄ 15. Κεφ. στ΄ 1).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περι­θή­σε­ται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τους παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκού­σατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
        Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ. δ΄ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπα­τήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
        Εἰς τὴν Λιτήν. Πρῶτον τὸ Ἱδιόμελον τοῦ Ναοῦ. Καὶ εἶτα, τὰ παρόντα τοῦ Ἁγίου Μαξίμου. Ἦχος α´.
Εὐ­φραί­νου ἐν Κυ­ρίῳ, Βα­το­παι­δί­ου ἡ μάν­δρα, ἀβρυ­νο­μέ­νη τοῖς ἱδρῶ­σι καὶ πα­λαί­σμα­σι τοῦ εὐκλε­οῦς βλα­στοῦ σου, Μα­ξί­μου τοῦ παμ­μά­κα­ρος, σὺν πά­σαις ταῖς πό­λε­σι, ἃς λό­γῳ τῷ σω­τη­ρίῳ ἐφώτι­σε· καὶ σὺ σκίρ­τα καὶ χό­ρευε, ἡ ἐν Ῥωσ­σίᾳ Ἐκ­κλη­σία τοῦ Θε­οῦ, τοι­οῦ­τον ὁδη­γὸν πλου­τή­σα­σα, καὶ θε­ο­ει­δῆ δι­δά­σκα­λον, ἀσφα­λῶς σε ὁ­δη­­γοῦν­τα, πρὸς σω­τη­ρί­ους νο­μάς. Πάν­­τες οὖν κα­τὰ χρέ­ος τὴν μνή­μην αὐ­τοῦ ἑορ­τά­ζον­τες, τῷ Σω­τῆ­ρι βο­ή­σω­­μεν· Φι­λάν­θρω­πε Κύ­ριε, ταῖς τοῦ σοῦ Ὁσί­ου θε­ρά­πον­τος πρε­σβεί­αις, δί­­δου ἡμῖν τὰ ἐλέη σου καὶ σῶ­σον ἡ­μᾶς.
       Ἦχος β´.
Ἐξ ἀσκη­τι­κῶν ἱδρώ­των, πρὸς Ἀπο­στο­λι­κοὺς ἀπε­δύ­σω ἀγῶ­νας, ἐν θε­ο­λή­πτῳ ψυ­χῇ, καὶ ῥο­πῇ τῇ ἄνω­θεν, θε­η­γό­ρε πά­τερ Μά­ξι­με· τῆς ἀλη­θοῦς γὰρ σο­φί­ας, μύ­στης γε­νό­με­νος, δο­κη­σι­σό­φων φληναφή­μα­τα, καὶ αἱ­ρε­τι­κῶν γλωσ­σαλ­γί­ας, τῷ σῷ λό­γῳ δι­ή­λεγ­ξας καὶ πόῤ­ῥω ταῦ­τα ἀπέῤ­ῥι­ψας, τοῦ εὐ­σε­βοῦς πλη­ρώ­μα­τος. Διὸ Χρι­στὸς ὁ Κύ­ρι­ος τοὺς σοὺς κα­μά­τους δε­ξά­με­νος, πε­ρι­φα­νῶς σε ἐδό­ξα­σε, καὶ τῆς αὐ­τοῦ βα­σι­λεί­ας κλη­ρο­νό­μον ἀνέ­δει­ξεν· ἧς καὶ ἡμεῖς ἀξι­ω­θεί­η­μεν, ταῖς πρὸς αὐ­τὸν πρε­σβεί­αις σου.
       Ἦχος δ´.
Τῆς κε­κρυμ­μέ­νης ἐν Χρι­στῷ ζω­ῆς, καρ­πο­φο­ρῶν τὴν λαμ­πρό­τη­τα τοὺς ποι­κί­λους πει­ρα­σμοὺς καὶ θλί­ψεις καὶ βα­σά­νους, ἀνεν­δό­τως ἤνεγ­κας, θε­ο­φό­ρε πά­τερ Μά­ξι­με· δι᾿ ὧν ὡς χρυ­σὸς ἐν κα­μί­νῳ δο­κι­μα­σθείς, ὑπὲρ ἥλι­ον ἔλαμ­ψας, καὶ τῶν πα­θῶν τοῦ Σω­τῆ­ρος, σύμ­μορ­φος γέ­γο­νας· καὶ νῦν τῆς δόξης αὐ­τοῦ κα­τα­τρυ­φῶν καὶ τῷ τῆς ὁμο­λο­γί­ας στε­φά­νῳ λαμ­πρῶς πε­ποι­κιλ­μέ­νος, ἀδι­α­λεί­πτως πρέσβευε, ὑπὲρ τῶν ψυ­χῶν ἡμῶν.
        Δό­ξα.  Ἦχος πλ. β´.
Τὸν ἐν σο­φίᾳ πε­ρι­φα­νῆ, καὶ ἐν ἱε­ροῖς ἀγῶ­σιν ἀρι­στεύ­σαν­τα, Μά­ξι­μον τὸν φε­ρω­νύ­μως μέ­γαν, πᾶς ὁ τοῦ Θε­οῦ λα­ὸς καὶ ἐξαι­ρέ­τως ὁ Ἄθως, ὕμνοις καὶ ᾠδαῖς εὐ­φη­μή­σω­μεν· οὗ­τος γὰρ κα­τὰ Παῦ­λον, ὡς αὐ­τοῦ ζη­λω­τής, ἐν κό­ποις καὶ θλί­ψε­σιν ὑπερ­βαλ­λών­τως, καὶ ἐν φυ­λα­καῖς πε­ρισ­σο­τέ­ρως, ὑπὲρ τῆς εὐ­σε­βεί­ας δο­κι­μα­ζό­με­νος, τὴν ζω­ὴν δι­ε­λή­λυ­θε· καὶ νῦν μα­κα­ρί­ων ἐπά­θλων κα­τα­τρυ­φῶν, καὶ θέ­σει θε­ού­με­νος, αἰ­τεῖ­ται πᾶ­σιν ἡμῖν πται­σμά­των ἄφε­σιν, καὶ τὸ θεῖ­ον ἔλε­ος.
        Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε,  σὺ εἶ    ἄμπελος  ἡ ἀληθινή,    βλαστήσασα  τὸν καρπὸν τῆς ζωῆς· σὶ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
         Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
         Τῇ φιλοσόφῳ σπουδῇ σου, τὸν ἔξω  ἄν­θρωπον,  ἐπλούτησας θεόφρον, καὶ  ἀ­σκήσει τὴν χάριν, τῶν θείων ἀποστόλ­ων ἔν­δον λαβών, Ἐκκλησίας τὸ πλήρω­μα, ταῖς διδαχαῖς σου, στη­ρίξας ἀθλητικῶς, ταύτας Μάξιμε ἐσφράγησας.
Στίχ. Τί­μι­ος ἐναν­τί­ον Κυ­ρί­ου ὁ θά­να­τος τοῦ Ὁσί­ου Αὐ­τοῦ.
           Τὴν  τῶν Πατέρων  ζηλώσας, θείαν  πα­ράδοσιν, πράξει καὶ θεωρίᾳ τὸν σὸν βίον τυπώσας, ἐσφράγισας ἀγάπῃ λα­οὺς νουθετῶν, καὶ Ἐκκλησίας τὰ δόγ­ματα, τῇ θεολόγῳ σου γλώσσῃ ἐπι­κροτῶν,
Στίχ. Μακάρι­ος ἀνὴρ ὁ φο­βού­με­νος τὸν Κύ­ρι­ον· ἐν ταῖς ἐντολαῖς αὐ­τοῦ θε­λή­σει σφό­δρα.
           Τοῦ  Βαπτιστοῦ  σὺ  τὸν ζῆλον, ἐκμιμη­σάμενος, μετάνοιαν διδάσκεις τοῖς  λα­οῖς  θεῖε  πάτερ, πλὴν  φθόνῳ  τῶν κρατούντων διαβληθείς, τῇ εἰρκτῇ κατακέκλεισαι, χρόνοις τριάκοντα Μά­ξιμε καὶ εὐχαῖς, ἐπεσφράγησας τὸν βίον σου.
         Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε πάτερ, τοῦ Παρακλήτου φωτὶ ἐλ­λαμφθείς, ποταμοὺς ὑδάτων ζωῆς ἀνέ­βλυσας, καὶ διψῶντας λαοὺς ἐνδείᾳ τη­κομένους, εἰς λειμῶνας ζῶντας μετέβα­λες· τὰ ἤθη δὲ τούτων ἀναπλάσας, λα­ὸν Κυρίου τούτους ἀπετέλεσας. Ἀπο­στόλων καὶ μαρτύρων κοινωνήσας τοῖς ἄθλοις, ὁμολογίᾳ τὸν βίον σου ἐσφρά­γισας, καὶ νῦν ἐν οὐρανοῖς τοὺς μι­σθοὺς ἀπολαύων, μέμνησο καὶ ἡμῶν Μάξιμε πανθαύμαστε.
        Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ Λυτρωτής μου Πά­ναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευ­θέρωσε. Διό σοι Πάναγνε, ὡς τοῦ Θε­οῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τό, Χαῖρε, τοῦ Ἀγγέ­λου· Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
 
          Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει τὸ πρότερον, παιδαγωγήσας σαυτόν, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ νε­κρωθεὶς τῷ Θεῷ, τὸν κόσμον κατέλα­βες· μέγας φανεὶς παμμακαρ ἰσαπό­στολος νέος, ἔστρεψας πλα­νωμένους εἰς ὁδοὺς τοῦ Κυρίου, διὸ θεόφρον Μάξιμε, ἡμῶν μνημόνευε.
        Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστή­ριον, διὰ σοῦ Θεοτόλε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
         Ἀπόλυσις.
 
         ΕΝ ΤΩ ΟΡΘΡΩ
         Εἰς τὸ «Θεὸς Κύριος» τὰ Ἀπολυτίκιον τοῦ Ἁγίου δίς καὶ εἶτα τὸ Θεοτοκίον.
 
        Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
         ς πολύτιμον κόσμον ἡ σὴ Μονή, τὴν ὁσίαν σου μνήμην καταπλουτεῖ, τιμῶσα τοὺς ἄθλους σου, τὰς ἐντὸς καὶ ἐκτὸς  καὶ ἐκτὸς αὐτῆς, σωτηρίαν κόσμῳ, ἀεὶ μεταδίδοντας, καὶ καρ­δίας πάντων, πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες· τῆς Μονῆς σου ἀγλάϊσμα, πρέσβευε τῷ μόνῳ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δοθῆναι ἡμῖν τοῖς ἑορτάζουσι πόθῳ τοὺς θείους ἀγῶνας σου.
            Δόξα. Τὸ αὐτό.
            Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
          Τὴν εἰκόνα σου Δέσποινα τὴν σεπτήν, Βηματάρισσαν πόθῳωοἱ   ταπεινοὶ,  τιμῶμεν  δοξάζοντες, τὸν  πανάγιον  τόκον σου, τῶν πονηρῶν δαιμόνων, τὸν πόλεμον ἄμβλυνον, καὶ ἀπαθείας αἴγλῃ ἡμᾶς χειραγώγησον, τὰς μεμολυσμένας τῆς καρ­δίας ἐννοίας, ῥοαῖς κατανύξεως καὶ δακρύων ἀπόπλυνον, ἵνα πόθῳ σοὶ κράζομεν· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πται­σμάτων δοῦναι ἡμῖν ἄφεσιν, σὲ γὰρ μόνην πλουτοῦμεν, βε­βαίαν ἀντίληψιν.
          Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
           Ὑπετάγης  τῷ Θεῷ,  καὶ ὑπετάγη σοι σοφέ, σαρκὸς τὰ πάθη  καὶ ὁ νοῦς, τῆς ἀπαθείας τῷ φωτί, τῇ θεωρίᾳ τοῦ κρείτ­τονος κατελάμθη· σοφίᾳ παιδευθείς, τὰ θεῖα πάσχων λαλεῖς, καὶ γέγονας ποιμήν, σώζων ἐκ πλάνης λαοὺς, πνεύματος θείου ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μάξιμε θεῖε, τῶν σὲ τιμώντων, μέμνησο παμμακάριστε.
            Δόξα. Τὸ αὐτό.
            Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
           Ἀπειρόγαμε Ἁγνή, πῶς συλλαμβά­νεις ἐν γαστρί; τῶν ἁπάντων τὴν   πνο­ήν, περιλαμβάνοντα χερσί; φράσον ἡ­μῖν τὸν λόγον τοῦ μυστηρίου σου· πα­νάληθες ἐστί· τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι ἐρευνῶν τὸ ἀκατάληπτον· ὕ­ψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου· νικᾷ γὰρ τοῦ­το, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.
         Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 
Δεσμοῖς προ­σω­μί­λη­σας, καὶ φυ­λα­καῖς ζο­φε­ραῖς, ὡς φύ­λαξ καὶ πρό­βο­λος, τῶν Ὀρ­θο­δό­ξων θε­σμῶν, θε­ό­σο­φε Μά­ξι­με· ὅθεν καὶ μαρ­τυ­ρί­ου, τὸν ἀγῶ­να ἀνύ­σας, ὤφθης Ὁσι­ο­μάρ­τυς, εὐ­κλε­ὴς τοῦ Σω­τῆ­ρος, αἰ­τού­με­νος ἡμῖν, φῶς θεῖ­ον καὶ ἔλε­ος.
          Δόξα. Τὸ αὐτό.
          Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
       Ἐχθροῖς παρατάχθητι, τοῖς πολεμοῦσιν ἡμῖν, δεινῶς γὰρ ἐπέβησαν, τῇ κληρουχίᾳ τῇ σῇ, Μαρία Παντάνασσα· ὄλεσον αὐτοχείρως, τῶν βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν σου φιλοπόλεμα ἔθνη, τῷ θείῳ σου νεύματι τούτων ἀπάλλαξον.
          Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
          Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
          Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐν­το­λαῖς αὐ­τοῦ θε­λή­σει σφό­δρα.
          Εὐαγγέλιον Ὁσιακόν (βλ. στ΄ Δεκεμβρίου).
          Ὁ Ν΄ Ψαλμός. 
          Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
          Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
          Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τὸ τῆς Μο­νῆς ἡμῶν θρέμ­μα, Μά­ξι­μον τὸν Ἱε­ρώ­τα­τον, τὸν δι­πλῆν τὴν χά­ριν λα­βόν­τα, Ὁσί­ου καὶ δι­δα­σκά­λου· τὸν τῇ ὁμο­λο­γίᾳ τὸν βί­ον σφρα­γί­σαν­τα, ἐπαι­νέ­σω­μεν σή­με­ρον φι­λέ­ορ­τοι. Ὃς καὶ πρε­σβεύ­ει, σὺν τοῖς λοι­ποῖς ἡμῶν Πα­τρᾶ­σιν, ὑπὲρ τῶν ψυ­χῶν ἡμῶν.
          Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
          Ὁ Κανὼν τῆς Θε­ο­τό­κου Πα­ρα­μυ­θί­ας. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
          ᾨδὴ α´.Ἦχος πλ. δ´. Ὁ Εἱρ­μός.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν δια­φυγών, ὁ Ἰσρα­ηλίτης ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Συμ­πά­θει­αν ἔχου­σα μη­τρι­κήν, ἐπόμ­βρη­σον πᾶ­σι, οἰ­κτιρ­μῶν σου τὸν γλυ­­κα­σμόν, ὡς πα­ρα­μυ­θία ἡμῶν Κό­ρη, ἵνα ῥυ­σθῶ­μεν πι­κρᾶς κα­τα­θλί­ψε­ως.
Πη­γὴ συμ­πα­θεί­ας τῆς θε­ϊ­κῆς, Κε­χα­ρι­τω­μέ­νη, πα­ρα­μύ­θη­σαι μυ­στι­κῶς, ἡμῶν τὰς καρ­δί­ας Θε­ο­τό­κε, ἵνα ρυ­σθῶ­μεν βε­λῶν τοῦ ἀλά­στο­ρος.
Ὑψί­στου ἀνά­κτο­ρον παμ­φα­ές, φω­τὶ τῷ ἀΰ­λῳ, δι­α­σκέ­δα­σον ὁλι­κῶς, δει­νῆς ἀθυ­μί­ας μου τὸ σκό­τος, Πα­ρα­μυ­θία ἡμῶν καὶ πα­ρά­κλη­σις.
Ῥα­νῖ­σι τῶν θεί­ων σου δω­ρε­ῶν, Εἰ­κών σου ἡ θεία, κα­ταρ­δεύ­ει πάν­τας ἡμᾶς, τοὺς πί­στει αὐ­τῇ προ­σερ­χο­μέ­νους, Πα­ρα­μυ­θία τῇ σῇ ἀγα­θό­τη­τι.
 
          Ὁ Κανὼν τοῦ Ἁγίου Μαξίμου, οὗ ἡ ἀκροστιχίς: «ΒΑΤΟΠΑΙΔΙΟΥ ΜΑΞΙΜΟΝ ΚΛΕΙΝΟΝ ΓΕΡΑΙΡΩ. ΙΩΣΗΦ».
            ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βεβαρημένον τοῖς πολλοῖς μου πταί­σμασι, τὸν νοῦν Φιλάν­θρωπε, φώτισον καὶ λῦσον, τὴν ἐμὴν διάνοιαν, ὅπως ὑμνήσω Μάξιμον, τὸν σὸν δοῦλον ἀξί­ως, καὶ τὸν αὐτοῦ μέγαν ἔπαινον, πλέ­ξω εὐφροσύνως γηθόμενος.
Ἁρματηλάτην τὸν ἐχθρὸν κατέτρωσε, τὸν νοητὸν Φαραώ, νεανικῶς τοῦτον, ἄρδην ἐξεφαύλισε· τὴν γὰρ ἠθῶν σε­μνότητα, τοὺς λαοὺς κατηχήσας, τῆς εὐσεβείας τοῖς δόγμασι, Μάξιμος ὁ θεῖος ἐπαίδευσε.
Ταῖς φωτοβόλοις ἀρεταῖς κοσμούμε­νος, ὡς πανοπλίαν Χρι­στοῦ, ὁλολαμ­πὴς ἄλλος, ἀνεφάνης ἥλιος, καταφωτί­ζων ὅσιε, τοὺς λαοὺς διδαχαῖς σου, καὶ τῶν αἱρέσεων πρόῤῥιζον, πᾶσαν τὴν ἀπάτην ἀνέσπασας.
Οἱ τῆς Μονῆς σου ἀδελφοὶ τιμῶσί σου, τὴν μνήμην Μάξιμε, καὶ ἐνθέου βίου, τρόπαια κηρύττουσι, καὶ τὴν ἀνδρείαν κάθειρ­ξιν· ἐν φυλακῇ γὰρ ζοφώδῃ, δε­καετὴς ἤνυσας, ὥσπερ τις Ἰὼβ καρτε­ρώτατε.
        Θεοτοκίον.
Πρὸς σὲ τὴν σπλάγχνοις δεξαμένην Ἄ­χραντε, τὸ πῦρ τὸ ἄστεκτον, νῦν ἐκβοῶ πίστει, τῆς γεέννης ῥῦσαί με, καὶ τῆς ἀποκειμένης μοι, διὰ πλῆθος πταισμά­των, κολάσεως ἐλευ­θέρωσον, σοῦ ταῖς μητρικαῖς παρακλήσεσιν.
        Κα­τα­βα­σία.
Χέρ­σον ἀβυσ­σο­τό­κον πέ­δον ἥλι­ος, ἐπε­πό­λευ­σέ πο­τε· ὡσεὶ τεῖ­χος γὰρ ἐπά­γη, ἐκα­τέ­ρω­θεν ὕδωρ, λαῷ πεζο­­πον­το­πο­ροῦν­τι καὶ θε­α­ρέ­στως μελ­πον­τι· Ἄσω­μεν τῷ Κυ­ρίῳ, ἐν­δό­ξως γὰρ δε­δό­ξα­σται.
        ᾨδὴ γ´. Τῆς Θε­ο­τό­κου. Ὁ Εἱρ­μός.
Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δο­μῆ­τορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρό­της, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε.
Ἱλα­ρό­τη­τος χά­ριν, ἡ σὴ μορ­φὴ Ἄ­χραν­τε, ἡ τε­τυ­πω­μέ­νη Εἰ­κό­νι, τῇ πα­να­γίᾳ σου, πα­ρέ­χει ἅπασι, καὶ ψυ­χι­κὴν ἀθυ­μί­αν, δι­α­λύ­ει Δέ­σποι­να, τῶν προ­σι­όν­των σοι.
Δὸς κἀ­μοὶ τῷ σῷ δού­λῳ, τῷ τα­πει­νῷ Ἄχραν­τε, ὡς πα­ρα­μυ­θία ἁπάν­των καὶ κα­τα­φύ­γι­ον, τὴν σὴν βο­ή­θει­αν, ἵνα ῥυ­σθῶ τῆς μα­νί­ας, καὶ τῆς δο­λι­ό­τη­τος, τοῦ πο­λε­μή­το­ρος.
Ὡς ἐλά­λη­σας πά­λαι, ὑπερ­φυ­ῶς Ἄ­χραν­­τε, ἐκ τῆς σῆς ἁγί­ας Εἰ­κό­νος, οὕ­τω νῦν φώ­νη­σον, ἐν τῇ καρ­δίᾳ μου, πα­ρα­μυ­θί­ας τὸν λό­γον, ἅπα­σαν δι­ώ­κον­τα, ἐχθροῦ ἐπή­ρει­αν.
Νέ­κρω­σόν μου Παρ­θέ­νε, τὸ τῆς σαρ­κὸς φρό­νη­μα, καὶ ζω­ῆς ἁγί­ας τῷ πό­θῳ, τὸν νοῦν μου πτέ­ρω­σον, πρὸς τὰ οὐ­ρά­νια, καὶ πα­ρα­κλή­σε­ως θεί­ας, τὴν τε­θο­λω­μέ­νην μου, καρ­δί­αν πλή­ρω­σον.
 
        Τοῦ Ἁγίου. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Ἀνακαθάρας σου τὸν νοῦν, ἐν πράξει καὶ θεωρίᾳ, θεολόγος ὄντως πάτερ ἐγένου, καὶ διδάγματα σοφά, συγγρά­φων διετέ­λεσας, καὶ ἐκκλησίας κόσμος, λαμπρὸς ἐδείχθης μακάριε.
Ἰχνηλατῶν πάσῃ σπουδῇ, τοῖς βήμασι τῶν πατέρων, μιμητὴς τούτων ἐδείχθης θεόφρον, καὶ ἐπ᾿ ὤμων τὸν Σταυρόν, ὁδὸν στενὴν διήνυσας, καὶ νῦν γῆν τῶν πρᾳέων, σὺν τούτοις Μάξιμε εἴληφας.
Δοκιμασθεὶς ὥσπερ χρυσός, ἐν τῇ καμί­νῳ τῶν πόνων, νικη­τὴς τροπαιοφόρος ἐγένου, εὐσεβείας προφανῶς, τῷ ζήλῳ πυρ­πο­λούμενος, ἐπινικίοις ψάλλων, ᾠδαῖς τῷ σὲ χαριτώσαντι.
Ἰσχὺν σὺ πάτερ εἰληφώς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς κιβδή­λους διδα­χὰς τῶν ἀφρόνων, διεσκέδασας ὀρθαῖς, διδασκαλίαις Μάξιμε· τὴν γὰρ Θεοῦ Σοφίαν, πανόσιε κατεπλούτησας.
        Θεοτοκίον.
Ὁ συναΐδιος Πατρί, καὶ Πνεύματι Θε­ὸς Λόγος, ἀναπλᾶσαι βουληθεὶς τὸν γενάρχην, καθ᾿ ὑπόστασιν σαρκί, ἐν σοὶ Ἁγνὴ συνείληπται, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.
Κα­τα­βα­σία.
Τὸ στε­ρέ­ω­μα τῶν ἐπὶ σοὶ πε­ποι­θό­των, στε­ρέ­ω­σον, Κύ­ριε τὴν ἐκ­κλη­σί­αν, ἣν ἐκτή­σω, τῷ τι­μίῳ σου αἵ­μα­τι.
 
        Μετὰ τὴν αἴτησιν. Κάθισμα. Ἦχος δ´.Ταχὺ προκατάλαβε.
Τῆς θείας λαμπρότητος, καταυγασθεὶς τῷ φωτί, τὸ σκότος ἀπήλασας τῶν ὀλε­θρίων παθῶν, πατὴρ ἡμῶν Μάξιμε· ἔφθασας ἀπαθείας, περιπόθητον ὕ­ψος, δόξης ἀδιαδόχου, ἐπαξίως μετέ­χων, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.
        Δόξα. Τὸ αὐτό.
        Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἁγνὴ ἀπειρόγαμε, Χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρά, πενθούντων παράκλησις, ρῦσαι με συ­σχεθέντα, πειρασμοῖς ἀδοκήτοις· ἴασαί με νοσοῦντα, κατὰ σάρ­κα καὶ πνεῦμα, πρὸς σὲ γὰρ κατέφυγον μόνη πανάχραντε.
 
         ᾨδὴ δ´. Τῆς Θε­ο­τό­κου. Ὁ Εἱρ­μός.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατε­νόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Ἰσχὺν θεί­αν πα­ρά­σχου μοι, ὦ Πα­ρα­μυ­θία Παρ­θέ­νε Δέ­σποι­να, ὡς ἂν πά­σης πε­ρι­γέ­νω­μαι, τοῦ ἐχθροῦ ἀπά­της καὶ σκαι­ό­τη­τος.
Δο­λε­ρῶν ἐπι­θέ­σων, ρῦ­σαί με Παρ­θέ­νε τοῦ πα­να­λά­στο­ρος, καὶ τὴν λύ­πην δι­α­σκέ­δα­σον, τῆς ψυ­χῆς μου Κό­ρη τῇ σῇ χά­ρι­τι.
Ἱε­ρὸν πα­ρα­μύ­θι­ον, πέ­λει ἡ Εἰ­κών σου ἡ χα­ρι­τό­βρυ­τος, ᾗ προ­σπί­πτον­τες λαμ­βά­νο­μεν, Κό­ρη εὐ­φρο­σύ­νην τὴν οὐ­ρά­νι­ον.
Δε­σμοῖς Κό­ρη με σύν­δη­σον, τῆς τοῦ σοῦ Υἱ­οῦ τερ­πνῆς ἀγα­πή­σε­ως, καὶ τὸ ἄλ­γος πα­ρα­μύ­θη­σαι, τῆς λε­λυ­πη­μέ­νης δι­α­νοί­ας μου.
 
         Τοῦ Ἁγίου. Σύ μου ἰσχύς, Κύριε.
Ὑπὲρ Χριστοῦ, παθεῖν ἀγάπης ἑλόμε­νος, ἔξω κόσμου καὶ πατρίδος γέγονας, τὴν ἐμπαθῆ σάρκα καὶ θνητήν, καὶ τὰς κάτω φέρειν προφάσεις ἀποδυσάμε­νος, τὸ ὕψος ἀπαθείας καὶ τῆς θεολογί­ας, ἀπεκόμισας Μάξιμε χάρισμα.
Μάρτυς κλεινός, τῇ προαιρέσει γενόμε­νος, τῶν μισούντων, μά­στιγας ὑπέμει­νας, καὶ τὰ δεσμὰ φέρεις καρτερῶν, καὶ εἱρκτὴν ζοφώδη, ἐν ᾗ ἐκ φθόνου σε ᾤκιζων, δοκοῦντές σε κωλύειν, τοῦ κράζειν ἀνενδότως, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀνακραθείς, ὅλος ἀγάπῃ τοῦ κτίσαντος, οὐκ ἐπαύσω, τῶν πολλῶν ἀγώνων σου, τὰς ἀμοιβάς, ἔχων κατὰ νοῦν, καὶ μονὰς τὰς πλείστας, ὥσπερ ὁ Κύριος ἔφησεν, διὸ καὶ μέχρι τέλους, διετέλεις κραυγάζων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ξύλον ζωῆς, ἀθανασίας παράδεισος, ὁ ὡραῖος, Κόρη ἀναδέ­δειξαι, ἐν ᾧ ζωῆς, καρπὸς φυτευθείς, τοῦ Θεοῦ ὁ Λόγος, κυο­φορεῖται καὶ τίκτεται, ὁ πᾶσιν ἀποστάζων ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.
        Κα­τα­βα­σία.
Ἐκά­λυ­ψεν Οὐ­ρα­νούς ἡ ἀρε­τή σου Χρι­στέ· τῆς κι­βω­τοῦ γὰρ προ­ελ­θών, τοῦ ἁγι­ά­σμα­τός σου, τῆς ἀφθό­ρου Μη­τρός, ἐν τῷ ναῷ τῆς δό­ξης σου ὤφθης ὡς βρέ­φος ἀγ­κα­λο­φο­ρού­με­νος, καὶ ἐπλη­ρώ­θη τὰ πάν­τα τῆς σῆς αἰ­νέ­σε­ως.
         ᾨδὴ ε´. Τῆς Θε­ο­τό­κου.Ὁ Εἱρ­μός.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν φιλάνθρωπε.
Ὅλη παμ­φα­ής, μυ­στι­κῇ ἐπι­σκι­ά­σει σου, πέ­λει Κό­ρη ἡ Εἰ­κών σου ἡ σε­πτή, ἣν Πα­ρα­μυ­θί­αν, πί­στει ὀνο­μά­ζο­μεν.
Ὕψω­σον ἡμᾶς, πρὸς ὑψώ­σεις βί­ου κρείτ­το­νος, τοὺς ζη­τοῦν­τας τὴν θερ­μήν σου ἀρω­γήν, ὡς ἀλη­θής, πα­ρα­μυ­θία ἡμῶν Δέ­σποι­να.
Χαί­ρει ἡ Μο­νή, τὴν Εἰ­κό­να σου κα­τέ­χου­σα, τοῦ Βα­το­παι­δί­ου τὴν σε­πτήν, πα­ρα­μυ­θου­μέ­νην, Κό­ρη τοὺς προ­στρέ­χον­τας.
Ἄνω­θεν ἡμᾶς, πα­ρα­μύ­θη­σαι Πα­νά­μω­με, νο­ε­ρᾷ ἐπι­σκι­ά­σει σου Ἁγνή, καὶ τὸ νέ­φος, τῶν πα­θῶν ἡμῶν δι­ά­λυ­σον.
 
        Τοῦ Ἁγίου.Ἵνα τί με ἀπώσω.
Ἱερεὺς ὥς τις ἄλλος, αἴγλῃ τῇ τοῦ Πνεύματος, πάτερ ἀπήστρα­ψας, θεο­λόγῳ γλώσσῃ, εὐσεβείας τὸ μέγα μυ­στήριον, σκότει ἀγνωσίας, τοὺς ἐκ βοῤῥᾶ λαοὺς φωτίζεις, ἐπιστρέφων ἐκ πλάνης τοῖς λόγοις σου.
Μετανοίας τοῖς πόνοις, πάθη καθηρά­μενος, ναὸς πανέντιμος, ὅλος τοῖς πα­τρᾶσι μιμητὴς ἐχρημάτισας ὅσιε, ἀρετῶν δοχεῖον, ὅλον σαυτὸν μεταμορ­φώσας, ἀπὸ δόξης εἰς δόξαν τῇ χάριτι.
Ὄρει θείῳ ἐν Ἄθῳ, πρότερον οἰκήσας ὅσιε Μάξιμε, τοῖς σοφοῖς πατρᾶσι ὑπε­τάγης φρονίμως μακάριε, καὶ δικαίως ὤφθης, χαρίτων πλήρης τῶν ἐκείνων, καὶ διδάσκεις ἃ πείρᾳ μεμάθηκας.
        Θεοτοκίον.
Νῦν σε τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρου­ρούμενοι, σῇ δὲ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρί­ζομεν, σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.
         Κα­τα­βα­σία.
Ὡς εἶ­δεν Ἡσα­ΐ­ας συμ­βο­λι­κῶς, ἐν θρόνῳ ἐπηρ­μέ­νῳ Θε­όν, ὑπ᾿ Ἀγ­γέ­λων δόξης δο­ρυ­φο­ρού­με­νον, ὢ τά­λας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶ­δον σω­μα­τού­με­νον Θε­όν, φω­τὸς ἀνε­σπέ­ρου καὶ εἰ­ρή­νης δε­σπό­ζον­τα.
 
         ᾨδὴ στ´. Τῆς Θε­ο­τό­κου. Ὁ Εἱρ­μός.
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Ῥε­όν­των, τῆς προ­σπα­θεί­ας τὸν νοῦν μου, καὶ τοῦ ἄχθους τῆς πι­κρᾶς ἀθυ­μί­ας, Πα­ρα­μυ­θία Πανά­μω­με Κό­ρη, ὡς συμ­πα­θεί­ας ἀμέ­τρη­τον πέ­λα­γος, ἀπάλ­λα­ξον ἐκ­δυ­σω­πῶ, καὶ χα­ρᾶς τὴν καρ­δί­αν μου πλή­ρω­σον.
Ἰσχύ­ος, Πα­ρα­μυ­θία Παρ­θέ­νε, ἀνα­βλύ­ζει θε­ϊ­κῆς δι­α­δό­σεις, καὶ κα­τα­θλί­ψε­ως πά­σης ἐλαύ­νει, ἡ πα­να­γία Εἰ­κών σου σκο­τό­μαι­ναν· διὸ κη­ρύτ­το­μεν ἀεί, τὴν πολ­λὴν πρὸς ἡμᾶς σου χρη­στό­τη­τα.
Να­μά­των, τῶν μυ­στι­κῶν ἐπομ­βρίᾳ, ἀθυ­μί­ας καὶ ἀνί­ας καὶ λύ­πης, σβέ­σον καὶ παῦ­σον τὴν φλόγα εἰς τέ­λος Πα­ρα­μυ­θία Παρ­θέ­νε πα­νύ­μνη­τε, καὶ δρό­σι­σόν μου τὴν ψυ­χήν, ἐν τῇ αὔ­ρᾳ τῆς σῆς ἀγα­θό­τη­τος.
Κα­τεῖ­δε, τὴν ἀλ­λα­γὴν τῶν προ­σώ­πων, ἐν τῇ θείᾳ σου Εἰ­κό­νι Παρ­θέ­νε, Βα­το­παι­δί­ου πλη­θὺς μο­να­ζόν­των, καὶ τὴν  πολ­λὴν εὐ­σπλαγ­χνί­αν σου ᾔνε­σαν· ὅτι δι­έ­σω­σας αὐ­τούς, πει­ρα­τῶν φο­βε­ρᾶς ἐπιθέ­σε­ως.
 
        Τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Καὶ σὺ μονῶν κορωνίς, ἀγάλλου νῦν Βατοπαίδιον, σοῦ ἀνυμνοῦσα υἱοῦ τὰ ἀνδραγαθήματα, ἀσκήσει τὸ πρότερον καὶ ὁμολογίᾳ, τὴν ζωὴν αὐτοῦ σφρα­γίσαντος.
Λιμένος πρὶν τοῦ καλοῦ, Βατοπαιδίου τὸ στάδιον, εἰσῆλθες κατρερικῶς καὶ διπλοῦν τὸν στέφανον, ἀπείληφας ὅσιε, τὸν διπλοῦν ἀγῶνα, ἐκτελέσας ἐν­τελέστατα.
Εἰρήνης ὄντως υἱός, ἐφάνης Μάξιμε ὅσιε, κατ᾿ ἄμφω σῶμα καὶ νοῦν, εἰς ἓν ἐνηρμόνισας, καὶ λαοὺς τοῖς ἤθεσι, πε­ριπλανηθέντας ἐπανέφερες τοῖς λόγοις σου.
Ἰάτρευσον καὶ ἡμῶν, τὰ πάθη πάτερ καὶ τραύματα, ἃ ὁ ἐχθρὸς πολεμῶν, δολίως ἐργάζεται, καὶ σῷζε τὴν Μάν­δραν σου, τῆς ἁγνῆς Παρθένου, τὴν γεραίρουσαν τὴν μνήμην σου.
        Θεοτοκίον.
Νηδύος ὤφθης ἐκών, ἐξ ἀπειράνδρου γεννώμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.
         Κα­τα­βα­σία.
Ἐβό­η­σέ σοι, ἰδὼν ὁ πρέ­σβυς, τοῖς ὀ­φθαλ­μοῖς τὸ σω­τή­ρι­ον, ὃ λα­οῖς ἐπέ­­στη· ἐκ Θε­οῦ Χρι­στέ, σὺ Θε­ός μου.
 
        Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Βατοπαιδίου τῆς Μονῆς τὸ θεῖον βλά­στημα, καὶ μοναστῶν τὸ ἱερώτατον ἐν­τρύφημα, θεῖον Μάξιμον, πρεπόντως ἀνευφημοῦ­μεν· ἐν ἀσκήσει γὰρ τὸ πρό­τερον διέπρεψε, καὶ Ἀπόστολος ὡς ἄλ­λος ἔθνη ἔσωσε· διὸ κράζομεν· Χαίροις πάτερ ἱερώτατε.
        Ὁ Οἶκος.
Τὸ τῆς Πανάγνου θεοφρούρητον Ὄ­ρος, πολλαπλῶς σωτή­ριον ἀναδειχθέν, ποικίλως τοῖς πᾶσι παρέχει ἀντίληψιν. Καὶ τοῖς μὲν ἐν μετανοίᾳ ζητοῦσι τὸ θεῖον ἔλεος, τὰ κρείττω χαρίζεται. Τοὺς δὲ ὑπερβαλλώντως ἀγωνιζομέ­νους, πατέρας ὁσίους καὶ δικαίους, χάριτος θείας πεπληρωμένους ἀναδείκνυσι. Ὧν εἷς καὶ ὁ παρ᾿ ἡμῖν σήμερον τιμώμενος, ἐπὶ τῇ διπλῇ αὐτοῦ προσφορᾷ, Ὁσίου τε καὶ Διδασκάλου· διὸ εἰκότως αὐτῷ κράζομεν· Χαίροις, πάτερ ἱερώτατε.
Συ­να­ξά­ρι­ον.
Τῇ ΚΑ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τοῦ Ὁσί­ου καὶ θε­ο­φό­ρου Πα­τρὸς ἡμῶν Μα­ξί­μου τοῦ Βα­το­παι­δι­νοῦ, νέου Ὁμο­λο­γη­τοῦ καὶ Φω­τι­στοῦ τῆς Ῥωσσί­ας, τοῦ κα­λουμένου Γραικοῦ.
        Στί­χοι.
Μά­ξι­μος μέ­γας τῇ κλή­σει καὶ τῷ βίῳ,
Μεί­ζων δὲ νῦν τοῖς Νό­οις συγ­χο­ρεύ­ων.
Εἰ­κά­δι τε πρώ­τῃ Μά­ξι­μος, κε­κλή­σκε­το εἰς πό­λον εὐ­ρύν.
Ταῖς τῆς Πα­να­χράν­του Σου Μη­τρὸς καὶ πάν­­των σου τῶν Ἁγί­ων πρε­σβεί­αις, Χρι­στὲ ὁ Θε­ός, ἐλέ­η­σον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Τῆς Θε­ο­τό­κου.Ὁ Εἱρ­μός.
Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλ­λοντες· Ὁ τὸν πατέ­ρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὀμ­βρο­φό­ρε νε­φέ­λη, ἡ ὀμ­βρή­σα­σα κό­­σμῳ ζω­ὴν αἰ­ώ­νι­ον, τῆς θεί­ας εὐ­φρο­σύ­νης, τὸν ζω­η­φό­ρον ὄμ­βρον, Θε­ο­τό­­κε ἐπόμ­βρη­σον, Πα­ρα­μυ­θία Ἁγνή, τοῖς στέ­νου­σιν ἐν λύ­παις.
Ῥά­βδῳ θείᾳ Παρ­θέ­νε, τῆς θερ­μῆς σου πρε­σβεί­ας καὶ ἀν­τι­λή­ψε­ως, ἀπέ­λα­σον ὡς κύ­να, μα­ταί­ως ὑλα­κτοῦν­τα, κατ᾿ ἐμοῦ τὸν πο­λέ­μι­ον, Πα­ρα­μυ­θία Ἁγνή, ἀν­θρώ­πων εὐ­φρο­σύ­νη.
Ἡ γλυ­κεῖά σου ὄψις, ἐν τῇ θείᾳ Εἰ­κό­νι σου Πα­να­μώ­μη­τε, χα­ρᾶς καὶ εὐ­φρο­σύ­νης, πλη­ροῖ πᾶσαν καρ­δί­αν, καὶ πρὸς αἶ­νον τῆς δό­ξης σου, Πα­ρα­μυ­θία Ἁγνή, τοὺς πάν­τας δι­ε­γεί­ρει.
Γέ­ρας θεῖ­ον πλου­τοῦ­σα, καὶ πη­γὴν συμ­πα­θεί­ας Παρ­θέ­νε Ἄχραν­­τε, Μο­νὴ Βα­το­παι­δί­ου, τὴν θεί­αν σου Εἰ­κό­να, πά­σης θλί­ψε­ως ῥύ­ε­ται, καὶ ὀνο­μά­ζει αὐ­τήν, Πα­ρα­μυ­θί­αν Κό­ρη.
 
        Τοῦ Ἁγίου. ΠαῖδεςἙβραίων.
Ὄρους ἐπέβης θεωρίας, Μάξιμε θεό­φρον τῇ σπουδῇ σου, καὶ ὑψώσεις Θε­οῦ, ἀνέλαβες κραυγάζων, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νέμοις τοῖς πόθῳ σου τελοῦσι, τὰ μνη­μόσυνα συγγνώμην θεῖε πάτερ, τοὺς ὑμνοῦντας δὲ νῦν, φώτισον μελῳδοῦν­τας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Γένους ποτὲ τοῦ φωτισθέντος, πάτερ μνήσθητι καὶ πρέσβευε σωθῆναι, ἐξ ἀ­θέων δεινῶς, κρατούντων ἐν τῇ χῶρᾳ, καὶ κωλυ­όντων ψάλλειν νῦν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστην καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
         Κα­τα­βα­σία.
Σὲ τὸν ἐν πυ­ρὶ δρο­σί­σαν­τα, Παῖ­δας θε­ο­λο­γή­σαν­τας, καὶ Παρ­θέ­νῳ ἀκη­ράτῳ ἐνοι­κή­σαν­τα, Θε­ὸν Λό­γον ὑ­μνοῦ­μεν, εὐ­σε­βῶς με­λῳ­δοῦν­τες· Εὐ­λο­­γη­τὸς ὁ Θε­ός, ὁ τῶν πα­τέ­ρων ἡμῶν.
 
        ᾨδὴ η´. Τῆς Θε­ο­τό­κου. Ὁ Εἱρ­μός.
Τὸν Βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐξ ἀθυ­μί­ας, καὶ συ­νο­χῆς ὀλε­θρί­ας, ἀπο­λύ­τρω­σαι Πα­ρα­μυ­θία Κό­ρη, τοὺς ὑπε­ρυ­ψοῦν­τας, τὸν ἄφρα­στόν σου τό­κον.
Ῥεῖ­θρον Παρ­θέ­νε, τῆς νο­η­τῆς εὐ­φρο­σύ­νης, πᾶ­σι βλύ­ζου­σα πη­γὴ ὡς εὐ­σπλαγ­χνί­ας, σβέ­σον μου τὴν φλό­γα, πα­θῶν τῶν ψυ­χο­φθό­ρων.
Ἀγ­γέ­λων δό­ξα, καὶ πα­ρα­μύ­θι­ον μέ­γα, βρο­τῶν πέ­λου­σα Πα­ρα­μυ­θία Κό­ρη, πά­σης ἀθυ­μί­ας, ἀπάλ­λα­ξον τὸν νοῦν μου.
Στρέ­ψον τὴν λύ­πην, Πα­ρα­μυ­θία Παρ­­θέ­νε, τῆς καρ­δί­ας μου εἰς θεί­αν εὐ­φρο­σύ­νην, καὶ τῆς ἐπηρεί­ας, ἐχ­θροῦ ἀπάλ­λα­ξόν με.
       
         Τοῦ Ἁγίου. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥητόρων ἐδείχθης κληρονόμος, θεο­φθόγγων τῶν θείων Ἀποστόλων, τὴν τούτων ὁδὸν ἐβάδισας προθύμως, γράφων καὶ διδάσκων, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀνέτειλέ σοι πρωίμως θεοφόρε, ἡ τῶν ἄνω θρόνων πάρεδρος σοφία, καὶ οἰκονόμος ἄριστος γεγένησαι, ἄξια μερίζων, πᾶσι τοῖς αἰτοῦσί σε, λύσιν τῶν πταισμάτων, ψυχῶν τε σωτηρίαν.
Ἱκέτευε Μάξιμε θεόφρον, τῆς Μονῆς σου φυλάττεσθαι ἀτρώτους, ἐχθροῦ προσβολῶν τοὺς ταύτῃ παροικοῦντας, τὴν εὐσεβῆ ὁμήγυριν, Κύριον ὑμνοῦν­τας καὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.
Ῥεόντων τὸ ἄστατον γνωρίσας, ἀπεῤ­ῥάγης ὢν νέος ἐκ τοῦ κόσμου· σπουδῇ σοφὲ τῆς ἔξωθεν σοφίας, τ᾿ ἄριστα ἐκ­λέγων, γέγονας δοχεῖον, Θεοῦ ἡγια­σμένον.
         Θεοτοκίον.
Ὢ φρικτοῦ, Ἰησοῦ μου μυστηρίου! ἐν γαστρὶ πῶς οἰκεῖς, Ἀχώρητος ὢν φύσει; πῶς τὴν ἐμὴν ἀτρέπτως σὰρκα ἔλαβες, ἣν θεοῖς δι᾿ οἶκτον; πῶς δὲ τὴν τεκοῦ­σαν ἁγνεύουσαν φυλάττεις;
          Κα­τα­βα­σία.
          Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον.
Ἀστέ­κτῳ πυ­ρὶ ἐνω­θέν­τες, οἱ θε­ο­σε­βεί­ας προ­ε­στῶ­τες Νε­α­νί­αι· τῇ φλο­γὶ δὲ μὴ λω­βη­θέν­τες, θεῖ­ον ὕμνον ἔμελ­πον· Εὐ­λο­γεῖ­τε πάν­τα τὰ ἔρ­γα τὸν Κύ­ρι­ον, καὶ ὑπε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.
ᾨδὴ θ´. Τῆς Θε­ο­τό­κου. Ὁ Εἱρ­μός.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Ἱλέῳ ὄμ­μα­τί σου, ἴδε τὴν ψυ­χήν μου, τὴν τε­θλιμ­μέ­νην πολ­λοῖς ἁμαρ­τή­μα­σι, Πα­ρα­μυ­θία Παρ­θέ­νε, καὶ δός μοι ἴα­σιν.
Μα­νί­ας τοῦ δο­λί­ου, ρῦ­σαί με Παρ­θέ­νε, καὶ συ­νο­χῆς πο­νη­ρᾶς τε καὶ θλί­ψε­ως, ὡς πα­ρα­μύ­θι­ον πάν­των καὶ κα­τα­φύ­γι­ον.
Οὐ­ρά­νω­σον τὸν νοῦν μου, ἔρω­τι τῷ θείῳ, καὶ γε­η­ρῶν θλι­βε­ρῶν με ἀπάλ­λα­ξον, Πα­ρα­μυ­θία Παρ­θέ­νε, ἵνα δο­ξά­ζω σε.
Ὑμνῶν ἀδι­α­λεί­πτως, τὴν σὴν εὐ­σπλαγ­χνί­αν, Πα­ρα­μυ­θία Παρ­θέ­νε κραυ­γά­ζω σοι· ῥύ­ου με πά­σης ἀνί­ας τοῦ πα­να­λά­στο­ρος.
 
        Τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἱκέτευε τρισμάκαρ τῆς σῆς Μονῆς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ σεβαστόν, μένειν ἡνωμένον καὶ εὐλαβές, καὶ τὴν ὀρθὴν παράδοσιν, ἥνπερ σὺ ἐχάραξας ἐν αὐτῇ, φυλάσσειν ἄχρι τέλους, Μάξιμε θεοφόρε Βατοπαιδίου ἐγκαλλώπισμα.
Ὡραῖός σου ὁ βίος καὶ ἡ σεπτή, ἣν ἐτέ­λεσας Μάξιμε ἔνθεος, ἀποστολή, ὡς ἱεροκῆρυξ καὶ φωτιστής, τῆς ἀχανοῦς Ῥωσσίδος γῆς, σκότει ἀγνωσίας καὶ μαρασμῷ, ἣν ἔστρεψας εὐχαῖς σου, ὀρθῶν δογμάτων πίστιν καὶ τῶν ἠθῶν πρὸς ἐπανόρθωσιν.
Συνέσει καὶ σοφίᾳ πνευματικῇ, ἀνεδεί­χθης διδάσκαλος ἄριστος, θεολογῶν, καὶ Λατίνων θραύων δεινὴν ὀφρύν· τὰ δὲ πατέρων δόγματα, ῥώμῃ ἀνεκήρυξας καὶ σπουδῇ, τοῦ βίου μαρτυροῦντος· καὶ τῇ ὁμολογίᾳ, ἡ τελευτή σου ἐστεφάνωται.
Ἡδύνεται αἰσίως ἡ σὴ Μονή, ὡς στε­φάνους αὑτῆς τέκνα φέρουσα, περιχα­ρῶς, Μάξιμε, τὸν Σάββαν τὸν θαυμα­στόν, καὶ τὸν κλεινὸν Εὐθύμιον σὺν τῇ δωδεκάδι τῶν Ἀθλητῶν, Γεννάδιον Κο­σμᾶν τε, Ἀγάπιον τὸν πάνυ, σὺν Νικοδή­μῳ καὶ Νεόφυτον.
         Θεοτοκίον.
Φθαρεῖσαν τὴν ψυχήν μου κλαίω πικρῶς· ἡ τεκοῦσα Θεὸν ὑπεράγαθον ὡς συμπαθής, ἴασαι καὶ λύτρωσαι τῶν ἀεί, κολα­φιζόντων ἄχραντε, καὶ ἐπεμ­βαινόντων μοι δυσμενῶν, σῳ­ζό­με­νός σε ὅπως, προθύμως μεγαλύνω, τῆς σω­τηρίας μου τὴν πρό­ξενον.
Κα­τα­βα­σία.
Θε­ο­τό­κε ἡ ἐλ­πίς, πάν­των τῶν Χρι­στι­α­νῶν, σκέ­πε, φρού­ρει, φύ­λατ­τε τοὺς ἐλ­πί­ζον­τας εἰς σέ.
Ἐν νό­μῳ σκιᾷ καὶ γράμ­μα­τι, τύ­πον κα­τί­δω­μεν οἱ πι­στοί· πᾶν ἄρ­σεν τὸ τὴν μή­τραν δι­α­νοῖ­γον, Ἅγι­ον Θεῷ· διὸ πρω­τό­το­κον Λό­γον Πα­τρὸς ἀνάρ­­­χου Υἱ­όν, πρω­το­το­κού­με­νον μη­τρὶ ἀ­πει­ράν­δρῳ με­γα­λύ­νο­μεν.
 
Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος  β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Βατοπαιδίου σκίρτα νῦν, σὺν Ὄρει τῷ Ἁγίῳ, Θεὸς γάρ σοι προβάλλεται, ὡς στέφανους σὰ τέκνα, Μάξιμον θεολόγον, οὗ τὴν μνήμην τιμῶμεν, καὶ σὺν αὐτῷ τοὺς ἅπαντας, μάρτυρας καὶ ὁσίους, σὺν ἀσκηταῖς, εἰς περίχωρόν σου στήσαντας πάλην, καὶ τὸν ἐχθρὸν αἰσχύναντας, χάριτι τῆς Πανάγνου.
Θεοτοκίον.
Τιμιωτέρα πέφυκας, Χερουβεὶμ τῶν ἐνδόξων, καὶ Σεραφεὶμ πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν ἁγίων Ἀγγέλων, ἁγιωτέρα πάναγνε· τὸν γὰρ κτίστην τῶν ὅλων σωματικῶς, ἀπορρήτως τέτοκας Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.
 
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες τὸ α΄. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
            Χαίροις τῆς ἱερᾶς σου Μονῆς, στέφα­νος ὄντως ἔπαινός τε καὶ καύχημα, καὶ θεία παραμυθία, τῶν ἐν αὐτῇ μαθη­τῶν, οὓς διδάσκεις πάτερ ἐκ τοῦ βίου σου, συνέσει κο­σμού­μενος, ἀρετῶν καταγώγιον· πρᾷος τῷ ὄντι, καὶ εὐθὺς τὴν προ­αίρεσιν, τοῖς αἰτοῦσί σε, τὰ σωτήρια ἔλεγες. Μάξιμε καρτερώ­τατε, οὐράνιε ἄνθρωπε, ὀρθοδοξίας ὁ στῦλος, τῶν εὐσεβῶν κήρυξ γέγονας, παιδεύων διδάσκων, καὶ πρὸς θείαν πολιτείαν τού­τους ὡδήγησας. (Δὶς).
Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόν­τως τῶν παθῶν αὐτοκράτορα, ἐπέβης ἀνεπιστρέπτῳ, τῇ προαιρέσει ὀρθῶς, θείᾳ θεωρίᾳ διὰ πράξεως, θεολόγος θεόληπτος, μυστογράφος σοφώτατος, πύρινος γλῶσσα, τὰς αἱρέσεις φλογί­ζουσα, ὥσπερ μάχαιρα ὀξυτάτη καὶ δίστομος, πλάνας τὰς ἐκ τῆς Δύσεως, ἀνέτρεψας λόγοις σου, Μάξιμε θείων δογμάτων, ἡ ἀκριβὴς ἀναστήλωσις· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
            Χαίροις  τὸ  τῆς  σοφίας  σεπτόν,  καὶ  Θείου  Πνεύματος ἁγνὸν  καταγώγιον,    κλῖμαξ  ἣν  εἶδε  τότε,    Ἰακὼβ ἀρετῶν, ἃς ἐκτήσω πάτερ ἱερώτατε· Ἀγάπην τὴν κρείττονα, πρὸς Θεὸν συνεπλήρω­σας, καὶ τὸν πλησίον, πρὸ σαυτοῦ σὺ τετίμηκας, τοῖς ποθοῦσι δὲ τὸν Χριστὸν πόθῳ ἔδειξας, Μάξιμε ἱερώτατε, φωτί­ζων τοῖς λόγοις σου, τὰς ἐκκλησίας στηρίζων, καὶ τῶν ἠθῶν τὴν ὀρθότητα, σφραγίσας τοῖς πόνοις, ὡς ἀπό­στολός τις ἄλλος, τὴν μαρτυρίαν σου.
         Δόξα. Ἦχος πλ. δ´.
        Τὸ  κατ᾿  εἰκόνα  τηρήσας  ἀκέραιον, Μάξιμε πάτερ, πρὸς τὸ καθ᾿   ὁμοίωσιν, δ᾿  ὡς   δυνατὸν  προσπελάσας, υἱὸς  Θεοῦ πρε­πόντως κεκλήρωσαι. Τῆς γὰρ φωνῆς Κυρίου, τοῦ Θεοῦ ἐπα­κούσας· «στήριξον τὸν ἀδελφόν σου», οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς. Τῆς δὲ κρείττονος ὁδοῦ, τὸ πέρας ἐκπλη­ρώσας, τοῖς βορείοις ἀπεδήμησας λα­οῖς, σκότει ἀγνωσίας καὶ ἀχλύει αἱρέ­σε­ων πεπλανημένοις· οὓς διδάσκων καὶ φωτίζων ἐπέστρεψας, πρὸς νομὰς σωτηρίους· φθόνῳ δὲ τοῦ ἐχθροῦ δια­συρείς, φυλα­καῖς πολυετὴς ἐκαρτέρη­σας, σφραγίσας σου τὸ ἔργον δι᾿ ὁμο­λογίας· καὶ νῦν ἐν οὐρανοῖς, τῶν πό­νων σου τὰ ἔπαθλα κομι­ζόμενος, μνή­σθητι καὶ ἡμῶν, τῶν εὐφημούντων σε.
         Καὶ νῦν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
 
          Δοξολογία Μεγάλη, τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου, ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.

          ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
         Ψάλλονται τὰ Τυ­πι­κά καὶ οἱ Μα­κα­ρι­σμοὶ και ἐκ τοῦ Κα­νό­νος τοῦ Ἁγί­ου ᾠδὴ γ΄ καὶ ϛ΄.
        Ἀπολυτίκιον τοῦ Ἁγί­ου. Ἦχος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.
Ἀσκή­σει τὸ πρό­τε­ρον, παι­δα­γω­γή­σας σαυ­τόν, ἐν ὄρει τοῦ Ἄθω­νος, καὶ νε­κρω­θεὶς τῷ Θεῷ, τὸν κό­σμον κα­τέ­λα­βες· μέ­γας φα­νείς παμ­μα­καρ ἰσα­πό­στο­λος νέ­ος, ἔστρε­ψας πλα­νω­μέ­νους εἰς ὁδοὺς τοῦ Κυ­ρί­ου, διὸ θε­ό­φρον Μά­ξι­με, ἡμῶν μνη­μό­νευε.
        Κον­τά­κι­ον τοῦ Ἁγί­ου. Ἦχος πλ. δ´. Τῇ Ὑπερ­μά­χῳ.
Βα­το­παι­δί­ου τῆς Μο­νῆς τὸ θεῖ­ον βλά­στη­μα, καὶ μο­να­στῶν τὸ ἱε­ρώ­τα­τον ἐν­τρύ­φη­μα, θεῖ­ον Μά­ξι­μον, πρε­πόν­τως ἀνευ­φη­μοῦ­μεν· ἐν ἀσκή­σει γὰρ τὸ πρό­τε­ρον δι­έ­πρε­ψε, καὶ Ἀπό­στο­λος ὡς ἄλ­λος ἔθνη ἔσω­σε· διὸ κρά­ζο­μεν· Χαί­ροις πά­τερ ἱε­ρώ­τα­τε.
        Τέλος Κον­τά­κι­ον, τῆς Ὑπαπαντῆς. Ἦχος α´.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συ­με­ὼν εὐ­λογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θε­ός· Ἀλλ᾿ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βα­σι­λεῖς οὓς ἠγάπη­σας, ὁ μόνος φιλάνθρωπος.
 
        Ἀπο­στο­λοευαγγέ­λιον τοῦ Ἁγίου ζήτει κα´ Ἰανουαρίου.
        Μεγαλυνά­ρι­ον τοῦ Ἁγί­ου.
Χαίροις ἡ Μεγίστη καὶ Ἱερά, τοῦ Βατοπαιδίου, ἡ Μονὴ ἡ θεοφιλής, ὅτι πρὸς τοῖς ἄλλοις, υἱοῖς σου νῦν κα­τέ­χεις, τὸν Μάξιμον τὸν Μέγαν, ὃν με­γα­λύνομεν.
 
        Κοι­νω­νι­κόν· Εἰς μνημόσυνον...
 

 
 
 
 
Ἅγιος Μάξιμος ὁ Βατοπαιδινὸς

 

 

 

 

 

 

 

 

 

 

 

 


 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου