Ψαλλομένη τῇ 21η Ἰανουαρίου
Ποίημα Γέροντος Ἰωσήφ Μοναχοῦ, Βατοπεδινοῦ
Ποίημα Γέροντος Ἰωσήφ Μοναχοῦ, Βατοπεδινοῦ
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
Εἰ τύχοι ἡ μνήμη τοῦ Ἁγίου ἐν ἡμέρᾳ Κυριακῇ,
συμψάλλεται ἡ Ἀκολουθία αὐτοῦ μετὰ τῶν Ἀναστασίμων, ὡς ἑξῆς:
Εἰς τὸν Μέγαν Ἑσπερινὸν
ψάλλεται ἡ α΄ στάσις τοῦ «Μακάριος ἀνήρ» καὶ ἀναγινώσκεται ὑπόλοιπον Α΄ Κάθισμα
χύμα. Εἰς τὸ Κύριε Ἐκέκραξα ἱστῶμεν δέκα στίχους: δ´ Ἀναστάσιμα καὶ ϛ´ τοῦ
Ἁγίου. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν· τὸ Δογματικὸν τοῦ τυχόντος ἤχου. Εἴσοδος, τὸ
προκείμενον τῆς ἡμέρας, τὰ Ἀναγνώσματα τοῦ Ἁγίου καὶ ἡ Λιτὴ ὡς ἔχουν. Δόξα,
τοῦ Ἁγίου. Καὶ νῦν, τὸ β´ Θεοτοκίον ἐκ τῆς Ὀκτωήχου. Εἰς τὰ Ἀπόστιχα ἓν Ἀναστάσιμον
Στιχηρὸν τοῦ τυχόντος ἤχου καὶ τὰ Προσόμοια τοῦ Ἁγίου. Δόξα, τοῦ Ἁγίου. Καὶ
νῦν, Θεοτοκίον. Ἀπολυτίκιον Ἀναστάσιμον· Δόξα, τοῦ Ἁγίου· Καὶ νῦν,
Θεοτοκίον.
Εἰς τὸ Θεὸς Κύριος, Ἀπολυτίκιον Ἀναστάσιμον
δίς· Δόξα, τοῦ Ἁγίου· Καὶ νῦν, Θεοτοκίον. Καθίσματα εἰς τὴν α´ Στιχολογίαν
τὰ Ἀναστάσιμα. Εἰς τὴν β´ Στιχολογίαν Καθίσματα τοῦ Ἁγίου. Πολυέλεος καὶ
τὰ Εὐλογητάρια. Μετὰ τὴν αἴτησιν, Ὑπακοή, Καθίσματα τοῦ Ἁγίου, οἱ Ἀναβαθμοὶ
τοῦ τυχόντος ἤχου καὶ τὰ λοιπὰ ὡς συνήθως τῆς Κυριακῆς. Κανόνες: ὁ Ἀναστάσιμος
εἰς ϛ´ (μετὰ τῶν δύο τῆς Θεοτόκου) καὶ τοῦ Ἁγίου εἰς η´. Καταβασίαι: «Χέρσον
ἀβυσσοτόκον». Ἀπὸ γ´ ᾠδῆς: Κοντάκιον καὶ Οἶκον Ἀναστάσιμα (χύμα). Εἶτα
Καθίσματα τοῦ Ἁγίου. Ἀφ᾿ ϛ´ ᾠδῆς Κοντάκιον καὶ Οἶκον τοῦ Ἁγίου. Μετὰ τό, Ἅγιος
Κύριος, ὁ Θεὸς ἡμῶν... Ἐξαποστειλάριον Ἀναστάσιμον, τοῦ τυχόντος ἑωθινοῦ.
Εἶτα, τὰ Ἐξαποστειλάρια τοῦ Ἁγίου ὡς ἔχουν. Εἰς τοὺς Αἴνους: δ´ Ἀναστάσιμα,
καὶ δ´ τοῦ Ἁγίου μετὰ τῶν ἁρμοδίων στίχων (βλ. εἰς τὰ ἀπόστιχα). Δόξα, τοῦ
Ἁγίου.. Καὶ νῦν, Ὑπερευλογημένη. Δοξολογία Μεγάλη, καὶ μετ᾿ αὐτὴν τὸ Ἀναστάσιμον
Τροπάριον. Τὸ Ἑωθινὸν λέγεται εἰς τὸ τέλος τοῦ Ὄρθρου.
Εἰς τὴν Λειτουργίαν οἱ Μακαρισμοὶ εἰς ιβ´:
Ἀναστάσιμα τοῦ ἤχου εἰς δ´ καὶ τοῦ Ἁγίου ᾠδὴ γ΄ καὶ ϛ΄ εἰς η´. Ἀπολυτίκια:
Ἀναστάσιμον δίς, τοῦ Ἁγίου, καὶ τὰ συνήθη· Εἶτα· Ὑπακοή, Κοντάκιον τοῦ Ἁγίου
καὶ τέλος «Ὁ μήτραν παρθενικήν». Προκείμενον καὶ Ἀλληλούϊα τοῦ Ἤχου.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Κυριακῆς καὶ τοῦ Ὁσίου. Κοινωνικόν: «Αἰνεῖτε τὸν
Κύριον...» καὶ «Εἰς μνημόσυνον ...». Εἰς τὴν εὐλόγησιν τῶν Κολλύβων Ἀπολυτίκον
καὶ Κοντάκιον τοῦ Ἁγίου καὶ «Τῇ πρεσβείᾳ Κύριε». Εἰς τὴν Τράπεζαν τὰ Ἀναστάσιμα
καὶ τοῦ Ἁγίου.
Εἰ δὲ τύχει ἐν ἄλλῃ ἡμέρᾳ, ἀκολουθοῦμεν
τὴν διάταξιν ὡς φαίνεται κάτωθι.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ "Κύριε ἐκέκραξα" ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ ἀσκήσει τὸ πρότερον,
τῇ ἀθλήσει τὸ δεύτερον, τῇ προθέσει γέγονας
μάρτυς Μάξιμε, ἐν διωγμοῖς ταπεινούμε
νος, βαστάζων ἐπ᾿ ὤμων σου, τὸν
σταυρὸν καὶ ὁδηγῶν, τοὺς λαοὺς πρὸς μετάνοιαν καὶ εὐσέβειαν· τῆς σεπτῆς
Ἐκκλησίας κόσμος ὤφθης, ἀπονέμων σαῖς πρεσβείαις, τὸν ἱλασμὸν τοῖς τιμῶσί σε.
Τῇ τοῦ Πνεύματος χάριτι, ἐλλαμφθεὶς τὴν
διάνοιαν, τὰ γεώδη ἅπαντα κατεφρόνησας, καὶ περιὼν ἐξεπαίδευσας, λαοὺς πρὸς
εὐσέβειαν, θεολόγῳ διδαχῇ, καὶ τῷ ἔργῳ πατὴρ ἡμῶν, θείᾳ χάριτι, ποδηγῶν πρὸς
Χριστὸν πιστῶν τὰ πλήθη, ὁδηγὸς κανὼν καὶ τύπος, καὶ πρεσβευτὴς ἐχρημάτισας.
Τὸ
τοῦ Ἄθωνος βλάστημα, καὶ Μονῆς σου ἐντρύφημα, συνελθόντες ἅπαντες σὲ γεραίρομεν,
ὡς ἀριστέα πανθαύμαστον, ὡς ἄλλον ἀπόστολον ὡς φωτίσαντα λαούς, ἀληθείας
ὑπέρμαχον, ὡς κρατύναντα, εὐσεβείας τὰ δόγματα σπουδῇ σου· καὶ πρεσβεύεις τῇ
Μονῇ σου, τὰ σωτηρίας ἐχόμενα.
Προσόμοια ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πλήρης γενναίου φρονήματος, τῆς σῆς
Μονῆς ἀποστάς, τὸν πλησίον ἐζήτησας, ἄλλος ὡς ἀπόστολος, εὐσεβείας ὑπέρμαχος,
θυμὸν μισούντων οὐκ ἐδειλίασας, εἰρκτῇ καὶ πόνοις οὐ κατενάρκησας· ὢ τῆς
ἀνδρείας σου, Μάξιμε πανόλβιε! διὸ ἡμεῖς, πάντες σὲ γεραίρομεν καὶ
μακαρίζομεν.
Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον,
καὶ τῶν φθονούντων ποινάς, ὑπομείνας πραότατα, τὰ τῆς νίκης γέρα σοι,
ἐκομίσω μακάριε, τῆς σῆς προθέσεως οὐ διήμαρτες, πεπλανημένους λαοὺς ἐφώτισας,
θείαν ἐπίγνωσιν, βίου τὴν ὀρθότητα ποδηγετῶν, μάρτυς τὴν προαίρεσιν, Μάξιμε
γέγονας.
Πᾶσαν ὑπερβὰς
προσπάθειαν, διὰ τὴν μείζω πασῶν, ἀρετῶν καὶ ἀκρότητα, Μάξιμε
μακάριε, ἐν δεσμοῖς ἐκαρτέρησας, ἀμνησικάκως ὡς ὁ Δεσπότης σου, τῶν διωκτῶν
σου ὑπερευχόμενος, τούτων μετέβαλες, τὴν πρὸς σὲ διάθεσιν, μακροθυμῶν· ὅθεν
τοὺς τιμώντας σου τὴν μνήμην φύλαττε.
Δόξα. Ἦχος πλ. δ΄.
Συνέλθωμεν ἐν ᾄσμασι σήμερον ἡμεῖς,
ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ ἡμῶν πατρός, καὶ ἰσαποστόλου, Μαξίμου
τοῦ θεόφρονος. Οὗτος γὰρ
οἰκονομήσας ἀρίστως, τὸ δοθὲν αὐτῷ τάλαντον, ἐμέρισε πανσόφως ὡς πιστὸς
οἰκονόμος. Πάντα γὰρ καταλιπών, τὸν τοῦ Κυρίου Σταυρὸν ἀράμενος, καὶ τῷ περιβλέπτῳ
Ἄθωνι φοιτήσας, ἔξω σαρκὸς καὶ κόσμου ἐγένετο· τὸν πλησίον δὲ ὡς εἰκὸς
ἀγαπήσας, τῇ οἰκουμένῃ ἐπέδωκεν ἑαυτὸν καὶ πεπλανημένους λαούς, τοῖς
θεοφθόγγοις αὐτοῦ λόγοις στηρίξας, φθόνῳ τοῦ ἐχθροῦ διωγμοῖς καὶ θλίψεσιν
ἐνήθλησεν· ὅθεν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει ὑπὲρ
ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν. Ὁ αὐτός.
Ὁ Βασιλεὺς τῶν ουρανῶν, διὰ
φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς
ανθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ
ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’
οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ, γ 1).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μη ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται.
Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ. ε΄ 15. Κεφ. στ΄ 1).
Δίκαιοι εἰς τὸν αἰῶνα
ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τους παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα ( Κεφ. δ΄ 7).
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Πρῶτον τὸ Ἱδιόμελον τοῦ Ναοῦ. Καὶ εἶτα, τὰ παρόντα τοῦ Ἁγίου
Μαξίμου. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ,
Βατοπαιδίου ἡ μάνδρα, ἀβρυνομένη τοῖς ἱδρῶσι καὶ παλαίσμασι τοῦ εὐκλεοῦς
βλαστοῦ σου, Μαξίμου τοῦ παμμάκαρος, σὺν πάσαις ταῖς πόλεσι, ἃς λόγῳ
τῷ σωτηρίῳ ἐφώτισε· καὶ σὺ σκίρτα καὶ χόρευε, ἡ ἐν Ῥωσσίᾳ Ἐκκλησία τοῦ
Θεοῦ, τοιοῦτον ὁδηγὸν πλουτήσασα, καὶ θεοειδῆ διδάσκαλον, ἀσφαλῶς
σε ὁδηγοῦντα, πρὸς σωτηρίους νομάς. Πάντες οὖν κατὰ χρέος τὴν μνήμην
αὐτοῦ ἑορτάζοντες, τῷ Σωτῆρι βοήσωμεν· Φιλάνθρωπε Κύριε, ταῖς τοῦ
σοῦ Ὁσίου θεράποντος πρεσβείαις, δίδου ἡμῖν τὰ ἐλέη σου καὶ σῶσον ἡμᾶς.
Ἦχος β´.
Ἐξ ἀσκητικῶν ἱδρώτων,
πρὸς Ἀποστολικοὺς ἀπεδύσω ἀγῶνας, ἐν θεολήπτῳ ψυχῇ, καὶ ῥοπῇ τῇ ἄνωθεν,
θεηγόρε πάτερ Μάξιμε· τῆς ἀληθοῦς γὰρ σοφίας, μύστης γενόμενος, δοκησισόφων
φληναφήματα, καὶ αἱρετικῶν γλωσσαλγίας, τῷ σῷ λόγῳ διήλεγξας καὶ
πόῤῥω ταῦτα ἀπέῤῥιψας, τοῦ εὐσεβοῦς πληρώματος. Διὸ Χριστὸς ὁ Κύριος
τοὺς σοὺς καμάτους δεξάμενος, περιφανῶς σε ἐδόξασε, καὶ τῆς αὐτοῦ βασιλείας
κληρονόμον ἀνέδειξεν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς αὐτὸν πρεσβείαις
σου.
Ἦχος δ´.
Τῆς κεκρυμμένης ἐν
Χριστῷ ζωῆς, καρποφορῶν τὴν λαμπρότητα τοὺς ποικίλους πειρασμοὺς
καὶ θλίψεις καὶ βασάνους, ἀνενδότως ἤνεγκας, θεοφόρε πάτερ Μάξιμε·
δι᾿ ὧν ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, ὑπὲρ ἥλιον ἔλαμψας, καὶ τῶν παθῶν
τοῦ Σωτῆρος, σύμμορφος γέγονας· καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶν
καὶ τῷ τῆς ὁμολογίας στεφάνῳ λαμπρῶς πεποικιλμένος, ἀδιαλείπτως
πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β´.
Τὸν ἐν σοφίᾳ περιφανῆ,
καὶ ἐν ἱεροῖς ἀγῶσιν ἀριστεύσαντα, Μάξιμον τὸν φερωνύμως μέγαν, πᾶς
ὁ τοῦ Θεοῦ λαὸς καὶ ἐξαιρέτως ὁ Ἄθως, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· οὗτος
γὰρ κατὰ Παῦλον, ὡς αὐτοῦ ζηλωτής, ἐν κόποις καὶ θλίψεσιν ὑπερβαλλώντως,
καὶ ἐν φυλακαῖς περισσοτέρως, ὑπὲρ τῆς εὐσεβείας δοκιμαζόμενος,
τὴν ζωὴν διελήλυθε· καὶ νῦν μακαρίων ἐπάθλων κατατρυφῶν, καὶ θέσει
θεούμενος, αἰτεῖται πᾶσιν ἡμῖν πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ
ἡ ἄμπελος ἡ ἀληθινή,
ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὶ ἱκετεύομεν· Πρέσβευε
Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Τῇ φιλοσόφῳ
σπουδῇ σου, τὸν ἔξω ἄνθρωπον, ἐπλούτησας θεόφρον, καὶ ἀσκήσει τὴν χάριν, τῶν θείων ἀποστόλων ἔνδον
λαβών, Ἐκκλησίας τὸ πλήρωμα, ταῖς διδαχαῖς σου, στηρίξας ἀθλητικῶς, ταύτας
Μάξιμε ἐσφράγησας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὴν τῶν Πατέρων
ζηλώσας, θείαν παράδοσιν, πράξει
καὶ θεωρίᾳ τὸν σὸν βίον τυπώσας, ἐσφράγισας ἀγάπῃ λαοὺς νουθετῶν, καὶ
Ἐκκλησίας τὰ δόγματα, τῇ θεολόγῳ σου γλώσσῃ ἐπικροτῶν,
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Τοῦ Βαπτιστοῦ
σὺ τὸν ζῆλον, ἐκμιμησάμενος,
μετάνοιαν διδάσκεις τοῖς λαοῖς θεῖε
πάτερ, πλὴν φθόνῳ τῶν κρατούντων διαβληθείς, τῇ εἰρκτῇ κατακέκλεισαι,
χρόνοις τριάκοντα Μάξιμε καὶ εὐχαῖς, ἐπεσφράγησας τὸν βίον σου.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε πάτερ, τοῦ Παρακλήτου
φωτὶ ἐλλαμφθείς, ποταμοὺς ὑδάτων ζωῆς ἀνέβλυσας, καὶ διψῶντας λαοὺς ἐνδείᾳ τηκομένους,
εἰς λειμῶνας ζῶντας μετέβαλες· τὰ ἤθη δὲ τούτων ἀναπλάσας, λαὸν Κυρίου
τούτους ἀπετέλεσας. Ἀποστόλων καὶ μαρτύρων κοινωνήσας τοῖς ἄθλοις, ὁμολογίᾳ
τὸν βίον σου ἐσφράγισας, καὶ νῦν ἐν οὐρανοῖς τοὺς μισθοὺς ἀπολαύων, μέμνησο
καὶ ἡμῶν Μάξιμε πανθαύμαστε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ Λυτρωτής
μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί
τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τό, Χαῖρε, τοῦ Ἀγγέλου· Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ἀσκήσει τὸ πρότερον,
παιδαγωγήσας σαυτόν, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ νεκρωθεὶς τῷ Θεῷ, τὸν κόσμον
κατέλαβες· μέγας φανεὶς παμμακαρ ἰσαπόστολος νέος, ἔστρεψας πλανωμένους εἰς
ὁδοὺς τοῦ Κυρίου, διὸ θεόφρον Μάξιμε, ἡμῶν μνημόνευε.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος
ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόλε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν
καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς
ἡμῶν.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Εἰς τὸ «Θεὸς Κύριος» τὰ Ἀπολυτίκιον τοῦ Ἁγίου δίς καὶ εἶτα τὸ
Θεοτοκίον.
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ
λόγον.
Ὡς πολύτιμον κόσμον ἡ σὴ Μονή, τὴν ὁσίαν σου μνήμην καταπλουτεῖ,
τιμῶσα τοὺς ἄθλους σου, τὰς ἐντὸς καὶ ἐκτὸς
καὶ ἐκτὸς αὐτῆς, σωτηρίαν κόσμῳ, ἀεὶ μεταδίδοντας, καὶ καρδίας πάντων,
πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν
γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες· τῆς Μονῆς σου ἀγλάϊσμα, πρέσβευε τῷ μόνῳ
Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δοθῆναι ἡμῖν τοῖς ἑορτάζουσι πόθῳ τοὺς θείους
ἀγῶνας σου.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν εἰκόνα σου Δέσποινα τὴν σεπτήν, Βηματάρισσαν πόθῳωοἱ ταπεινοὶ, τιμῶμεν
δοξάζοντες, τὸν πανάγιον τόκον σου, τῶν πονηρῶν δαιμόνων, τὸν πόλεμον
ἄμβλυνον, καὶ ἀπαθείας αἴγλῃ ἡμᾶς χειραγώγησον, τὰς μεμολυσμένας τῆς καρδίας
ἐννοίας, ῥοαῖς κατανύξεως καὶ δακρύων ἀπόπλυνον, ἵνα πόθῳ σοὶ κράζομεν·
πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, σὲ γὰρ μόνην
πλουτοῦμεν, βεβαίαν ἀντίληψιν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὑπετάγης τῷ
Θεῷ, καὶ ὑπετάγη σοι σοφέ, σαρκὸς τὰ
πάθη καὶ ὁ νοῦς, τῆς
ἀπαθείας τῷ φωτί, τῇ θεωρίᾳ τοῦ κρείττονος κατελάμθη· σοφίᾳ παιδευθείς, τὰ
θεῖα πάσχων λαλεῖς, καὶ γέγονας ποιμήν, σώζων ἐκ πλάνης λαοὺς, πνεύματος θείου
ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μάξιμε θεῖε, τῶν σὲ τιμώντων,
μέμνησο παμμακάριστε.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἀπειρόγαμε
Ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί; τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί; φράσον ἡμῖν
τὸν λόγον τοῦ μυστηρίου σου· πανάληθες ἐστί· τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι
ἐρευνῶν τὸ ἀκατάληπτον· ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου
λοχείας μου· νικᾷ γὰρ τοῦτο, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δεσμοῖς προσωμίλησας,
καὶ φυλακαῖς ζοφεραῖς, ὡς φύλαξ καὶ πρόβολος, τῶν Ὀρθοδόξων θεσμῶν,
θεόσοφε Μάξιμε· ὅθεν καὶ μαρτυρίου, τὸν ἀγῶνα ἀνύσας, ὤφθης Ὁσιομάρτυς,
εὐκλεὴς τοῦ Σωτῆρος, αἰτούμενος ἡμῖν, φῶς θεῖον καὶ ἔλεος.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐχθροῖς
παρατάχθητι, τοῖς πολεμοῦσιν ἡμῖν, δεινῶς γὰρ ἐπέβησαν, τῇ κληρουχίᾳ τῇ σῇ,
Μαρία Παντάνασσα· ὄλεσον αὐτοχείρως, τῶν βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν
σου φιλοπόλεμα ἔθνη, τῷ θείῳ σου νεύματι τούτων ἀπάλλαξον.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς
αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν (βλ. στ΄ Δεκεμβρίου).
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τὸ τῆς Μονῆς ἡμῶν θρέμμα,
Μάξιμον τὸν Ἱερώτατον, τὸν διπλῆν τὴν χάριν λαβόντα, Ὁσίου καὶ διδασκάλου·
τὸν τῇ ὁμολογίᾳ τὸν βίον σφραγίσαντα, ἐπαινέσωμεν σήμερον φιλέορτοι.
Ὃς καὶ πρεσβεύει, σὺν τοῖς λοιποῖς ἡμῶν Πατρᾶσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν
τῆς Θεοτόκου Παραμυθίας. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
ᾨδὴ
α´.Ἦχος
πλ. δ´. Ὁ Εἱρμός.
Ὑγρὰν
διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης
ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Συμπάθειαν ἔχουσα μητρικήν, ἐπόμβρησον πᾶσι, οἰκτιρμῶν σου τὸν γλυκασμόν,
ὡς παραμυθία ἡμῶν Κόρη, ἵνα ῥυσθῶμεν πικρᾶς καταθλίψεως.
Πηγὴ συμπαθείας τῆς θεϊκῆς, Κεχαριτωμένη,
παραμύθησαι μυστικῶς, ἡμῶν τὰς καρδίας Θεοτόκε, ἵνα ρυσθῶμεν βελῶν
τοῦ ἀλάστορος.
Ὑψίστου ἀνάκτορον παμφαές, φωτὶ τῷ
ἀΰλῳ, διασκέδασον ὁλικῶς, δεινῆς ἀθυμίας μου τὸ σκότος, Παραμυθία
ἡμῶν καὶ παράκλησις.
Ῥανῖσι τῶν θείων σου δωρεῶν, Εἰκών
σου ἡ θεία, καταρδεύει πάντας ἡμᾶς, τοὺς πίστει αὐτῇ προσερχομένους,
Παραμυθία τῇ σῇ ἀγαθότητι.
Ὁ Κανὼν τοῦ Ἁγίου Μαξίμου, οὗ ἡ ἀκροστιχίς: «ΒΑΤΟΠΑΙΔΙΟΥ ΜΑΞΙΜΟΝ ΚΛΕΙΝΟΝ ΓΕΡΑΙΡΩ. ΙΩΣΗΦ».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄.
Ἁρματηλάτην Φαραώ.
Βεβαρημένον τοῖς
πολλοῖς μου πταίσμασι, τὸν νοῦν Φιλάνθρωπε, φώτισον καὶ λῦσον, τὴν ἐμὴν
διάνοιαν, ὅπως ὑμνήσω Μάξιμον, τὸν σὸν δοῦλον ἀξίως, καὶ τὸν αὐτοῦ μέγαν
ἔπαινον, πλέξω εὐφροσύνως γηθόμενος.
Ἁρματηλάτην τὸν ἐχθρὸν
κατέτρωσε, τὸν νοητὸν Φαραώ, νεανικῶς τοῦτον, ἄρδην ἐξεφαύλισε· τὴν γὰρ ἠθῶν σεμνότητα,
τοὺς λαοὺς κατηχήσας, τῆς εὐσεβείας τοῖς δόγμασι, Μάξιμος ὁ θεῖος ἐπαίδευσε.
Ταῖς φωτοβόλοις ἀρεταῖς
κοσμούμενος, ὡς πανοπλίαν Χριστοῦ, ὁλολαμπὴς ἄλλος, ἀνεφάνης ἥλιος, καταφωτίζων
ὅσιε, τοὺς λαοὺς διδαχαῖς σου, καὶ τῶν αἱρέσεων πρόῤῥιζον, πᾶσαν τὴν ἀπάτην
ἀνέσπασας.
Οἱ τῆς Μονῆς σου
ἀδελφοὶ τιμῶσί σου, τὴν μνήμην Μάξιμε, καὶ ἐνθέου βίου, τρόπαια κηρύττουσι, καὶ
τὴν ἀνδρείαν κάθειρξιν· ἐν φυλακῇ γὰρ ζοφώδῃ, δεκαετὴς ἤνυσας, ὥσπερ τις Ἰὼβ
καρτερώτατε.
Θεοτοκίον.
Πρὸς σὲ τὴν σπλάγχνοις
δεξαμένην Ἄχραντε, τὸ πῦρ τὸ ἄστεκτον, νῦν ἐκβοῶ πίστει, τῆς γεέννης ῥῦσαί με,
καὶ τῆς ἀποκειμένης μοι, διὰ πλῆθος πταισμάτων, κολάσεως ἐλευθέρωσον, σοῦ
ταῖς μητρικαῖς παρακλήσεσιν.
Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε·
ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἐκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι καὶ θεαρέστως μελποντι· Ἄσωμεν τῷ
Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ
γ´. Τῆς Θεοτόκου. Ὁ
Εἱρμός.
Οὐρανίας
ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ
ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε.
Ἱλαρότητος χάριν, ἡ σὴ μορφὴ Ἄχραντε,
ἡ τετυπωμένη Εἰκόνι, τῇ παναγίᾳ σου, παρέχει ἅπασι, καὶ ψυχικὴν ἀθυμίαν,
διαλύει Δέσποινα, τῶν προσιόντων σοι.
Δὸς κἀμοὶ τῷ σῷ δούλῳ, τῷ ταπεινῷ
Ἄχραντε, ὡς παραμυθία ἁπάντων καὶ καταφύγιον, τὴν σὴν βοήθειαν, ἵνα
ῥυσθῶ τῆς μανίας, καὶ τῆς δολιότητος, τοῦ πολεμήτορος.
Ὡς ἐλάλησας πάλαι, ὑπερφυῶς Ἄχραντε,
ἐκ τῆς σῆς ἁγίας Εἰκόνος, οὕτω νῦν φώνησον, ἐν τῇ καρδίᾳ μου, παραμυθίας
τὸν λόγον, ἅπασαν διώκοντα, ἐχθροῦ ἐπήρειαν.
Νέκρωσόν μου Παρθένε, τὸ τῆς σαρκὸς
φρόνημα, καὶ ζωῆς ἁγίας τῷ πόθῳ, τὸν νοῦν μου πτέρωσον, πρὸς τὰ οὐράνια,
καὶ παρακλήσεως θείας, τὴν τεθολωμένην μου, καρδίαν πλήρωσον.
Ἀνακαθάρας σου τὸν
νοῦν, ἐν πράξει καὶ θεωρίᾳ, θεολόγος ὄντως πάτερ ἐγένου, καὶ διδάγματα σοφά,
συγγράφων διετέλεσας, καὶ ἐκκλησίας κόσμος, λαμπρὸς ἐδείχθης μακάριε.
Ἰχνηλατῶν πάσῃ σπουδῇ,
τοῖς βήμασι τῶν πατέρων, μιμητὴς τούτων ἐδείχθης θεόφρον, καὶ ἐπ᾿ ὤμων τὸν
Σταυρόν, ὁδὸν στενὴν διήνυσας, καὶ νῦν γῆν τῶν πρᾳέων, σὺν τούτοις Μάξιμε
εἴληφας.
Δοκιμασθεὶς ὥσπερ
χρυσός, ἐν τῇ καμίνῳ τῶν πόνων, νικητὴς τροπαιοφόρος ἐγένου, εὐσεβείας
προφανῶς, τῷ ζήλῳ πυρπολούμενος, ἐπινικίοις ψάλλων, ᾠδαῖς τῷ σὲ χαριτώσαντι.
Ἰσχὺν σὺ πάτερ εἰληφώς,
καὶ ζήλῳ πεπυρσευμένος, τὰς κιβδήλους διδαχὰς τῶν ἀφρόνων, διεσκέδασας
ὀρθαῖς, διδασκαλίαις Μάξιμε· τὴν γὰρ Θεοῦ Σοφίαν, πανόσιε κατεπλούτησας.
Θεοτοκίον.
Ὁ συναΐδιος Πατρί, καὶ
Πνεύματι Θεὸς Λόγος, ἀναπλᾶσαι βουληθεὶς τὸν γενάρχην, καθ᾿ ὑπόστασιν σαρκί,
ἐν σοὶ Ἁγνὴ συνείληπται, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.
Καταβασία.
Τὸ
στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον, Κύριε τὴν ἐκκλησίαν,
ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Μετὰ τὴν αἴτησιν. Κάθισμα. Ἦχος δ´.Ταχὺ προκατάλαβε.
Τῆς θείας λαμπρότητος,
καταυγασθεὶς τῷ φωτί, τὸ σκότος ἀπήλασας τῶν ὀλεθρίων παθῶν, πατὴρ ἡμῶν
Μάξιμε· ἔφθασας ἀπαθείας, περιπόθητον ὕψος, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων,
σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Ὅμοιον.
Ἁγνὴ ἀπειρόγαμε, Χριστιανῶν
ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρά, πενθούντων παράκλησις, ρῦσαι
με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις· ἴασαί με νοσοῦντα, κατὰ σάρκα καὶ
πνεῦμα, πρὸς σὲ γὰρ κατέφυγον μόνη πανάχραντε.
ᾨδὴ
δ´. Τῆς Θεοτόκου. Ὁ
Εἱρμός.
Εἰσακήκοα
Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου
τὴν θεότητα.
Ἰσχὺν θείαν παράσχου μοι, ὦ Παραμυθία
Παρθένε Δέσποινα, ὡς ἂν πάσης περιγένωμαι, τοῦ ἐχθροῦ ἀπάτης καὶ σκαιότητος.
Δολερῶν ἐπιθέσων, ρῦσαί με Παρθένε
τοῦ παναλάστορος, καὶ τὴν λύπην διασκέδασον, τῆς ψυχῆς μου Κόρη τῇ
σῇ χάριτι.
Ἱερὸν παραμύθιον, πέλει ἡ Εἰκών
σου ἡ χαριτόβρυτος, ᾗ προσπίπτοντες λαμβάνομεν, Κόρη εὐφροσύνην
τὴν οὐράνιον.
Δεσμοῖς Κόρη με σύνδησον, τῆς τοῦ
σοῦ Υἱοῦ τερπνῆς ἀγαπήσεως, καὶ τὸ ἄλγος παραμύθησαι, τῆς λελυπημένης
διανοίας μου.
Τοῦ Ἁγίου. Σύ μου ἰσχύς, Κύριε.
Ὑπὲρ Χριστοῦ, παθεῖν
ἀγάπης ἑλόμενος, ἔξω κόσμου καὶ πατρίδος γέγονας, τὴν ἐμπαθῆ σάρκα καὶ θνητήν,
καὶ τὰς κάτω φέρειν προφάσεις ἀποδυσάμενος, τὸ ὕψος ἀπαθείας καὶ τῆς θεολογίας,
ἀπεκόμισας Μάξιμε χάρισμα.
Μάρτυς κλεινός, τῇ
προαιρέσει γενόμενος, τῶν μισούντων, μάστιγας ὑπέμεινας, καὶ τὰ δεσμὰ φέρεις
καρτερῶν, καὶ εἱρκτὴν ζοφώδη, ἐν ᾗ ἐκ φθόνου σε ᾤκιζων, δοκοῦντές σε κωλύειν,
τοῦ κράζειν ἀνενδότως, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀνακραθείς, ὅλος ἀγάπῃ
τοῦ κτίσαντος, οὐκ ἐπαύσω, τῶν πολλῶν ἀγώνων σου, τὰς ἀμοιβάς, ἔχων κατὰ νοῦν,
καὶ μονὰς τὰς πλείστας, ὥσπερ ὁ Κύριος ἔφησεν, διὸ καὶ μέχρι τέλους, διετέλεις
κραυγάζων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ξύλον ζωῆς, ἀθανασίας παράδεισος,
ὁ ὡραῖος, Κόρη ἀναδέδειξαι, ἐν ᾧ ζωῆς, καρπὸς φυτευθείς, τοῦ Θεοῦ ὁ Λόγος, κυοφορεῖται
καὶ τίκτεται, ὁ πᾶσιν ἀποστάζων ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον
φρονοῦσί σε.
Καταβασία.
Ἐκάλυψεν
Οὐρανούς ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός
σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος,
καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾨδὴ
ε´. Τῆς Θεοτόκου.Ὁ
Εἱρμός.
Φώτισον
ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν
εἰρήνην παράσχου ἡμῖν φιλάνθρωπε.
Ὅλη παμφαής, μυστικῇ ἐπισκιάσει
σου, πέλει Κόρη ἡ Εἰκών σου ἡ σεπτή, ἣν Παραμυθίαν, πίστει ὀνομάζομεν.
Ὕψωσον ἡμᾶς, πρὸς ὑψώσεις βίου κρείττονος,
τοὺς ζητοῦντας τὴν θερμήν σου ἀρωγήν, ὡς ἀληθής, παραμυθία ἡμῶν Δέσποινα.
Χαίρει ἡ Μονή, τὴν Εἰκόνα σου κατέχουσα,
τοῦ Βατοπαιδίου τὴν σεπτήν, παραμυθουμένην, Κόρη τοὺς προστρέχοντας.
Ἄνωθεν ἡμᾶς, παραμύθησαι Πανάμωμε,
νοερᾷ ἐπισκιάσει σου Ἁγνή, καὶ τὸ νέφος, τῶν παθῶν ἡμῶν διάλυσον.
Τοῦ Ἁγίου.Ἵνα τί με ἀπώσω.
Ἱερεὺς ὥς τις ἄλλος,
αἴγλῃ τῇ τοῦ Πνεύματος, πάτερ ἀπήστραψας, θεολόγῳ γλώσσῃ, εὐσεβείας τὸ μέγα
μυστήριον, σκότει ἀγνωσίας, τοὺς ἐκ βοῤῥᾶ λαοὺς φωτίζεις, ἐπιστρέφων ἐκ πλάνης
τοῖς λόγοις σου.
Μετανοίας τοῖς πόνοις,
πάθη καθηράμενος, ναὸς πανέντιμος, ὅλος τοῖς πατρᾶσι μιμητὴς ἐχρημάτισας
ὅσιε, ἀρετῶν δοχεῖον, ὅλον σαυτὸν μεταμορφώσας, ἀπὸ δόξης εἰς δόξαν τῇ χάριτι.
Ὄρει θείῳ ἐν Ἄθῳ,
πρότερον οἰκήσας ὅσιε Μάξιμε, τοῖς σοφοῖς πατρᾶσι ὑπετάγης φρονίμως μακάριε,
καὶ δικαίως ὤφθης, χαρίτων πλήρης τῶν ἐκείνων, καὶ διδάσκεις ἃ πείρᾳ μεμάθηκας.
Θεοτοκίον.
Νῦν σε τεῖχος
πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, σῇ δὲ θείᾳ δόξῃ,
ἐγκαυχώμενοι σὲ μακαρίζομεν, σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις,
εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.
Καταβασία.
Ὡς
εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης
δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν,
φωτὸς ἀνεσπέρου καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ
στ´. Τῆς Θεοτόκου. Ὁ
Εἱρμός.
Τὴν
δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν ἡ ψυχή
μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· ἐκ φθορᾶς ὁ
Θεός με ἀνάγαγε.
Ῥεόντων, τῆς προσπαθείας τὸν νοῦν
μου, καὶ τοῦ ἄχθους τῆς πικρᾶς ἀθυμίας, Παραμυθία Πανάμωμε Κόρη, ὡς
συμπαθείας ἀμέτρητον πέλαγος, ἀπάλλαξον ἐκδυσωπῶ, καὶ χαρᾶς τὴν
καρδίαν μου πλήρωσον.
Ἰσχύος, Παραμυθία
Παρθένε, ἀναβλύζει θεϊκῆς διαδόσεις, καὶ καταθλίψεως πάσης ἐλαύνει,
ἡ παναγία Εἰκών σου σκοτόμαιναν· διὸ κηρύττομεν ἀεί, τὴν πολλὴν πρὸς
ἡμᾶς σου χρηστότητα.
Ναμάτων, τῶν μυστικῶν ἐπομβρίᾳ, ἀθυμίας
καὶ ἀνίας καὶ λύπης, σβέσον καὶ παῦσον τὴν φλόγα εἰς τέλος Παραμυθία
Παρθένε πανύμνητε, καὶ δρόσισόν μου τὴν ψυχήν, ἐν τῇ αὔρᾳ τῆς σῆς ἀγαθότητος.
Κατεῖδε, τὴν ἀλλαγὴν τῶν προσώπων,
ἐν τῇ θείᾳ σου Εἰκόνι Παρθένε, Βατοπαιδίου πληθὺς μοναζόντων, καὶ
τὴν πολλὴν εὐσπλαγχνίαν σου ᾔνεσαν·
ὅτι διέσωσας αὐτούς, πειρατῶν φοβερᾶς ἐπιθέσεως.
Τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Καὶ σὺ μονῶν κορωνίς, ἀγάλλου νῦν Βατοπαίδιον, σοῦ ἀνυμνοῦσα υἱοῦ τὰ
ἀνδραγαθήματα, ἀσκήσει τὸ πρότερον καὶ ὁμολογίᾳ, τὴν ζωὴν αὐτοῦ σφραγίσαντος.
Λιμένος πρὶν τοῦ καλοῦ,
Βατοπαιδίου τὸ στάδιον, εἰσῆλθες κατρερικῶς καὶ διπλοῦν τὸν στέφανον, ἀπείληφας
ὅσιε, τὸν διπλοῦν ἀγῶνα, ἐκτελέσας ἐντελέστατα.
Εἰρήνης ὄντως υἱός,
ἐφάνης Μάξιμε ὅσιε, κατ᾿ ἄμφω σῶμα καὶ νοῦν, εἰς ἓν ἐνηρμόνισας, καὶ λαοὺς τοῖς
ἤθεσι, περιπλανηθέντας ἐπανέφερες τοῖς λόγοις σου.
Ἰάτρευσον καὶ ἡμῶν, τὰ
πάθη πάτερ καὶ τραύματα, ἃ ὁ ἐχθρὸς πολεμῶν, δολίως ἐργάζεται, καὶ σῷζε τὴν Μάνδραν
σου, τῆς ἁγνῆς Παρθένου, τὴν γεραίρουσαν τὴν μνήμην σου.
Θεοτοκίον.
Νηδύος ὤφθης ἐκών, ἐξ ἀπειράνδρου γεννώμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ
σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος
σέβομεν.
Καταβασία.
Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον,
ὃ λαοῖς ἐπέστη· ἐκ Θεοῦ
Χριστέ, σὺ Θεός μου.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Βατοπαιδίου τῆς Μονῆς τὸ θεῖον βλάστημα, καὶ μοναστῶν τὸ ἱερώτατον ἐντρύφημα,
θεῖον Μάξιμον, πρεπόντως ἀνευφημοῦμεν· ἐν ἀσκήσει γὰρ τὸ πρότερον διέπρεψε,
καὶ Ἀπόστολος ὡς ἄλλος ἔθνη ἔσωσε· διὸ κράζομεν· Χαίροις πάτερ ἱερώτατε.
Τὸ τῆς Πανάγνου θεοφρούρητον Ὄρος, πολλαπλῶς σωτήριον ἀναδειχθέν,
ποικίλως τοῖς πᾶσι παρέχει ἀντίληψιν. Καὶ τοῖς μὲν ἐν μετανοίᾳ ζητοῦσι τὸ θεῖον
ἔλεος, τὰ κρείττω χαρίζεται. Τοὺς δὲ ὑπερβαλλώντως ἀγωνιζομένους, πατέρας
ὁσίους καὶ δικαίους, χάριτος θείας πεπληρωμένους ἀναδείκνυσι. Ὧν εἷς καὶ ὁ παρ᾿
ἡμῖν σήμερον τιμώμενος, ἐπὶ τῇ διπλῇ αὐτοῦ προσφορᾷ, Ὁσίου τε καὶ Διδασκάλου·
διὸ εἰκότως αὐτῷ κράζομεν· Χαίροις, πάτερ ἱερώτατε.
Συναξάριον.
Τῇ ΚΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς
ἡμῶν Μαξίμου τοῦ Βατοπαιδινοῦ, νέου Ὁμολογητοῦ καὶ Φωτιστοῦ
τῆς Ῥωσσίας, τοῦ καλουμένου Γραικοῦ.
Στίχοι.
Μάξιμος μέγας τῇ κλήσει καὶ τῷ βίῳ,
Μείζων δὲ νῦν τοῖς Νόοις συγχορεύων.
Εἰκάδι τε πρώτῃ Μάξιμος, κεκλήσκετο εἰς πόλον εὐρύν.
Ταῖς τῆς Παναχράντου Σου Μητρὸς καὶ
πάντων σου τῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Τῆς Θεοτόκου.Ὁ
Εἱρμός.
Οἱ
ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος,
τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τὸν πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὀμβροφόρε νεφέλη,
ἡ ὀμβρήσασα κόσμῳ
ζωὴν αἰώνιον, τῆς θείας εὐφροσύνης,
τὸν ζωηφόρον ὄμβρον, Θεοτόκε ἐπόμβρησον, Παραμυθία Ἁγνή,
τοῖς στένουσιν ἐν λύπαις.
Ῥάβδῳ θείᾳ Παρθένε, τῆς θερμῆς σου
πρεσβείας καὶ ἀντιλήψεως, ἀπέλασον ὡς κύνα, ματαίως ὑλακτοῦντα,
κατ᾿ ἐμοῦ τὸν πολέμιον, Παραμυθία Ἁγνή, ἀνθρώπων εὐφροσύνη.
Ἡ γλυκεῖά σου ὄψις, ἐν τῇ θείᾳ Εἰκόνι
σου Παναμώμητε, χαρᾶς καὶ εὐφροσύνης, πληροῖ πᾶσαν καρδίαν, καὶ πρὸς
αἶνον τῆς δόξης σου, Παραμυθία Ἁγνή, τοὺς πάντας διεγείρει.
Γέρας θεῖον πλουτοῦσα, καὶ πηγὴν
συμπαθείας Παρθένε Ἄχραντε, Μονὴ Βατοπαιδίου, τὴν θείαν σου Εἰκόνα,
πάσης θλίψεως ῥύεται, καὶ ὀνομάζει αὐτήν, Παραμυθίαν Κόρη.
Τοῦ Ἁγίου. ΠαῖδεςἙβραίων.
Ὄρους ἐπέβης θεωρίας,
Μάξιμε θεόφρον τῇ σπουδῇ σου, καὶ ὑψώσεις Θεοῦ, ἀνέλαβες κραυγάζων, εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νέμοις τοῖς πόθῳ σου
τελοῦσι, τὰ μνημόσυνα συγγνώμην θεῖε πάτερ, τοὺς ὑμνοῦντας δὲ νῦν, φώτισον
μελῳδοῦντας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Γένους ποτὲ τοῦ
φωτισθέντος, πάτερ μνήσθητι καὶ πρέσβευε σωθῆναι, ἐξ ἀθέων δεινῶς, κρατούντων
ἐν τῇ χῶρᾳ, καὶ κωλυόντων ψάλλειν νῦν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ταῖς ζάλαις ἐφεῦρόν
σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν
βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστην καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
Σὲ
τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ
ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς
μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ
η´. Τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Τὸν
Βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ἐξ ἀθυμίας, καὶ συνοχῆς ὀλεθρίας, ἀπολύτρωσαι Παραμυθία Κόρη, τοὺς ὑπερυψοῦντας,
τὸν ἄφραστόν σου τόκον.
Ῥεῖθρον Παρθένε, τῆς νοητῆς εὐφροσύνης,
πᾶσι βλύζουσα πηγὴ ὡς εὐσπλαγχνίας, σβέσον μου τὴν φλόγα, παθῶν τῶν
ψυχοφθόρων.
Ἀγγέλων δόξα, καὶ παραμύθιον μέγα,
βροτῶν πέλουσα Παραμυθία Κόρη, πάσης ἀθυμίας, ἀπάλλαξον τὸν νοῦν
μου.
Στρέψον τὴν λύπην,
Παραμυθία Παρθένε,
τῆς καρδίας μου εἰς θείαν εὐφροσύνην, καὶ τῆς ἐπηρείας, ἐχθροῦ ἀπάλλαξόν
με.
Τοῦ Ἁγίου. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥητόρων ἐδείχθης
κληρονόμος, θεοφθόγγων τῶν θείων Ἀποστόλων, τὴν τούτων ὁδὸν ἐβάδισας προθύμως,
γράφων καὶ διδάσκων, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀνέτειλέ σοι πρωίμως
θεοφόρε, ἡ τῶν ἄνω θρόνων πάρεδρος σοφία, καὶ οἰκονόμος ἄριστος γεγένησαι, ἄξια
μερίζων, πᾶσι τοῖς αἰτοῦσί σε, λύσιν τῶν πταισμάτων, ψυχῶν τε σωτηρίαν.
Ἱκέτευε Μάξιμε θεόφρον,
τῆς Μονῆς σου φυλάττεσθαι ἀτρώτους, ἐχθροῦ προσβολῶν τοὺς ταύτῃ παροικοῦντας,
τὴν εὐσεβῆ ὁμήγυριν, Κύριον ὑμνοῦντας καὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.
Ῥεόντων τὸ ἄστατον
γνωρίσας, ἀπεῤῥάγης ὢν νέος ἐκ τοῦ κόσμου· σπουδῇ σοφὲ τῆς ἔξωθεν σοφίας, τ᾿
ἄριστα ἐκλέγων, γέγονας δοχεῖον, Θεοῦ ἡγιασμένον.
Θεοτοκίον.
Ὢ φρικτοῦ, Ἰησοῦ μου
μυστηρίου! ἐν γαστρὶ πῶς οἰκεῖς, Ἀχώρητος ὢν φύσει; πῶς τὴν ἐμὴν ἀτρέπτως σὰρκα
ἔλαβες, ἣν θεοῖς δι᾿ οἶκτον; πῶς δὲ τὴν τεκοῦσαν ἁγνεύουσαν φυλάττεις;
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἐνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι· τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον·
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ´. Τῆς Θεοτόκου. Ὁ
Εἱρμός.
Κυρίως Θεοτόκον, σὲ
ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ
μεγαλύνοντες.
Ἱλέῳ ὄμματί
σου, ἴδε τὴν ψυχήν μου, τὴν τεθλιμμένην πολλοῖς ἁμαρτήμασι, Παραμυθία
Παρθένε, καὶ δός μοι ἴασιν.
Μανίας τοῦ δολίου, ρῦσαί με Παρθένε,
καὶ συνοχῆς πονηρᾶς τε καὶ θλίψεως, ὡς παραμύθιον πάντων καὶ καταφύγιον.
Οὐράνωσον τὸν νοῦν μου, ἔρωτι τῷ
θείῳ, καὶ γεηρῶν θλιβερῶν με ἀπάλλαξον, Παραμυθία Παρθένε, ἵνα δοξάζω
σε.
Ὑμνῶν ἀδιαλείπτως, τὴν σὴν εὐσπλαγχνίαν,
Παραμυθία Παρθένε κραυγάζω σοι· ῥύου με πάσης ἀνίας τοῦ παναλάστορος.
Τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἱκέτευε τρισμάκαρ τῆς
σῆς Μονῆς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ σεβαστόν, μένειν ἡνωμένον καὶ
εὐλαβές, καὶ τὴν ὀρθὴν παράδοσιν, ἥνπερ σὺ ἐχάραξας ἐν αὐτῇ, φυλάσσειν ἄχρι
τέλους, Μάξιμε θεοφόρε Βατοπαιδίου ἐγκαλλώπισμα.
Ὡραῖός σου ὁ βίος καὶ ἡ
σεπτή, ἣν ἐτέλεσας Μάξιμε ἔνθεος, ἀποστολή, ὡς ἱεροκῆρυξ καὶ φωτιστής, τῆς
ἀχανοῦς Ῥωσσίδος γῆς, σκότει ἀγνωσίας καὶ μαρασμῷ, ἣν ἔστρεψας εὐχαῖς σου,
ὀρθῶν δογμάτων πίστιν καὶ τῶν ἠθῶν πρὸς ἐπανόρθωσιν.
Συνέσει καὶ σοφίᾳ
πνευματικῇ, ἀνεδείχθης διδάσκαλος ἄριστος, θεολογῶν, καὶ Λατίνων θραύων δεινὴν
ὀφρύν· τὰ δὲ πατέρων δόγματα, ῥώμῃ ἀνεκήρυξας καὶ σπουδῇ, τοῦ βίου
μαρτυροῦντος· καὶ τῇ ὁμολογίᾳ, ἡ τελευτή σου ἐστεφάνωται.
Ἡδύνεται αἰσίως ἡ σὴ
Μονή, ὡς στεφάνους αὑτῆς τέκνα φέρουσα, περιχαρῶς, Μάξιμε, τὸν Σάββαν τὸν
θαυμαστόν, καὶ τὸν κλεινὸν Εὐθύμιον σὺν τῇ δωδεκάδι τῶν Ἀθλητῶν, Γεννάδιον Κοσμᾶν
τε, Ἀγάπιον τὸν πάνυ, σὺν Νικοδήμῳ καὶ Νεόφυτον.
Θεοτοκίον.
Φθαρεῖσαν τὴν ψυχήν μου
κλαίω πικρῶς· ἡ τεκοῦσα Θεὸν ὑπεράγαθον ὡς συμπαθής, ἴασαι καὶ λύτρωσαι τῶν
ἀεί, κολαφιζόντων ἄχραντε, καὶ ἐπεμβαινόντων μοι δυσμενῶν, σῳζόμενός σε
ὅπως, προθύμως μεγαλύνω, τῆς σωτηρίας μου τὴν πρόξενον.
Καταβασία.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε,
φρούρει, φύλαττε τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ
πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, Ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον Πατρὸς ἀνάρχου
Υἱόν, πρωτοτοκούμενον μητρὶ ἀπειράνδρῳ μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Ἁγίου. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Βατοπαιδίου σκίρτα νῦν,
σὺν Ὄρει τῷ Ἁγίῳ, Θεὸς γάρ σοι προβάλλεται, ὡς στέφανους σὰ τέκνα, Μάξιμον
θεολόγον, οὗ τὴν μνήμην τιμῶμεν, καὶ σὺν αὐτῷ τοὺς ἅπαντας, μάρτυρας καὶ
ὁσίους, σὺν ἀσκηταῖς, εἰς περίχωρόν σου στήσαντας πάλην, καὶ τὸν ἐχθρὸν
αἰσχύναντας, χάριτι τῆς Πανάγνου.
Θεοτοκίον.
Τιμιωτέρα πέφυκας, Χερουβεὶμ τῶν ἐνδόξων, καὶ Σεραφεὶμ
πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν ἁγίων Ἀγγέλων,
ἁγιωτέρα πάναγνε· τὸν γὰρ κτίστην τῶν ὅλων σωματικῶς, ἀπορρήτως τέτοκας
Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου,
δευτεροῦντες τὸ α΄. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῆς
ἱερᾶς σου Μονῆς, στέφανος ὄντως ἔπαινός τε καὶ καύχημα, καὶ θεία παραμυθία,
τῶν ἐν αὐτῇ μαθητῶν, οὓς διδάσκεις πάτερ ἐκ τοῦ βίου σου, συνέσει κοσμούμενος,
ἀρετῶν καταγώγιον· πρᾷος τῷ ὄντι, καὶ εὐθὺς τὴν προαίρεσιν, τοῖς αἰτοῦσί σε,
τὰ σωτήρια ἔλεγες. Μάξιμε καρτερώτατε, οὐράνιε ἄνθρωπε, ὀρθοδοξίας ὁ στῦλος,
τῶν εὐσεβῶν κήρυξ γέγονας, παιδεύων διδάσκων, καὶ πρὸς θείαν πολιτείαν τούτους
ὡδήγησας. (Δὶς).
Ἔχων τὸν εὐσεβῆ
λογισμόν, διαφερόντως τῶν παθῶν αὐτοκράτορα, ἐπέβης ἀνεπιστρέπτῳ, τῇ
προαιρέσει ὀρθῶς, θείᾳ θεωρίᾳ διὰ πράξεως, θεολόγος θεόληπτος, μυστογράφος
σοφώτατος, πύρινος γλῶσσα, τὰς αἱρέσεις φλογίζουσα, ὥσπερ μάχαιρα ὀξυτάτη καὶ
δίστομος, πλάνας τὰς ἐκ τῆς Δύσεως, ἀνέτρεψας λόγοις σου, Μάξιμε θείων
δογμάτων, ἡ ἀκριβὴς ἀναστήλωσις· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει,
τὸ μέγα ἔλεος.
Χαίροις τὸ
τῆς σοφίας σεπτόν,
καὶ Θείου Πνεύματος ἁγνὸν καταγώγιον,
ἡ κλῖμαξ ἣν
εἶδε τότε, ὁ
Ἰακὼβ ἀρετῶν, ἃς ἐκτήσω πάτερ ἱερώτατε· Ἀγάπην τὴν κρείττονα, πρὸς Θεὸν
συνεπλήρωσας, καὶ τὸν πλησίον, πρὸ σαυτοῦ σὺ τετίμηκας, τοῖς ποθοῦσι δὲ τὸν Χριστὸν
πόθῳ ἔδειξας, Μάξιμε ἱερώτατε, φωτίζων τοῖς λόγοις σου, τὰς ἐκκλησίας
στηρίζων, καὶ τῶν ἠθῶν τὴν ὀρθότητα, σφραγίσας τοῖς πόνοις, ὡς ἀπόστολός τις
ἄλλος, τὴν μαρτυρίαν σου.
Δόξα. Ἦχος πλ. δ´.
Τὸ κατ᾿
εἰκόνα τηρήσας ἀκέραιον, Μάξιμε πάτερ, πρὸς τὸ καθ᾿ ὁμοίωσιν, δ᾿
ὡς δυνατὸν προσπελάσας, υἱὸς Θεοῦ πρεπόντως κεκλήρωσαι. Τῆς γὰρ φωνῆς
Κυρίου, τοῦ Θεοῦ ἐπακούσας· «στήριξον τὸν ἀδελφόν σου», οὐκ ἔδωκας ὕπνον σοῖς
ὀφθαλμοῖς. Τῆς δὲ κρείττονος ὁδοῦ, τὸ πέρας ἐκπληρώσας, τοῖς βορείοις
ἀπεδήμησας λαοῖς, σκότει ἀγνωσίας καὶ ἀχλύει αἱρέσεων πεπλανημένοις· οὓς
διδάσκων καὶ φωτίζων ἐπέστρεψας, πρὸς νομὰς σωτηρίους· φθόνῳ δὲ τοῦ ἐχθροῦ διασυρείς,
φυλακαῖς πολυετὴς ἐκαρτέρησας, σφραγίσας σου τὸ ἔργον δι᾿ ὁμολογίας· καὶ νῦν
ἐν οὐρανοῖς, τῶν πόνων σου τὰ ἔπαθλα κομιζόμενος, μνήσθητι καὶ ἡμῶν, τῶν
εὐφημούντων σε.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι, τὰς
δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη, τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου, ἡ Ἐκτενὴς καὶ
Ἀπόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Ψάλλονται τὰ Τυπικά καὶ οἱ Μακαρισμοὶ και ἐκ τοῦ Κανόνος
τοῦ Ἁγίου ᾠδὴ γ΄ καὶ ϛ΄.
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀσκήσει τὸ πρότερον,
παιδαγωγήσας σαυτόν, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ νεκρωθεὶς τῷ Θεῷ, τὸν κόσμον
κατέλαβες· μέγας φανείς παμμακαρ ἰσαπόστολος νέος, ἔστρεψας πλανωμένους
εἰς ὁδοὺς τοῦ Κυρίου, διὸ θεόφρον Μάξιμε, ἡμῶν μνημόνευε.
Κοντάκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Βατοπαιδίου τῆς Μονῆς
τὸ θεῖον βλάστημα, καὶ μοναστῶν τὸ ἱερώτατον ἐντρύφημα, θεῖον Μάξιμον,
πρεπόντως ἀνευφημοῦμεν· ἐν ἀσκήσει γὰρ τὸ πρότερον διέπρεψε, καὶ Ἀπόστολος
ὡς ἄλλος ἔθνη ἔσωσε· διὸ κράζομεν· Χαίροις πάτερ ἱερώτατε.
Τέλος Κοντάκιον, τῆς Ὑπαπαντῆς. Ἦχος α´.
Ὁ μήτραν παρθενικὴν
ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας
καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός· Ἀλλ᾿ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα,
καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ἀποστολοευαγγέλιον τοῦ Ἁγίου ζήτει κα´ Ἰανουαρίου.
Μεγαλυνάριον τοῦ Ἁγίου.
Χαίροις ἡ Μεγίστη καὶ
Ἱερά, τοῦ Βατοπαιδίου, ἡ Μονὴ ἡ θεοφιλής, ὅτι πρὸς τοῖς ἄλλοις, υἱοῖς σου νῦν κατέχεις,
τὸν Μάξιμον τὸν Μέγαν, ὃν μεγαλύνομεν.
Κοινωνικόν· Εἰς μνημόσυνον...
Ἅγιος Μάξιμος ὁ Βατοπαιδινὸς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου