Δευτέρα, 8 Ιουνίου 2015

Κανών Παρακλητικός εἰς...τό Παράκλητον Πνεῦμα, ἁγ. Μαξίμου τοῦ Γραικοῦ

Ἁγίου Μαξίμου τοῦ Γραικοῦ
 
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟ ΘΕΙΟΝ ΚΑΙ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ
ΠΑΝΑΓΙΟΝ ΚΑΙ ΠΑΡΑΚΛΗΤΟΝ ΠΝΕΥΜΑ
 
Μετενεχθεῖς εἰς τήν ὑμνογραφικήν γλώσσαν τῆς Ἑλληνοφώνου Ὀρθοδοξίας
ὑπό Καθηγητοῦ Ἀντωνίου Μάρκου (2014)
 
  Ἱερεύς  ἄρχεται  τῆς  Παρακλήσεως  μέ  τήν  δοξολογικήν  ἐκφώνησιν:
          Εὐλογητός    Θεός  ἡμῶν, πάντοτε, νῦν  καί  ἀεί  καί  εἰς  τούς  αἰῶνας  τῶν  αἰώνων.
  χορός: μήν.

  μή  ὑπάρχοντος  Ἱερέως, ἡμεῖς  τό:
          Δι’ εὐχῶν τῶν  Ἁγίων  Πατέρων  ἡμῶν, Κύριε  Ἰησοῦ  Χριστέ    Θεός, ἐλέησον  καί  σῶσον  ἡμᾶς, Ἀμήν.

 Ψαλμός  ρμβ’ (142).
          Κύριε  εἰσάκουσον  τῆς  προσευχῆς  μου, ἐνώτισαι  τήν  δέησίν  μου  ἐν  τῇ  ἀληθείᾳ  Σου, εἰσάκουσον  μου  ἐν  τῇ  δικαιοσύνῃ  Σου  καί  μή  εἰσέλθης  εἰς  κρίσιν  μετά  τοῦ  δούλου  Σου, ὅτι  οὐ  δικαιωθήσεται  ἐνώπιόν  Σου, πᾶς  ζῶν.
τι  κατεδίωξεν    ἐχθρός  τήν  ψυχήν μου, ἐταπείνωσεν  εἰς  γῆν  τήν  ζωήν  μου.
          κάθισέ  με  ἐν  σκοτεινοῖς, ὡς  νεκρούς  αἰῶνος  καί  ἠκηδιάσεν  ἐπ’ ἐμέ  τό  πνεῦμα  μου, ἐν  ἐμοί  ἐταράχθη    καρδία  μου.
          μνήσθην  ἡμερῶν  ἀρχαίων, ἐμελέτησα  ἐν  πᾶσι  τοῖς  ἔργοις  Σου, ἐν  ποιήμασι  τῶν  χειρῶν  Σου  ἐμελέτων.
          Διεπέτασα  πρός  Σέ  τάς  χείρας  μου, ἡ  ψυχή  μου  ὡς  γῆ  ἄνυδρός  Σοι.
          Ταχύ  εἰσακουσόν  μου, Κύριε, ἐξέλιπε  τό  πνεῦμα  μου.
          Μή  ἀποστρέψης  τό  πρόσωπόν  Σου  ἀπ’ ἐμοῦ  καί  ὁμοιωθήσομαι  τοῖς  καταβαίνουσιν  εἰς  λάκκον.
          κουστόν  ποίησόν  μου  τό  πρωΐ  τό  ἔλεός  Σου, ὅτι  ἐπί  Σοί  ἤλπισα.
          Γνώρισόν  μοι, Κύριε, ὁδόν  ἐν ἧ  πορεύσομαι, ὅτι  πρός  Σέ  ἦρα  τήν  ψυχήν  μου.
          ξελοῦ  με  ἐκ  τῶν  ἐχθρῶν  μου, Κύριε, πρός  Σέ  κατέφυγον, δίδαξόν  με  τοῦ  ποιεῖν  τό  θέλημά  Σου, ὅτι  Σύ  εἶ    Θεός  μου.
          Τό  Πνεῦμα  Σου  τό  ἀγαθόν ὁδηγήσει  με  ἐν  γῇ  εὐθείᾳ, ἕνεκεν  τοῦ  ὀνόματός  Σου, Κύριε, ζήσεις  με.
          ν  τῇ  δικαιοσύνῃ  Σου  ἐξάξεις  ἐκ  θλίψεως  τήν  ψυχήν  μου  καί  ἐν  τῷ  ἐλέει  Σου  ἐξολοθρεύσεις  τούς  ἐχθρούς  μου.
          Καί  ἀπολεῖς  πάντας  τούς  θλίβοντας  τήν  ψυχήν  μου, ὅτι  ἐγώ  δοῦλος  Σου  εἰμί.

          Καί  εὐθύς  ψάλλεται  τετράκις  ἐξ’ ὑπαμοιβῆς,  μετά  τῶν  οἰκείων  στίχων:
          Θεός  Κύριος  καί  ἐπέφανεν  ἡμῖν,* εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου.
          Στίχ. α’. ξολολογεῖσθε  τῷ  Κυρίῳ  καί  ἐπικαλεῖσθε  τό  ὄνομα  τό  Ἅγιον  Αὐτοῦ.
          Θεός  Κύριος  καί  ἐπέφανεν  ἡμῖν,* εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου.
          Στίχ. β’. Πάντα  τά  ἔθνη  ἐκύκλωσάν  με  καί  τῷ ὀνόματι  Κυρίου  ἠμυνάμην  αὐτούς.
          Θεός  Κύριος  καί  ἐπέφανεν  ἡμῖν,* εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου.
          Στίχ. γ’. Παρά  Κυρίου  ἐγένετο  αὕτη  καί  ἔστι  θαυμαστή  ἐν  ὀφθαλμοῖς  ἡμῶν.
          Θεός  Κύριος  καί  ἐπέφανεν  ἡμῖν,* εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου.

Εἶτα  τά ἑπόμενα Τροπάρια, ποιήματα Ἀντωνίου Μάρκου.
Ἦχος  δ’. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ.
           Πνεύματος Θείου  ὑπό τάς πτέρυγας πάντες,* οἱ  ἐν  κινδύνοις, ἀλγηδόσι  καί  πόνοις*  ὑπάρχοντες, προσφεύγωμεν  ἐν  πίστει  πολλῇ·* Παράκλητε,  βοήθησον  ἐκβοῶντες,  ἐν  τάχει,* ὁ ζυγός βαρύτατος  ἐφ’ ἡμᾶς  τῆς  κακίας·* Σέ  γάρ  Θεόν  ὁμολογοῦμεν, Ἀγαθέ,*  καί  τῇ  Σῇ  σκέπῃ,  δακρύοντες  σπεύδομεν.
Δόξα. Ἀπολυτίκιον ἁγ. Μαξίμου τοῦ Γραικοῦ.
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
κκλησίας  ἁπάσης  τό  κλεινόν καταπίστευμα*  καί τῶν ἐν Ῥωσσίᾳ Ἁγίων* τό  θεόλεκτον  κόσμημα·* ὁ  νέος Ἀποστόλων  τοῦ  χοροῦ*  ἀστήρ, ὁ  διαλάμπων  ἐφ’ ἡμᾶς·* ἁπάντων Ὀρθοδόξων ὁδηγός,*  πατήρ  τε  καί  διδάσκαλος.* Δόξα οὖν  Μαξίμῳ  τῷ Γραικῷ,* δόξα  τῷ τοῦτον  δοξάσαντι·* δόξα  τῷ δωρουμένῳ  δι’ αὐτοῦ* χάριν  καί  ἔλεος.
Καί  νῦν. Θεοτοκίον. Ἦχος δ’. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ. 
          Τ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν,* οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ,* τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς·* σπεῦσον, Κόρη, ῥύσασθαι*  τῶν  τοῦ  Βελίαρ  παγίδων*  καί  τῆς  καταθλίψεως*  καί  τῆς δαιμόνων  μανίας·* Σοί γάρ προσάγομεν  πρεσβείαν εὐκλεῆ,* τόν Σόν θεράποντα, ὄλβιον Μάξιμον.

 Ψαλμός Ν’ (50).
          λέησόν  με,    Θεός, κατά  τό  μέγα  ἔλεός  Σου  καί  κατά  τό  πλῆθος  τῶν  οἰκτιρμῶν  Σου, ἐξάλειψον  τό  ἀνόμημά  μου.
          πί  πλεῖον  πλῦνόν  με  ἀπό  τῆς  ἀνομίας  μου  καί  ἀπό  τῆς  ἁμαρτίας  μου  καθάρισόν  με.
          τι  τήν ἀνομίαν  μου  ἐγώ  γινώσκω  καί    ἁμαρτία  μου  ἐνώπιόν  μου  ἐστι  διά  παντός.
          Σοί  μόνῳ  ἥμαρτον  καί  τό  πονηρόν  ἐνώπιόν  Σου  ἐποίησα, ὅπως  ἄν  δικαιωθῇς  ἐν  τοῖς  λόγοις  Σου  καί  νικήσῃς  ἐν  τῷ  κρίνεσθαί  Σε.
          δοῦ  γάρ  ἐν  ἀνομίαις  συνελήφθην  καί  ἐν  ἁμαρτίαις  ἐκίσσησέ  με    μήτηρ  μου.
          δοῦ  γάρ  ἀλήθειαν   ἠγάπησας, τά  ἄδηλα  καί  τά  κρύφια  τῆς  σοφίας  Σου  ἐδήλωσάς  μοι.
          αντιεῖς  μέ  ὑσσώπῳ  καί  καθαρισθήσομαι, πλυνεῖς  με  καί  ὑπέρ  χιόνα  λευκανθήσομαι.
          κουτιεῖς  μοι  ἀγαλλίασιν  καί  εὐφροσύνην, ἀγαλλιάσονται  ὀστέα  τεταπεινωμένα.
          πόστρεψον  τό  πρόσωπόν  Σου  ἀπό  τῶν  ἁμαρτιῶν  μου  καί  πάσας  τάς  ἀνομίας  μου  ἐξάλειψον.
          Καρδίαν  καθαράν  κτίσον  ἐν  ἐμοί    Θεός  καί  πνεῦμα  εὐθές  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις  μου.
          Μή  ἀπορρίψῃς  με  ἀπό  τοῦ  προσώπου  Σου  καί  τό  Πνεῦμα  Σου  τό  Ἅγιον  μή  ἀντανέλῃς  ἀπ’ ἐμοῦ.
          πόδος  μοι  τήν  ἀγαλλίασιν  τοῦ  σωτηρίου  Σου  καί  πνεύματι  ἡγεμονικῷ  στήριξόν  με.
          Διδάξω  ἀνόμους  τάς  ὁδούς  Σου  καί  ἀσεβεῖς  ἐπί  σέ  ἐπιστρέψουσιν.
          ῦσαι  με  ἐξ  αἱμάτων    Θεός, ὁ  Θεός  τῆς  σωτηρίας  μου, ἀγαλλιάσεται    γλῶσσα  μου  τήν  δικαιοσύνην  Σου.
          Κύριε, τά  χείλη  μου  ἀνοίξεις  καί  τό  στόμα  μου  ἀναγγελεῖ  τήν  αἴνεσίν  Σου.
          τι, εἰ  ἠθέλησας  θυσίαν, ἔδωκα  ἄν, ὁλοκαυτώματα  οὐκ  εὐδοκήσεις.
          Θυσίᾳ τῷ  Θεῷ  πνεῦμα  συντετριμμένον, καρδίαν  συντετριμμένην  καί  τεταπεινωμένην    Θεός  οὐκ  ἐξουδενώσει.
          γάθυνον, Κύριε, ἐν  τῇ  εὐδοκίᾳ  Σου  τήν  Σιών  καί  οἰκοδομηθήτω  τά  τείχη  Ἱερουσαλήμ.
          Τότε  εὐδοκήσεις  θυσίαν  δικαιοσύνης, ἀναφοράν  καί  ὁλοκαυτώματα.
          Τότε  ἀνοίσουσιν  ἐπί  τό  θυσιαστήριόν  Σου  μόσχους.

Εἶτα ὁ Κανών εἰς τό Ἅγιον Πνεῦμα τοῦ ἁγ. Μαξίμου, εἰς μορφάς δύο.

ΚΑΝΩΝ ΠΡΩΤΟΣ
  Οἱ  μέν  Εἱρμοί  ἐκ  τοῦ  Ἰαμβικοῦ Κανόνος  εἰς  τήν  Ἁγίαν  Πεντηκοστήν   Ἰωάννου  τοῦ  Ἀρκλᾶ, εἰς ἦχον δ’, τά δέ Τροπάρια, ὅμοια τῷ Εἱρμῷ, ὧν ἡ ἀκροστιχίς· «Ο ΕΝ ΕΙΡΚΤΗ ΓΡΑΨΑΣ, ΔΗΜΗΤΡΙΟΝ ΘΥΤΗΝ ΟΙΚΟΓΕΝΕΙΣ ΤΕ, ΕΙΡΚΤΗΣ ΡΥΣΑΙ ΑΙΩ(νιου)».

Ὠδή α’. Ἦχος δ’. Ὁ Εἱρμός.
Θείῳ καλυφθείς* ὁ βραδύγλωσσος γνόφῳ,* ἐρρητόρευσε* τόν θεόγραφον νόμον·* ἰλύν γάρ  ἐκτινάξας ὄμματος  νόου,* ὁρᾷ  τόν  ὄντα  καί  μυεῖται Πνεύματος  γνῶσιν,* γεραίρων ἐνθέοις  τοῖς ᾄσμασιν.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
μάννᾳ Ἰσραήλ* ἐν ἐρήμῳ τῷ πάλαι* θρέψας,    Αὐτός*  τήν  ψυχήν μου πεινῶσαν,* πλήρωσον, Δέσποτα, Πνεύματος θείου,* ἵνα εὐαρέστως Σοί πάντοτε θεραπεύω,* πίστει  γνησίᾳ καί δόξῃ πάντοτε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
γώ μέν, Ἀγαθέ,* γῆ καί σποδός  ἐνυπάρχων,* ἀΰλοις Σου σεπτοῖς*  Λειτουργοῖς, ὕμνον  ἄδω* Τρισάγιον, ὅν  δέχου  Τριάς  Ἁγία,* ἡ  μόνη  Ἀγαθή, ἐς  ἀεί  προσκυνουμένη* καί τῷ δούλῳ  Σου  ἐπίβλεψον.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι  παθῶν* καί πνευμάτων ὀδύνης,* ἅτινα ψυχήν* τήν ἐμήν τυρρανοῦσι·* ἡ σωτηρία μου ὁ Θεός ὑπάρχεις μόνη,* Παράκλητε Ἀγαθέ, τῶν Σῶν δούλων ἡ δόξα,* εἰς Σέ, ὡς Θεῷ, ἐπαφίημι.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σκότισμαι  δεινῶν* λογισμῶν ἀνομίας,* ὅθεν καί οἰκτρόν* πτῶμα κεῖμαι  ἐν  δύνῃ·* διό καθικετεύω, Ἀγαθέ, ῥυσθῆναι  ἐν τάχει,* ἀσθενείας ἧς  κατέχει  νοός  μου  ἀσθενούσας φρένας,* ἵνα γαιρέρω Σε ἐνθέοις ἄσμασι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
λάσθητι, Ἀγαθή,* Σοί βοῶ, ἰλάσθητί μοι,* τῷ παραλογισμοῦ*   καί  ἀπροσεξίας κειμένῳ*  εἰς  βάθος  ἀπύθμενον, Θεοτόκε Μαρία,*  καί  ἀπό  τῆς  τούτου  διώσεως  λύτρωσαι  Σόν ἱκέτην,*τῷ Σοί, Μῆτερ, προσπίπτοντι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ῦσαι ἡ ἐν γαστρί* παρθενικῇ συλλαβοῦσα,* Λόγον Ὅν Πατήρ* ἀφράστως πρό τῶν αἰώνων* ἐγέννησεν ἡμῶν  εἰς  σωτηρίαν, Μῆτερ,* ἡμᾶς τῇ Σῇ χειρί  τῆς  τῆς  λαγνείας  δουλείας,* Ἀγγέλων  ὑπάρχουσα  ὑπερτέρα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίῳ τῷ Υἱῷ* τῷ Σῷ, Ἁγνή, ἐλευθέραν* δεῖξον ἀκανθῶν*  τήν  ψυχήν  μου, ἡ  μόνη*  γῆ  ἀληθῶς  ἁγία  τε  εὐλογημένη·* εὔφορον γῆν  δέ  ἀνάδειξον Σῇ μεσιτείᾳ,* Ζωήν τῶν ἁπάντων ἡ γεννήσσασα.

ΚΑΝΩΝ ΔΕΥΤΕΡΟΣ
Οὗ ἡ ἀκροστιχίς· «Ο ΕΝ ΕΙΡΚΤΗ ΓΡΑΨΑΣ ΔΕΗΣΙΝ ΤΗΝΔΕ, ΑΝΤΩΝΙΟΝ ΡΥΣΑΙ ΕΙΡΚΤΗΣ ΤΗΣ ΑΙΩΝΙΟΥ. Α.Μ.».

Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν  διοδεύσας.
 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
  θρέψας τῷ μάννᾳ τόν  Ἰσραήλ,* ἐν  ἐρήμῳ  πάλαι,* Σύ νῦν πλήρωσον  τήν ἐμήν*  ψυχήν, Δέσποτα, Πνεύματος Ἁγίου,* ἵν’ εὐαρέστως θεραπεύω Σοι πάντοτε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
γώ μέν, Ὑπεράγαθε, ὁ  σποδός*  καί  γῆ  ἐνυπάρχων,* σύν  ἀΰλοις Σου  λειτουργοῖς,* ὕμνον  τόν  Τρισάγιον  Σοί  ἄδω,* Σύ  δέ  ὡς  Ἁγία τῷ δοῦλῳ  Σου  ἐπίβλεψον.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι, Παράκλητε Ἀγαθέ,* ὑπό  τῶν  πνευμάτων*  καί παθῶν τῶν  ὀδυνηρῶν,* ἅτινα  κολάζουσι ψυχήν  μου·* ἡ  σωτηρίαν  μου ὁ Θεός, Σοί ἀφίημι.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σκότισμαι  τῇ δύνῃ  τῶν  λογισμῶν* τῶν τῆς ἀνομίας* καί νῦν πτῶμα κεῖμαι οἰκτρόν·* ὅθεν ἱκετεύω Σε  ρυσθῆναι,* τῆς  ἀσθενείας  αὐτῆς, ἥ  κατέχει  με.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
λάσθητι, Πάναγνε, Σοί  βοῶ,*  τῷ ἀπροσεξίας*  καί  δεινοῦ  παραλογισμοῦ,*  εἰς  βάθος  ἀπύθμενον  κειμένῳ*  καί  ἀπό  τῆς  τούτου  διώσεως  λύτρωσαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ῦσαι    συλλαβοῦσα  ἐν τῇ γαστρί* τῇ παρθενικῇ  Σου,* Ὅν ἐγέννησεν    Πατήρ,*  ἀφράστως  πρό πάντων  τῶν  αἰώνων,* τῇ Σῇ χειρί  τῆς τῆς λαγνείας δουλείας  με.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίῳ  τῷ Υἱῷ Σου δεῖξον, Ἁγνή,* ἀκανθῶν  ἐλευθέραν* τήν ψυχήν μου, εὔφορον γῆν,* ἡ μόνη  ἀληθῶς γῆ ἡ ἁγία,* ἡ  τήν  Ζωήν  τῶν  ἁπάντων  γεννήσασα. 

Κανών πρῶτος. Ὠδή γ’. Ὁ Εἱρμός.
ῤῥηξε γαστρός ἠτεκνωμένης πέδας,* ὕβριν τε δυσκάθεκτον  εὐτεκνουμένης,* μόνη προσευχή τῆς Προφήτιδος πάλαι* Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,* πρός τόν Δυνάστην  καί  Θεόν  τῶν  γνώσεων.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάδος γνῶσις ἡμῖν ἐνυπάρχει,* ἀναγέννησις  τοῦ  κατ’ εἰκόνα*  καί  ὁμοίωσις πλάσματος  τοῦ κτισθέντος,* ὅ τῇ σαρκώσει    Λόγος  ἔδειξεν κατοικίαν* χάριτος θείας*  ζωοδόχου  Πνεύματος.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
συχίᾳ ψυχῆς καί λογισμοῖς  εὐλαβείας,* καταστόλισον  νοῦν τῷ πάθει αἰχμαλώτῳ,* δωρήμασι ἐνθέοις τοῖς Σοῖς, Παντελεήμων,* ἵνα ἐπαξίως ὑμνῶ Σε  καί  δοξάζω,* ἁγιοπρεπῶς* ὡς ἁρμόζει Σοι τῷ Παρακλήτῳ.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Γέμων τῶν σαρκός παθῶν τῶν βεβηλούντων* ψυχήν ἐμήν, διάλυσον αἰτοῦμαι*  καί  ἐξαφάνισον πάντα ἅ μολύνουσί με*  ἱκετεύω Σε  καί  ὑπερηφανείας ἄμοιρον  δεῖξον  με,*  Σέ τόν  Δεσπότην*  καί  Θεόν  τόν  κρίνοντα.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ῦσαι  τοῖς  σεπτοῖς ἠνίοις Σου  καί  θείοις,* ὁρμήματα  ψυχῆς, χαλινῷ δέ Σοῦ φόβου,* Σύ μέ συγκράτησον, ἵνα μετ’ εὐλαβείας*  καί  διανοίας  καθαρᾶς ὕμνους  Σοί  προσάγω,* τῷ εὐεργέτῃ,* θεῖε Παράκλητε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Αὐγασθῆναι  τῆς ψυχῆς τά ὄμματα αἰτοῦμαι,* ἅτινα  διέφθειρα Σοῦ μακρυνθέντος,* ἐν ἀνομίαις· πλήν Σύ φώτισόν με,* Ἥλιε ὁλόφωτε  δόξης  τῆς  θείας,* πίστει δεομένου Σοί,* θεῖε Παράκλητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψυχήν  ὄζουσαν, Δέσποινα Μῆτερ,* πάθεσι μιαροῖς νενεκρωμένην,* ὡς  τροφός  τῆς  Ζωῆς  τῆς  οὐρανίου φανεῖσα,* πρόφθασον, ἐλέησον Σῇ ἐπισκέψει,* ζωοποιοῦσα*  τῇ Σῇ πλουσίᾳ χάριτι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Αὖθις ἀπέλασον τήν ὀκνηρίαν,* ἀπ’ ἐμοῦ τοῦ δούλου Σου, Μῆτερ, ἐν τάχει·* ἐντολῶν δ’ ἀνάδειξον  ἐκτελεστήν  τοῦ  Υἱοῦ  Σου,* τῶν  ζωοδόχων, ταχυνόν  καί  γρήγορον ἐν πᾶσι,* ὕπνον ψυχῆς* τῆς  ἐμῆς ἐξαλείφουσα.

Κανών δεύτερος. Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάς Ἁγία    γνσις* τῆς Σῆς σεπτῆς ἀγαθότητος,* ἀναγέννησις ὑπάρχει*  τοῦ  κατ’ εἰκόνα  καί  ὁμοίωσιν* πλασθέντος κτίσματος,* ὅ ἐνσαρκώσει τοῦ Λόγου,* κατοικίαν  ἔδειξας* θείαν Σῆς χάριτος.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
συχίᾳ ψυχῆς τε*  καί λογισμοῖς εὐλαβείας τε,* καταστόλισον τόν νοῦν μου,* τοῖς Σοῖς  ἐνθέοις δωρήμασι,* ἵνα ἀξίως  ὑμνῶ*  καί  Σέ  δοξάζω, Θεέ μου,* ἁγιοπρεπῶς ὡς ἁρμόζει Σοι,* θεῖε Παράκλητε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Γέμω κενοδοξίας* καί τῶν κρυφίων κινήσεων* τῶν τῆς σαρκός  παθῶν  βεβηλούντων*  ἐμήν ψυχήν· ἱκετεύω Σε,* ταῦτα διάλυσον*  καί ἐξαφάνισον πάντα,* τά ἐμέ μολύνοντα,* φιλανθρωπότατε Δέσποτα.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ῦσαι ἠνίοις Σου θείοις* τά τῆς ψυχῆς μου ὁρμήματα* καί  τῷ χαλινῷ τοῦ Σοῦ φόβου,* Σύ με συγκράτησον,* ἵνα εὐλαβείᾳ τε* καί  καθαρᾷ διανοίᾳ,* ὕμνους προσαγάγω Σοι,* θεῖε Παράκλητε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Αὐγασθῆναι αἰτοῦμαι* τά τῆς ψυχῆς ὄμματα,* ἅτινα ἀπό Σοῦ μακρυνθέντος* τῇ ἀνομίᾳ διέφθειρα·* Σύ  μέν νῦν φώτισον,* Ἥλιε ὁλόφωτε δόξης,* πίστει Σοί  δέομαι,* θεῖε Παράκλητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψυχήν ὄζουσαν, Μῆτερ,* θεοχαρίτωτε Δέσποινα,* τοῖς πάθεσι νενεκρωμένην* τοῖς μιαροῖς, ζωοποίησον,* ὡς τῆς Ζωῆς    τροφός*  τῆς  οὐρανίου  φανεῖσα·* πρόφθασον, ἐλέησον,* τῇ ἐπισκέψει Σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
π’ ἐμοῦ ὀκνηρίαν,*  Μῆτερ, αὖθις ἀπέλασον*  καί  ἐπιμελή  τῶν  Υἱοῦ  Σου*  ἐντολῶν  με  ἀνάδειξον,* ἐκτελεστήν  ταχυνόν,* τῶν ζωοδόχων, Παρθένε,* ὕπνον τόν βαθύτατον* ἀπό  ψυχῆς ἐξαλείφουσα.

Διάσωσον,* ἀπό κακῶν  τόν δοῦλον Σου, Παράκλητε,* ὅτι ἀγρίως καί συνεχῶς ἐμέ προσβάλουσι* οἱ  δαίμονες,  λογισμοῖς καί φαντασίαις ἀθλίαις.
πίβλεψον,* μετ’ εὐσπλαχνίας, Πανύμνητε Θεοτόκε,* ἐπί τό ἐμόν τῆς καρδίας  σκληρόν  ἀπολίθωμα*  καί  φώτισον  τῆς  ψυχῆς  μου  τό σκότος.

Καί μνημονεύει ὁ  Ἱερεύς ἐκείνων, δι’οὕς ἡ Παράκλησις τελεῖται.

Κύριε ἐλέησον (ιε’).

Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Τῶν πάντων τήν ζωήν,* τό Πνεῦμα τό Πανάγιον,*  τήν  αἰωνίως  πηγήν*  τήν  θεῖα δῶρα  ῥέουσαν,*  τό  ὁμοούσιον  Πατρί  καί  τῷ  Υἱῷ αἰωνίως  ὑπάρχοντι,* ἐν  ὕμνοις  καί  ὡδαῖς  πιστῶς  ἀνυμνήσωμεν,*  ὡς  Θεόν  μεγαλύνοντες.
Κάθισμα ἕτερον. Ὅμοιον.
Προσκυνῶ Σε, Θεέ,* Δέσποτα, Παράκλητε·*  ἐλέησον  καί  σῶσον  τούς Θεόν  ὁμολογοῦντας  Σε* καί προσκυνοῦντας πιστῶς  τήν  Σήν  ἀγαθότητα*  καί  ἀπό  κινδύνων  λύτρωσαι  αὐτούς,*  ὡς  ἀγαθότητος ἄμετρον  μέγεθος.

Κανών πρῶτος. Ὠδή δ’. Ὁ Εἱρμός.
ναξ ἀνάκτων,* οἶος  ἐξ  οἴου μόνος,* Λόγος προελθών,* Πατρός ἐξ ἀναιτίου,* ἰσοσθενές Σου Πνεῦμα τοῖς Ἀποστόλοις,* νημερτές  ἐξέπεμψας  ὡς  εὐεργέτης,* ἄδουσι·* δόξα τῷ κράτει Σου, Κύριε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σούς Ἁγίους  καλών,* ἐν νυμφῶνι, Κύριε, οὐρανίῳ,* ἀξιώσαι ποθῶ,* κλήσεως Σῆς  ἀκοῦσαι* παμποθήτου, Δέσποτα Παντοκράτωρ,* δι’ ἔλεον πολύ Σῆς συμπαθείας,* ὅπως ἄδω Σοι,* δόξα τῷ κράτει Σου, Κύριε.

Ἁγία Τριάς ὁ Θεός, σῶσον ἡμᾶς.
Δόξης πληρώσας* θείας, δεδικασμένον* Σόν δοῦλον, Ἀγαθέ,* πλάνῃ  τοῦ ἀρχεκάκου,* ζητήσας εὑρών, ἔσωσας, Τριάς Ἁγία·*  ὅθεν τήν ἐμήν θλίψει ψυχήν κεκυφηΐαν* στερέωσον,* ἐξυψῶν πρός τά ἄνω τῇ δυνάμει Σου.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
μαρτηκότος* πολλά καί πταίοντός Σοι,* φόβῳ καθήλωσον* σαρκός μου τῆς ἀθλίας,* διανοήματα ἄθλια καί ἐνθυμήσεις,* μέλλουσι βασάνοις δέ ἐκφόβισόν με,* ὅπως ἄδω Σοι·* δόξα τῷ κράτει Σου, Κύριε.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Μοί  τῷ ἀθλίῳ,* τῷ Σοί ἡμαρτηκότι,*  τόλμην παράσχου*  καί δώρησαί μοι φάος,* ἐξαλείφων ἁμαρτίας μου ἀδυναμίας,* χάριτι τῇ Σῇ, Παράκλητε, καί σκέπῃ,* πάντας ἐλεῶν* Σούς δούλους καί ἱκέτας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
μαρτον, Μῆτερ,* ὁ δοῦλος Σου, προσπίπτων* πλούτισον ψυχήν* Πανύμνητε, διψῶσαν* δωρήματος θείου τυχεῖν, τά νῦν αἰτοῦμαι,* ἐπάρσεως ὀφρύν εἰς ἔδαφος βαλοῦσα,* κράζω Σοι ὅπως,* τῆς ταπεινώσεως χαῖρε τό ὄχημα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τήν κατοικίαν* ἁγίαν τήν τοῦ Υἱοῦ Σου,* δεῖξον με, Ἁγνή* καθαίρουσα ψυχήν μου* δισαριθμήτου σπιλώσεως·  καί  γεέννης* ἀπάλλαξον  πυρός,  ἀεί  καιομένου,* χαῖρε Σοι,* ἵνα κραυγάζω, Πανύμνητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
ῦσαι, Ἁγνή,* Κυρίου μακρυνθέντος* τάλαινος ἐμοῦ,* τοῦ σκοτασμοῦ τῆς πλάνης·* πλήν Σαῖς  εὐχαῖς παντοδυνάμοις, Μῆτερ,* στερέωσον  Θεοῦ  ἀγάπησιν  καί φόβον* ἐμοί ψυχῇ,* χαῖρε ἵνα βοῶ Σοι.

Κανών δεύτερος. Ὠδή δ’. Εἰσακήκοα Κύριε.
 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σούς Ἁγίους καλῶν* εἰς νυμφῶνα, Κύριε, τόν οὐράνιον* καταξίωσον ἀκοῦσαι με* παμποθήτου τῆς Σῆς κλήσεως.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δόξης θείας ἐπλήρωσας* τόν δεδικασμένον, ὅν ἀνεζήτησας* δι’ἀγάπην καί διέσωσας,* ὦ Τριάς Ἁγία, τῇ κενώσει Σου.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ν τῷ φόβῳ καθήλωσον* τῷ θείῳ Σου, σαρκός μου τά ἄθλια* ἐμφιλοσοφήματα*  καί κολάσει τήν ψυχήν μου ἐκφόβισον.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
μαρτηκότι παράσχου μοι,* τόλμην θείαν και φῶς μοι δώρησαι,* ἐξαλείφων  ἁμαρτίας μου* τήν ἀδυναμίαν, τῇ Σῇ χάριτι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοί  προσφεύγω, Πανύμνητε,* θείῳ δωρήματι πλούτισον* τήν ψυχήν μου ταπεινώσεως,* τῆς ἐπάρσεως τό ὕψος ἐδαφίζουσα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
δεῖν με οἶκον τόν ἅγιον* Υἱοῦ τοῦ Σοῦ, Παρθένε, ἀνάδειξον* τήν ψυχήν μου ἐκαθαίρουσα,* ἀπό ἀναριθμήτου πανσπιλώσεως.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενικημένος κατάκειμαι*  καί  ὁδόν Κυρίου πλήρως ἀπώλεσα·* ταῖς εὐχαῖς Σου νῦν στερέωσον*  εἰς Θεοῦ  τόν  φόβον  καί  ἀγάπησιν.

Κανών πρῶτος. Ὠδή ε’. Ὁ Εἱρμός.
Λυτήριον κάθαρσιν ἀμπλακημάτων,* πυρίπνοον δέξασθε Πνεύματος δρόσον,* ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·* νῦν ἐκ Σιών γάρ ἐξελήλυθε νόμος,* ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ἁγία Τριάς ὁ Θεός, σῶσον ἡμᾶς.
κετεύω Σε, Τριάς, ζωήν ἐμήν κατηύθυνον,* πρός Σάς ἐντολάς, τάς σωτηρίους,  καί φώτισον* ψυχήν τήν ἐμήν, ὡς αἰωνίως ὑπάρχουσα,* φωτί Σου σεπτῷ, τῷ πᾶσαν κτῆσιν φωτίζοντι* μαρμαρυγαῖς ἱεραῖς καί ἀστραπαῖς Σῆς θεότητος.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σκότει  δεσμούμενος ἁμαρτημάτων* εὐνοίᾳ τῇ Σῇ, Πανάγαθε, φώτισόν με,* βοῶ Σοί· τοῦ βάρους τε τῶν ἁλύσεών μου,* ἀγάπης πηγή, ἐλέει Σου κούφισόν με,* ἁγνότητος δέ ἐπιστάλαξον γλυκασμόν Σου.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν τῆς Σῆς χάριτος ἐσκοτισμένην,* ποίησον ψυχήν, Παράκλητε, Σοῦ δούλου,* μανίας δεινῆς τό σκότος ἐκδιώκων,* φωτίζων φωτί, φωτός πηγή ὑπάρχων,* ὁμοῦ τῷ Πατρί  καί Λόγῳ  τιμωμένη.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Θεέ Ἀγαθέ, ἡμέρας καί νυκτός τε* κινοῦσι  εἰς ὀργήν παμμίαραί μου πράξεις*  καί  λόγοι  τήν Σήν  πρός με μακροθυμίαν·* Σοί οὖν ἐκπλιπαρῶν προσπίπτω  καί βοῶ Σοι,* ἐχθίστης αὐτῆς ἀπάλλαξον ἀτιμίας.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ψει Σῆς δυνάμεως στερέωσόν με,* ψυχήν τήν ἐμήν κάμνουσαν ἐν τῇ θλίψει,* νοός τάς ὁρμάς ἀφ’ ὕπνου ἁμαρτίας* ἐγεῖρον, Ἀγαθέ, ταῦτας τε δυναμοῦντι,* ὁ μόνος δυνατός, ὁ τούς νεκρούς  ἐγεῖρον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῇ μόνῃ γεννήσασᾳ πηγήν σοφίας πάσης* προσπίπτω, Ἁγνῇ, Παρθένῳ Πανυμνήτῳ,* διά παντός τοῦ δούλου Σου ψυχήν τήν κλονουμένην,* ἐπί τῶν θείων ἐντολῶν τυγχάνω παραβάτης,* ὀρθοφρονεῖν ἐκδίδαξον καί ἐπίστρεψον Υἱῷ Σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ρθησαν ἐπ΄ ἐμέ οἱ λογισμοί κακίας,* τύπτοντες τήν ψυχήν ἀνηλεῇ βασάνῳ·* Σοί ὅμως τῇ Ἁγνῇ  Μητρί τε  τοῦ Θεοῦ μου,* προσφεύγων συνδρομῆς ἐξ οὐρανοῦ αἰτοῦμαι,* πλουτῖσαι διδαχαῖς Υἱῷ Σου εὐαρέσταις.

Κανών δεύτερος. Ὠδή ε’. Φώτισον ἡμᾶς.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάς ὁ Θεός,* ζωήν ἐμήν κατηύθυνον,* πρός Σάς ἐντολάς τάς σωτηρίους,* φωτίζουσα μαρμαρυγαῖς* ἱεραῖς τῆς Σῆς θεότητος.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
λιος Σύ ὤν,* τόν τῆς ἁμαρτίας δεσμώτην,* τόν βαρυνόμενον ἁλύσεων τῷ ἄχθει,* ὡς ἀγάπης πηγή,* κούφισόν με τῷ ἐλέει Σου.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν χάριτος Σῆς,* τήν ἐσκοτισμένην, Παράκλητε, ψυχήν μου* φώτισον  φωτί, φωτός πηγή ὑπάρχων,* Λόγῳ τε ὁμοῦ,* Πατρί τε  τιμωμένη.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δός μοι, Ἀγαθέ,* ἀπαλλαγήν ἀπό ἐχθίστης ἀτιμίας,* Σοί οὖν ἐκλιπαρῶν γονυκλινῶς προσπίπτω,* ὅτι ἡμέρας καί νυκτός* πράξεσι παροργίζω.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
 γειρον, Σεπτέ,* ψυχήν τήν ἐμήν κάμνουσαν τῇ θλίψει,* νοός τάς ὁρμάς ἀφ’ ὕπνου ἁμαρτίας,* Σύ μόνος γάρ ὁ δυνατός,* ὁ τούς νεκρούς  ἐγείρων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
γνή διά παντός,* τοῦ δούλου Σου ψυχήν τήν κλονουμένην,* δίδαξον ὀρθοφρονεῖν καί ἐπίστρεψον Υἱῷ Σου,* ἐπί τῶν θείων ἐντολῶν,* τυγχάνω γάρ παραβάτης.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νίκην λογισμῶν,* δολίως τόν δοῦλον Σου τυπτόντων,* προσφεύγων ἐπί Σέ, ἐξ οὐρανοῦ αἰτοῦμαι,* πλουτῖσαι διδαχαῖς* Υἱῷ Σου εὐαρέσταις.

Κανών πρῶτος. Ὠδή στ’. Ὁ Εἱρμός.
λασμός ἡμῖν Χριστέ  και  σωτηρία,* ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,* ἵν, ὡς Προφήτην θηρός  ἐκ θαλαττίου,* στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,* ὅλον τόν Ἀδάμ,* παγγενῆ πεπτωκότα.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι τοῖς πάθεσι τῆς σαρκός, Σωτήρ μου,* βεβυθισμένος  ἐνυπάρχων τε ἐσχάτῃ ἀβύσσῳ,* Αὐτός με  ζώωσον θερμῶς καθικετεύω,* ῥύαξι  τῆς  Σῆς  πηγῆς  τῆς  ζωοδόχου,* ἀρδεύων τήν ἐμήν* ψυχήν τήν καιομένην.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ντως σιωπῆς μεγίστης  ἀξιοῦνται,* μυστήρια τά Σά· τρία γάρ ἐνυπάρχουσι*  θεότητι  μιᾷ, πρόσωπα ἀσυγχύτως* ἄναρχε Τριάς, ἀφράστως ἡνωμένα· σῶσον, Ἀγαθέ,* τό ἐκ χοός Σόν ἔργον.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σος τῷ Πατρί ὁ Λόγος ἐνυπάρχει* καί Πνεῦμα τό σεπτόν, αἰώνων ἀπό πάντων·* μιᾶς ἀπό Ἀρχῆς ἐκλάμποντες  τῷ κόσμῳ,* κεχωρισμένοι μένοντες ἐν τοῖς προσώποις·* δόξα Σοι, ὦ Τριάς,* ἡ θεία Μοναρχία.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Καρπούς μοί δίδου, Παράκλητε μετανοίας,* ψυχήν καί ζωήν ἐμήν βεβηλωμένην,* καθαῖρον, Ἀγαθέ, βεβήλου  ἀντικειμένου,* τάς ἀπό νεότητος κινήσεις τάς βεβήλους,* ἅς τρόποις πολλοῖς* ἐμέ ἔπλησεν ῥύπου.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οἶμοι τῷ ἀθλίῳ, τόν νοῦν κατειλημμένῳ* συγχύσεως δεινῆς καί πίπτοντι παντοίοις* κακοῖς, ὡς ἡ ναῦς θαλάσσῃ κυματώδῃ* καί πνεύμασι σφοδροῖς παντί κλονιζομένῃ·* Παράκλητε Ἀγαθέ,* ἐκλύτρωσόν με ἐν τάχει.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γενναιοδωρίας πηγή  καί  εὐσπλαχνίας* ὑπάρχουσα, Ἁγνή, Υἱῷ Σου κάμψον, Μῆτερ,*τῷ  πτώσει φοβερᾷ κειμένῳ  καί βιοῦντι·* ὄρκους τούς πρός Αὐτόν  ἀφρόνως παραβάντα* Παναμώμητε,* ποίησον ἐλεῆσαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
πιδρομάς ἐπ’ἐμέ ἐχθρῶν τῶν ἀοράτων* ἐκδίωξον, Ἁγνή Παρθένε, ἀπό ψυχῆς μου,* διά τῆς Σῆς, Μητράνανδρε, ἰσχύος ἀνικήτου,* τῷ δούλῳ Σου δωρίζουσα τήν θείαν πανοπλίαν* καί πνευματικήν* κάμπτουσα τόν Υἱόν Σου.

Κανών δεύτερος. Ὠδή στ’. Τήν δέησιν, ἐκχεῶ.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς πάθεσι* τῆς σαρκός  νικηθείς,* βεβυθισμένος ὑπάρχω ἀβύσσῳ τῇ ἐσχάτῃ·* ὅθεν, Σῶτερ μου, θερμῶς καθικετεύω,* ζώωσόν με πηγῇ τῇ Σῇ ζωοπαρόχῳ·* Σοῦ δέομαι  τοῦ Λυτρωτοῦ,* τήν καιομένην ψυχήν μου κατάρδευσον.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
τῶν Σῶν φρικτῶν* καί θείων μυστηρίων,* ἅτινα σιωπῆς μεγίστης ἀξιοῦνται,* θεότητι μιᾷ πρόσωπα ἀσυγχύτως* τρία ἐνυπάρχουσι, ἀφράστως  ἡνωμένα·* διό Σύ σῶσον, Ἀγαθέ,* τό ἐκ χοός Σόν ἔργον, Σοῦ  δέομαι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νέεις τῷ Πατρί* καί Λόγῳ ἐνυπάρχεις,* Παράκλητε Ἀγαθέ, Σύ τό θεῖον Πνεῦμα,* μιᾶς ἀπό Ἀρχῆς ἐκλάμποντες τῷ κόσμῳ,* τοῖς προσώποις μένοντες μόνον κεχωρισμένοι·* δόξα Σοι ὦ Τριάς,* ἡ θεία Μοναρχία, δόξα Σοι.

 Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δε τήν ἐμήν,* ψυχήν βεβηλωμένην* καί κάθαρον αὐτήν, βεβήλου ἀντικειμένου,* νεότητος ἀπό κινήσεων βεβήλων,* αἵ τρόποις πολλοῖς ἐμέ  ἔπλησαν ῥύπου·* Παράκλητε Ἀγαθέ,* μετάνοιαν ὁ Θεός μοί δώρησαι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οἶμοι, ἔχοντι νοῦν,* αἰχμάλωτον τῷ πάθει,* συγχύσεως δεινῆς ἐμπίπτοντι παντοίοις* κακοῖς, ὡς ἡ ναῦς θαλάσσῃ κυματώδει* καί πνεύμασι σφοδροῖς ἀγρίως δονουμένη·* Παράκλητε Ἀγαθέ,* Σόν δοῦλον, ὁ Θεός, ἐν τάχυ ἐκλύτρωσαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νεῦσον πρός τόν Σόν,* Παναμώμητε, δοῦλον,* τῷ πτώσει φοβερᾷ κειμένῳ  καί  βιοῦντι,* τόν ἀφρόνως τούς ὄρκους παραβάντα* πρός τόν Σόν Υἱόν, Κύριον καί Θεόν μου·*  ἐπίκαμψον Αὐτόν, Ἁγνή,* ὡς εὐσπλαχνίας πηγή ἡ ἀένναος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ῦσαι, ὧ Ἁγνή* Παρθένε, τήν ψυχήν μου,* ἐπιδρομάς ἀπό ἐχθρῶν τῶν κατ’ἐμοῦ ἀοράτων,* Μητράνανδρε τῇ Σῇ ἰσχύϊ τῇ ἀνικήτῳ,* ὅπλοις πνευματικοῖς τοιχίζουσα Σόν δοῦλον·* ἐπίκαμψον, Μῆτερ Ἁγνή,* τόν Σόν Υἱόν Σῇ δεήσει καί χάριτι.

Διάσωσον,* ἀπό κακῶν  τόν Σόν  δοῦλον, Παράκλητε,* ὅτι ἀγρίως καί συνεχῶς εἰς ἐμέ ἐπιτίθενται* οἱ  δαίμονες,  λογισμοῖς καί φαντασίαις ἀθλίαις.
πίβλεψον,* μετ’ εὐσπλαχνίας, Πανύμνητε Θεοτόκε,* ἐπί τό ἐμόν τῆς καρδίας  σκληρόν  ἀπολίθωμα*  καί  φώτισον  τῆς  ψυχῆς  μου  τό σκότος.

  Ἱερεύς  μνημονεύει ὡς  δεδήλωται, ἡμῶν  ψαλλόντων  τό Κύριε  λέησον  δωδεκάκις καί  μετά  τήν  ἐκφώνησιν·

Κοντάκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ. δ’.
τε καταβάς* τάς γλώσσας συνέχεε,* διεμέριζεν ἔθνη ὁ Ὕψιστος·* ὅτε τοῦ πυρός*  τάς γλώσσας  διένειμεν,* εἰς  ἑνότητα πάντας ἐκάλεσεν·*  καί  συμφώνως δοξάζομεν*  τό Πανάγιον Πνεῦμα.
Καί  εὐθύς  τό  Προκείμενον.
Ἦχος δ’. Τό Πνεῦμα Σου τό ἀγαθόν, ὁδηγήσει με ἐν γῇ  εὐθείᾳ. (Δίς).
          Στίχ.  Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
          Τό Πνεῦμα Σου τό ἀγαθόν, ὁδηγήσει με ἐν γῇ  εὐθείᾳ.

   Ἱερεύς:
Καί  ὑπέρ  τοῦ καταξιωθῆναι  ἡμᾶς  τῆς  ἀκροάσεως  τοῦ  ἁγίου  Εὐαγγελίου, Κύριον  τόν  Θεόν  ἡμῶν  ἱκετεύσωμεν.
  χορός: Κύριε  λέησον. (γ’).
  Ἱερεύς:
Σοφία. Ὀρθοί  ἀκούσωμεν  τοῦ  ἁγίου  Εὐαγγελίου. Εἰρήνη  πᾶσι.
  χορός: Καί  τῷ  πνεύματί  σου.
  Ἱερεύς:
          κ  τοῦ  κατά  Ἰωάννην  ἁγίου  Εὐαγγελίου, τό  Ἀνάγνωσμα. Σοφία, πρόσχωμεν· (ἐκ τοῦ θ’ Ἐωθινοῦ).
  χορός: Δόξα  Σοι, Κύριε, δόξα  Σοι.
           Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ  μιᾷ τῶν Σαββάτων, καί τῶν θυρῶν  κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διά τόν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καί ἔστη εἰς τό μέσον καί λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καί  τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς  τάς χεῖρας καί τήν πλευράν αὑτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταί, ἰδόντες τον Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθώς ἀπέσταλκέ με ὁ Πατήρ, κᾀγώ πέμπω ὑμᾶς. Και τοῦτο εἰπών, ἐνεφύσησε  και λέγει αὐτοῖς· λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.

  χορός: Δόξα  Σοι, Κύριε, δόξα  Σοι.
Δόξα.  Ἦχος β’.
          Ταῖς  τῶν Ἀποστόλων πρεσβείαις,  Ἐλεῆμον,* ἐξάλειψον  τά  πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.
Καί  νῦν.
          Ταῖς  τῆς  Θεοτόκου  πρεσβείαις,  Ἐλεῆμον,* ἐξάλειψον  τά  πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.
          Στίχ. λεῆμον, ἐλέησόν  με    Θεός  κατά  τό  μέγα  ἔλεός  Σου  καί  κατά  τό πλῆθος  τῶν  οἰκτιρμῶν  Σου  ἐξάλειψον  τό  ἀνόμημά  μου.
Καί τό παρόν Ἰδιόμελον. Ἦχος πλ. β’. Τήν ὑπέρ ἡμῶν.
Ζωή τῶν πάντων, * φῶς καί  παρηγορία,* ἐλπίδα  καί  γλυκύτης,* Ἅγιον Πνεῦμα,* τούς Σέ Θεόν ὁμολογοῦντας,* σύνθρονον Πατρός  καί  τοῦ  Υἱοῦ τε,* τῶν δώρων Σου ἡμᾶς καταξίωσον* καί ἄφεσιν ἁμαρτιῶν ἡμῖν δώρησαι·* Σύ γενοῦ μεθ’ ἡμῶν* καί  οὐδείς  καθ’ ἡμῶν.

Εὐθύς  ἐκφωνεῖται  ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
Σῶσον    Θεός  τόν  λαόν  Σου  καί  εὐλόγησον  τήν  κληρονομίαν  Σου. Ἐπίσκεψαι  τόν  κόσμον  Σου  ἐν  ἐλέει  καί  οἰκτιρμοῖς, ὕψωσον  κέρας  Χριστιανῶν  Ὀρθοδόξων  καί  κατάπεμψον  ἡμῖν  τά  ἐλέη  Σου  τά  πλούσια.
          Πρεσβείαις  τῆς  Παναχράντου  Δεσποίνης  ἡμῶν  Θεοτόκου  καί  Ἀειπαρθένου  Μαρίας.
          Δυνάμει  τοῦ  Τιμίου  καί  Ζωοποιοῦ  Σταυροῦ.
          Προστασίαις  τῶν  Τιμίων, Ἐπουρανίων  Δυνάμεων  Ἀσωμάτων.
          κεσίαις  τοῦ  Τιμίου, Ἐνδόξου  Προφήτου  Προδρόμου  καί  Βαπτιστοῦ  Ἰωάννου.
          Τῶν  Ἁγίων  Ἐνδόξων  καί  Πανευφήμων  Ἀποστόλων.
          Τῶν  ἐν  Ἁγίοις  Πατέρων  ἡμῶν, Μεγάλων  Ἱεραρχῶν  καί  Οἰκουμενικῶν  Διδασκάλων: Βασιλείου  τοῦ  Μεγάλου, Γρηγορίου  τοῦ  Θεολόγου  καί  Ἰωάννου  τοῦ  Χρυσοστόμου· Ἀθανασίου  καί  Κυρίλλου, Ἰωάννου  τοῦ  Ἐλεήμονος, Πατριαρχῶν  Ἀλεξανδρείας· Νικολάου  Ἐπισκόπου  Μύρων  τῆς  Λυκίας  καί  Σπυρίδωνος Ἐπισκόπου  Τριμυθοῦντος, τῶν  Θαυματουργῶν.
          Τῶν ἁγίων, ἐνδόξων  καί  καλλινίκων  Μαρτύρων.
          Τῶν  Ἁγίων  ἐνδόξων  Μεγαλομαρτύρων  Γεωργίου  τοῦ  Τροπαιοφόρου, Δημητρίου  τοῦ  Μυροβλύτου, Θεοδώρου  τοῦ Τήρωνος  καί  Θεοδώρου  τοῦ  Στρατηλάτου.
          Τῶν  ἁγίων  Ἱερομαρτύρων  Χαραλάμπους  καί  Ἐλευθερίου.
          Τῶν  Ὁσίων  καί  Θεοφόρων  Πατέρων  ἡμῶν.
Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μαξίμου τοῦ Γραικοῦ.
          (Τοῦ  Ἁγίου  τοῦ  Ναοῦ, ἐφ’ ὅσον  δέν  ἐμνημονεύθη  ἐν  τοῖς  ἄνω).
          Τῶν  Ἁγίων  καί  Δικαίων  Θεοπατόρων  Ἰωακείμ  καί  Ἄννης.
          (Τῶν  Ἁγίων  τῆς  ἡμέρας).
          Καί  Πάντων  Σου  τῶν  Ἁγίων.
          κετεύομέν  Σε, Μόνε Πολυέλεε  Κύριε, ἐπάκουσον  ἡμῶν  τῶν  ἁμαρτωλῶν  δεομένων  Σου  καί  ἐλέησον  ἡμᾶς.

  χορός: Κύριε  λέησον (ιβ’ - 12).

          Καί  ἐπισφραγίζει    Ἱερεύς  μετά  τῆς  δοξολογικῆς ἐκφωνήσεως:
          λέει  καί  οἰκτιρμοῖς  καί  φιλανθρωπίᾳ  τοῦ  Μονογενοῦς Σου  Υἱοῦ, μεθ’ Οὗ  εὐλογητός  εἶ, σύν  τῷ  Παναγίῳ  καί Ἀγαθῷ  καί  Ζωοποιῷ  Σου  Πνεύματι, νῦν  καί  ἀεί  καί  εἰς  τούς  αἰῶνας  τῶν  αἰώνων.

  χορός: μήν.

Καί  ἀποπληροῦμεν  τάς  λοιπάς ὠδάς  τῶν  Κανόνων.
Κανών πρῶτος. Ὠδή ζ’. Ὁ Εἱρμός.
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,* σέβειν τό χρυσότευκτον ἄψυχον βρέτας·* ἡ τοῦ Παρακλήτου δέ φωσφόρος χάρις,* σεβασμιάζει τοῦ βοᾶν· Τριάς μόνη,* ἰσοσθενής, ἄναρχος, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν με δεῖξον, Σῶτερ, Πατρός  Λόγε,* παθῶν τε ἐλεύθερον, κακίας τῆς τοῦ ἤθους,* ἁγίαις δωρεαῖς τοῦ θείου Παρακλήτου,* πλουτίζων με  τόν ἄδοντα Σοί εὐφροσύνως·* ὁ τῶν Πατέρων Θεός, εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
λέησον, Σώτερ, ἐμήν καρδίαν,* λίθου ἀρραγοῦς σιδήρου τε σκληροτέραν,* γλυκύτητος δέ πλήρωσον, ἵνα κραυγάζω* σωζόμενος, Σοί τῷ μόνῳ εὐεργέτῃ·* ὁ τῶν Πατέρων Θεός, εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
να τοῦ Πατρός, Πεύματος καί Υἱοῦ τε* αἰώνιον συνύπαρξιν τριῶν θείων προσώπων,* ὀντότητι  μιᾷ, τιμήσωμεν ἐμφρόνως,* μεγάλῃ τῇ φωνῇ ἄδοντες εὐλογοῦμεν·* ὁ τῶν Πατέρων Θεός, εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Συνηθείᾳ πονηρᾷ βαλλόμενος ὡς δοῦλος* καί ἁμαρτωλῷ, δεόμενος  προσπίπτω* Σοί, Σώτερ Ἀγαθέ, τῷ τοῦ παντός Δεσπότῃ* δεόμενος βεβήλου ἔργου ἀπαλλαγῆναι· ὁ τῶν Πατέρων Θεός, εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τῇ εὐδοκίᾳ τῇ Σῇ καί ἰσχυρᾷ χειρί Σου,* στερέωσον  τήν  κάμνουσαν ὑπό τῆς ἁμαρτίας* ψυχήν τήν ἐμήν, τοῦ Σοῦ ἀχρείου δούλου,* σωζόμενος ὅπως δοξολογῶν Σε κράζω·* ὁ τῶν Πατέρων Θεός, εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
μπλησον φωτός, Θεοχαρίτωτε Κόρη,* νοῦν καί ψυχήν, ἐξ ἁμαρτίας ἐσκοτισμένα*, νοήσεως Θεοῦ και θερμῆς μετανοίας,* ἵνα ἄδω Σοι, ὁμοῦ τῷ Ἀρχαγγέλῳ·* Δέσποινα πάντων* χαῖρε,  Εὐλογημένη.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
μπαθεῖς λογισμούς  καί σαρκός τάς ἀνόμους* κινήσεις  νέκρωσον, χάριτι Παρακλήτου·* ἰσχύν γάρ κέκτησαι Θεόν γεννησαμένη,* ἵνα ἄδω Σοι, ἁγιοπρεπεστάτως·* νῦν καί ἀεί* δόξα Σοι, Παναγία.

Κανών δεύτερος. Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δωρ ἀθανασίας* ἁγίων δωρεῶν Σου, σεπτέ Παράκλητε,* παθῶν ἐλεύθερόν με,* κακίας τῆς τοῦ ἤθους* δεῖξον τόν ἄδοντα·* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Στερ, ἐλεήσόν μου,* καρδίαν σκληροτέραν λίθου σιδήρου τε,* γλυκύτητος πληρώσας* τῆς Σῆς, Παντελεήμων,* ἵνα κραυγάζω Σοι·* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σωμεν τῷ Κυρίῳ,* τιμῶντες εὐφροσύνως θείων συνύπαρξιν* προσώπων, τοῦ Πατρός τε* καί τοῦ Υἱοῦ ὁμοῦ τε* καί  θείου Πνεύματος·* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δέ μου συνηθείας* τῆς πονηρᾶς  τό βάρος, Σοῦ Σῶτερ δέομαι,* ὁ ἁμαρτωλός  καί  δοῦλος* προσπίπτω τῷ Δεσπότῃ* κακῶν με ἀπάλλαξον·* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Εὐδοκίᾳ, Σῶτερ,*  καί  ἰσχυρᾷ χειρί Σου, ἐμήν στερέωσον* ψυχήν, ἀχρείου δούλου,* ὅστις δοξολογῶν Σε,* πίστει ἀνακράζει Σοι·* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
να Σοί τῇ Κόρῃ,* ὁ ἐσκοτισμένος ψυχῇ καρδίᾳ τε,* ἀναβοῶ τόν ὕμνον* ὁμοῦ τῷ Ἀρχαγγέλῳ,*φωτί Σου ἔμπλησον·* ὅπως βοῶ Σοι, Ἁγνή,* δόξα Σοι, Παναγία.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
ῦσαι τῶν ἐμπαθείας* λογισμῶν ἀνόμων, κινήσεις νέκρωσον* σαρκός, τοῦ Παρακλήτου* χάριτι  καί  δυνάμει,* ἰσχύν γάρ κέκτησαι·* ὅπως βοῶ Σοι, Ἁγνή,* δόξα Σοι, Παναγία.

Κανών πρῶτος. Ὠδή η’. Ὁ Εἱρμός.
Λύει τά δεσμά  καί  δροσίζει  τήν  φλόγα,* ὁ τρισοφεγγής  τῆς θεαρχίας τύπος·*  ὑμνοῦσι Παῖδες, εὐλογεῖ  δέ  τόν μόνον* Σωτῆρα  καί  Παντουργόν, ὡς  εὐεργέτην,* ἡ  δημιουργηθεῖσα σύμπασα κτίσις.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ησοῦ Θεέ, φῶς τῶν ἐσκοτισμένων* πέλεις, ὅθεν κἀμοῦ ἐκαθάρισον καρδίαν,* ἀνόμων λογισμῶν διώσεως αἰσχίστης,* ἵνα κράζω Σοι, Ποιητά τῶν ἁπάντων,* καρδίᾳ καθαρᾷ·* Σοί πρέπει, Μόνῳ, δόξα.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ήτορες ὁμοῦ τοῖς λειτουργοῖς Σου ἀΰλοις,*  Ὕψιστε Τριάς, Μοναδική καί Ἁγία,* ἡ λόγῳ μόνῳ συστησαμένῃ κόσμον,* ὕμνον ἄδωμεν, αἰνοῦντές Σου τό κράτος,* ὄντες σποδός οἱ δοῦλοι Σου καί γῆ τε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Καταστροφικῶν ἐπιθέσεων ῥῦσαι,* ἐχθρῶν ἐμέ νικούντων τῶν ἀοράτων·* ψυχῇ τῇ ἐμοί δέ, ὡς γῇ ἐρημωτάτῃ,* τήν χάριν Σου ἐμφύτευσον τήν ζωηφόρον,* Παράκλητε σεπτέ, ὁ Θεός, καταδέχου.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τά ἐν προσευχῇ  ἀπό Σοῦ αἰτοῦμαι,* ἵνα ἐκτελῶ μετ’ἀγάπης  καί  φόβου,* ἀξίωσον Σόν δοῦλον, παραμυθίας φάος,* στηρίζων με ταῖς Σαῖς, Φωτοδότα, ἀκτίναις,* Παράκλητε σεπτέ, ὁ Θεός, καταδέχου.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ρθησαν ὑπέρ κεφαλήν μου ἀθλίαν* Βελίαρ λογισμοί πάθους κενοδοξίας* Σύ, Δέσποτα οἰκτίρμων, θεράπευσον ψυχήν μου* δαιμόνων ῥυπαρῶν βολαῖς τήν ὀχλουμένην,* ὅν τρόπον, Ἀγαθέ, Σύ ἐπιγινώσκεις.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῆς χάριτος, σεπτέ* καί Παράκλητε θεῖε,* μή μέ δοῦλον Σόν* ἀποκλείσης ἱκέτην,* τόν Πόρνην ὑπερβάντα* καί Ἠσαΰ ἀνομίᾳ* προσφεύγοντα τῇ Σῆ* παρακλήσει τῶν δώρων,* ἥν δίδου μοι,* μετανοοῦντα δέ δεῖξον με.

Εὐλογοῦμεν Πατέρα, Υἱόν  καί  Ἅγιον Πνεῦμα, τόν Κύριον.
ῦσαι με τόν Σόν,* Ἀειπάρθενε, δοῦλον,* τόν  φιλάμαρτον* ὑπέρ πάντας ἀνθρώπους,* πρός Σέ γάρ καταφεύγω,* Πανύμνητε Παρθένε,* ἐλπίς ἐμῆς ψυχῆς* ἐντυγχάνεις καί πόθος*  ζωῆς τῆς ἐν Σοί,* Υἱῷ τε καί Θεῷ Σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
μνῶ Σε τήν Ἁγνήν,* ἀειπάρθενον Κόρην,* καί δέομαι ζωῆς* ἐναρέτου δειχθῆναι,* φίλον τε Θεοῦ* ἀληθείας σωζούσης·* ἀγάπῃ τε καί φόβῳ* διορθούσης τόν τάλαν* ὡς μητέρα* εὔστοργος  καί καλλίστη.

Κανών δεύτερος. Ὠδή η’. Τόν Βασιλέα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Κράζω Σοί, Σῶτερ,* ὁ φῶς πέλων ἐσκοτισμένων,* καθάρισον καμοῦ καρδίαν διωμένην,* αἰσχροῖς λογισμοῖς·* Σοί πρέπει, Μόνε, δόξα.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς λειτουργοῖς Σου* Ὕψιστε Τριάς μοναδική τε,* ἡ λόγῳ μόνῳ συστησαμένῃ κόσμῳ,* συνάδωμεν ὁμοῦ* αἰνοῦντες Σου τό κράτος.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
λίου δίκην* ψυχήν μου ἐρημωτάτην* καταφώτισον, ἐχθρῶν τῶν  ἀοράτων,* Παράκλητε σεπτέ,* τῆς προσβολῆς με ῥῦσαι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Στήριξον φωτός* Φωτοδότα, Σαῖς ἀκτίναις,* ἵνα ἐκτελῶ μετ’ἀγάπης καί φόβου,* Παράκλητε Ἀγαθέ,* προστάγματα Σά θεῖα.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τήν κεφαλήν μου* ὑπερέβησαν, Οἰκτίρμων,* Βελίαρ λογισμοί πάθους κενοδοξίας,* δαιμόνων ῥυπαρῶν* βολῶν ἀπάλλαξόν με.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
σαΰ καί Πόρνην* ὑπερέβην  τῇ ἀνομίᾳ,* Παράκλητε σεπτέ, πλήν μή μέ ἀποκλείσῃς,* τῆς χάριτός Σου,* μετανοοῦντα δέξαι με.

Εὐλογοῦμεν Πατέρα, Υἱόν  καί  Ἅγιον Πνεῦμα, τόν Κύριον.
Σῶσον νῦν,* Ἀειπάρθενε, δοῦλον,* τόν Σοί προσφεύγοντα, Πανύμνητε Παρθένε,* ἐλπίς ἐμῆς ψυχῆς* τυγχάνεις γάρ και πόθος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
γνή Σοί ὕμνον* τῇ Πανυμνήτῳ Κόρῃ* προσάγω Σοι πιστῶς, δεόμενος δειχθῆναι* φίλος Σοῦ Υἱοῦ,* διορθωθείς ὁ τάλας.

Κανών πρῶτος. Ὠδή θ’. Ὁ Εἱρμός.
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος·* ἅπαν γάρ εὐδίνητον εὔλαλον στόμα,* ῥητρεῦον, οὐ σθένει Σε μέλπειν ἀξίως·* ἰλιγγιᾷ δέ νοῦς ἅπας Σου τόν τόκον  νοεῖν·* ὅθεν Σε συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῶτερ σῶσον με,* ἡ ἐλπίς τῆς ψυχῆς μου,* μή στερήσῃς με* τῆς χαρᾶς Σου τῆς θείας,* ὅτι φῶς ἡμῶν* πέλεις τε καί προστάτης,* εὐχαῖς ταῖς σεπταῖς* τῆς Πανάγνου Μητρός Σου,* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.
νυμνῶ σεπταῖς* οὐρανίαις Δυνάμεις* ὁμοῦ ὁ δοῦλος Σου,* ὁ σποδός ἐνυπάρχων,* φόβῳ κείμενος* τῶν πάντων ὑποκάτω,* Σέ προσκυνῶν* καί ἐν ἀγάπῃ κραυγάζων,* Κύριε Θεέ,* Τριάς Ἁγία δόξα Σοι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
κετεύω Σε,* προσκυνῶν καί δοξάζων* κράτος Σου ἀπόρθητον,* δόξαν Σου θείαν·* σῶσον με* τῆς καταδίκης  Θεέ μου,* μυρίαις κολάσεσι ἄξιον ὄντα· Σεπτέ,* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
γαθότητα* ἠθῶν καί  τοῦ Σοῦ νόμου* διδαχήν καί νόησιν* θείων Σου δογμάτων,* δίδαξον, Παράκλητε,* ὅπως θεαρέστως*  ὑμνῶ Σέ  τόν Θεόν,* τόν ἕνα τῆς Τριάδος·* Ἥν συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δεῖν ἀξίωσον* Σῶν δικαίων τήν δόξαν,* καί εὐαρεστησάντων Σοι* ἐν οὐρανοῖς ἑορτήν·* ὑμνεῖν Σε μετ’αὐτῶν* δώρησαι, θεῖε* Πανάγιε Παράκλητε,* δοῦλος ὁ Σός ἐκζητεῖ·* ὅπως Σε συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ράϊσον ψυχῆς* τῆς ἐμῆς τήν κακίαν,* φόβον ἀποδίωξον* ἀπό αὐτῆς  τοῦ κακοῦ,* ἀδυναμίαν δ’ἐξάλειψον* καί τῷ στεφάνῳ* τῶν ἀρετῶν, Παράκλητε,*  κατακόσμησον·* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νίκην δώρησαι,* θεραπεύουσα ἅμα,* τήν φθαρεῖσαν πάθεσι* καί παναθλίαν ψυχήν,* Παναμώτητε* Παρθένε, τοῦ Σοῦ δούλου,* εὐχαῖς ταῖς  ἁγίαις Σου,*βοῶντι Σοί τῇ Μητρί·* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
δε δούλου Σου* πένητος δέησιν τήνδε*  καί ταύτην προσάγαγε* καθικετεύω Σε,* Μῆτερ Ἀπείρανδρε* τῷ Παρακλήτῳ,* ὡς θεία μεσήτρια* ἀνθρώπων πρός τόν Θεόν·* ὅπως Σέ συμφώνως  δοξάζομεν.

Κανών δεύτερος. Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δε τῆς Μητρός Σου,* Πανάγνου Παναγίας,* σεπτάς εὐχάς, δι’ ὧν με ἐλέησον, Κύριε·* Σύ γάρ ὑπάρχεις ἡ ἐλπίς* ψυχῆς μου τῆς ἀθλίας. 

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Κύριε Θεέ μου,*ὁμοῦ ταῖς οὐρανίαις* Δυνάμεσι, τόν ὕμνον προσάδω Σοί* καί ἐν ἀγάπῃ κραυγάζω,* Κύριε δόξα Σοι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν ἀναδειξόν με,* δοξάζων Σε ἱκετεύω,* τόν μυρίων κολάσεων ὄντα ἄξιον,* τῆς Σῆς χάριτος, θεῖε Παράκλητε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
δε μου ἀγνωσίαν* καί Σύ ἐκδίδαξόν με,* τήν τοῦ Σοῦ νόμου διδαχήν τε καί νόησιν,* ὅπως συμφώνως Σέ δόξαζω Παράκλητε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οὐράνιον χορείαν* τῶν Σοί εὐαρεστησάντων* καί Σέ ὑμνούντων ἰδεῖν με ἐλέησον,* ὅπως συμφώνως δοξάζω Σε Κύριε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
μνον τῷ Παρακλήτῳ,* ἐνδόξως ἀναπέμπω,* ὅτι κακίας τόν φόβον ἀπήλασας,* τήν ψυχήν ὡραΐσας τοῦ δούλου Σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
πό παθῶν, Παρθένε,* ψυχήν μου τήν ἀθλίαν,* εὐχαῖς ἁγίαις  ταῖς Σαῖς  καί  δεήσεσι* θεράπευσον, ὅπως δοξάζω Σε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Μῆτερ τῷ Παρακλήτῳ,* προσάγαγε Σοῦ δούλου* πένητος, δέησιν τήνδε, ὡς μεσήτρια* ἁμαρτανόντων ἀνθρώπων πρός Κύριον.

Μεγαλυνάρια Τριαδικά, ἐκ τῆς Παρακλητικῆς.
          ξιον ἐστίν ὡς  ἀληθῶς,*  τήν ὑπέρθεον ὑμνεῖν Τριάδα,* ἄναρχον Πατέρα καί παντουργόν,* συνάναρχον Λόγον,* πρό αἰώνων ἐκ τοῦ Πατρός,* ἀρρεύστως τεχθέντα*  καί τό Ἅγιον Πνεῦμα,* τό ἐκ τοῦ Πατρός  ἀχρόνως  ἐκπορευόμενον.

ξιον ἐστίν ὡς ἀληθῶς,* τοῦ δοξάζειν Σε  τόν Θεόν Λόγον,* Ὅν φρίττουσι καί τρέμουσι τά Χερουβείμ* καί  δοξολογοῦσιν* αἱ Δυνάμεις τῶν οὐρανῶν·* τόν ἐξαναστάντα*  τριήμερον  ἐκ τάφου,* Χριστόν τόν Ζωοδότην,* φόβῳ  δοξάσωμεν.

Ἕτερον, τοῦ ἁγ. Μαξίμου.
ξιον ἐστίν ὡς ἀληθῶς,* ἐκθειάζειν ἐν δοξολογίαις,* Πνεῦμα τό Πανάγαθον· τό ζωῆς* προστάτην· τῷ Πατρί τε* βασιλεύοντι σύν Υἱῷ,* ἐπί  ἀοράτων,* ὁμοῦ  καί  ὁρατῶν τε·* τό φοβερόν καί μέγα,* φόβῳ  δοξάσωμεν.

Δόξα. Ἐκ τῆς Παρακλητικῆς.
μνήσωμεν πάντες θεοπρεπῶς,* ᾄσμασιν ἐνθέοις*  τόν Πατέρα  καί  τόν Υἱόν*  καί  Πνεῦμα τό θεῖον,* τρισυπόστατον κράτος,*  τήν  μίαν  βασιλείαν  καί κυριότητα.

Καί  νῦν. Μεγαλυνάριον Θεομητορικόν τοῦ ἁγ. Μαξίμου.
Συγχώρησιν παράσχου ἁμαρτιῶν,* Δέσποινα  καί  Μῆτερ* τοῦ Θεοῦ Σου καί Λυτρωτοῦ·* δέχου παρακλήσεις* δούλων Σου ἀναξίων,* ζωῆς τῆς θεαρέστου δοῦσα διόρθωσιν.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς, Κύριε,*  ἐλέησον  ἡμᾶς·* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν·* μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῇς  τῶν  ἀνομιῶν  ἡμῶν·* ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν. Θεοτοκίον.
Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσωμεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν

Ἀπολυτίκιον ἁγ. Μαξίμου τοῦ Γραικοῦ.Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
κκλησίας  ἁπάσης  τό  κλεινόν καταπίστευμα*  καί τῶν ἐν Ῥωσσίᾳ Ἁγίων* τό  θεόλεκτον  κόσμημα·* ὁ  νέος Ἀποστόλων  τοῦ  χοροῦ*  ἀστήρ, ὁ  διαλάμπων  ἐφ’ ἡμᾶς·* ἁπάντων Ὀρθοδόξων ὁ ὁδηγός,*  πατήρ  τε  καί  διδάσκαλος.* Δόξα οὖν  Μαξίμῳ  τῷ Γραικῷ,* δόξα  τῷ τοῦτον  δοξάσαντι,* δόξα  τῷ δωρουμένῳ  δι’ αὐτοῦ* χάριν  καί  ἔλεος.

Εἶτα ὁ  Ἱερεύς τήν  Ἐκτενῆ  Δέησιν, ἡμῶν ψαλλόντων  τό  λιτανευτικόν Κύριε  λέησον, τρίς  (3) μεθ’ ἑκάστην  δέησιν, ἐξαιρέσει  τῆς  πέμπτης  δεήσεως, μεθ’ ἧν  ψάλλεται  τοῦτο τεσσαράκοντα (40).
λέησον  ἡμᾶς    Θεός, κατά  τό  μέγα  ἔλεός  Σου, δεόμεθά  Σου, ἐπάκουσον  καί  ἐλέησον.
τι  δεόμεθα,  ὑπέρ  τοῦ  Ἀρχιεπισκόπου  ἡμῶν  (δεῖνος)  καί  πάσης  τῆς  ἐν  Χριστῷ  ἡμῶν  ἀδελφότητος.
τι  δεόμεθα, ὑπέρ  ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως  καί  ἀφέσεως  τῶν  ἁμαρτιῶν, πάντων  τῶν εὐσεβῶν  καί  Ὀρθοδόξων  Χριστιανῶν
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
τι  δεόμεθα, ὑπέρ  τοῦ  διαφυλαχθῆναι  τήν  ἁγίαν  Ἐκκλησίαν  (ἤ  Μονήν)  καί  πόλιν  (ἤ  νῆσον)  ταύτην  καί  πᾶσαν  πόλιν  καί  χώραν, ἀπό  ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς  ἀλλοφύλων, ἐμφυλίου  πολέμου  καί  αἰφνιδίου  θανάτου. Ὑπέρ  τοῦ ἵλεων, εὐμενῆ  καί  εὐδιάλλακτον  γενέσθαι  τόν  Ἀγαθόν  καί  Φιλάνθρωπον  Θεόν  ἡμῶν, τοῦ  ἀποστρέψαι  καί  διασκεδάσαι  πᾶσαν  ὀργήν  καί  νόσον, τήν  καθ’ ἡμῶν  κινουμένην  καί  ῥύσασθαι  ἡμᾶς  ἐκ  τῆς  ἐπικειμένης  δικαίας  Αὐτοῦ  ἀπειλῆς  καί  ἐλεῆσαι  ἡμᾶς
τι  δεόμεθα, ὑπέρ  τοῦ  εἰσακοῦσαι  Κύριον  τόν  Θεόν, φωνῆς  τῆς  δεήσεως  ἡμῶν  τῶν  ἁμαρτωλῶν  καί  ἐλεῆσαι  ἡμᾶς.
πάκουσον  ἡμῶν, ὁ  Σωτήρ  ἡμῶν, ἡ  ἐλπίς  πάντων  τῶν  περάτων  τῆς  γῆς  καί  τῶν  ἐν  θαλάσσῃ  μακράν  καί  ἵλεως, ἵλεως  γενοῦ  ἡμῖν, Δέσποτα, ἐπί  ταῖς  ἁμαρτίαις  ἡμῶν  καί  ἐλέησον  ἡμᾶς. Ἐλεήμων  γάρ  καί  Φιλάνθρωπος  Θεός  ὑπάρχεις  καί  Σοί  τήν  δόξαν  ἀναπέμπομεν, τῷ  Πατρί  καί  τῷ  Υἱῷ  καί  τῷ  Ἁγίῳ  Πνεύματι, νῦν  καί  ἀεί  καί  εἰς  τούς  ἀιῶνας  τῶν  αἰώνων.

  χορός: μήν.

Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα τῆς Ἁγίας Τριάδος  καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια.

Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.
Πάντας  τούς  προσφεύγοντας  πιστῶς,* τῇ  Σῇ  προστασίᾳ  καί  σκέπῃ,* σεπτέ Παράκλητε,* ῥύου  πάσης  θλίψεως  καί  περιστάσεως·* τῶν  παθῶν  δέ  διάλυσον*  ταράττοντα σάλον,* παρέχων ἱκέταις Σου χάριν  σωτήριον·* Σύ  γάρ  χορηγός ἐνυπάρχῃς* ζωῆς τῶν ἁπάντων φωτός τε,* πέλων τῷ Πατρί  καί Λόγῳ σύνθρονος.

Ἦχος  πλ. δ’.
Δέσποτα  πρόσδεξαι*  τάς  δεήσεις  τῶν  δούλων  Σου*  καί  λύτρωσαι  ἡμᾶς*  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Ἦχος  β’.
Τήν  πᾶσαν  ἐλπίδα  μου*  εἰς  Σέ  ἀνατίθημι,* Παράκλητε Ἀγαθέ,* φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

Καλόν εἶναι νά συνεκτίθεται μετά τῆς Εἱκόνος τῆς Ἁγίας Τριάδος  καί    ἱερά  Εἰκών  τοῦ  ἁγίου Ποιητοῦ  τοῦ  Κανόνος, Ὁσίου Μαξίμου τοῦ Γραικοῦ (ἤ καί  Λείψανον  αὐτοῦ, ἐάν  ὑπάρχει), ὁπότε ψάλλονται  καί  τά  ἀκόλουθα τέσσαρα (εἰς τύπον Λιτῆς) Τροπάρια, μετά τοῦ Δοξαστικοῦ καί τοῦ Θεοτοκίου αὐτῶν·

Ἦχος α’.
Τέρπου καί ἀγάλλου* ἡ κατ’ Ἄρταν Ἐκκλησία* καί  Ῥωσία εὐφραίνου,* ὁμοῦ Βατοπεδίῳ,* ἐπί τῇ μνήμῃ  Μαξίμου* τοῦ τῆς Λαύρας  κοσμήτορος·* πάντες δέ πιστοί,* ἐν ὠδαῖς τερψιθύμοις,* κεκαθαρμένῃ  διανοίᾳ  πανηγυρίσωμεν.* Οὗτος γάρ γενναιοφρόνως,* ὡς  ἄλλος  Ἀβραάμ* πατρίδος  μέν τήν στέρρησιν ὑπήνεγκεν,* ἔνεκεν ἀληθείας  καί  δικαιοσύνης,* εἰρκῆς δέ  τήν  πολύπονον  πεῖραν  ἔλαβεν,* μαρτυρικῶς  ἐναθλήσας*, τῷ ψύχει καί τῇ πείνῃ* καί τῷ καπνῷ καταπονούμενος.* Οὕτως, λοιπόν,*  τοῦ  πολυμηχάνου δράκοντος  τάς  μεθοδείας  καταβαλών,* Κυρίῳ  τῷ  Θεῷ ἡμῶν πρεσβεύει,*  τοῦ  ἐπισκέψαι  καί  σῶσαι  τάς  ψυχάς  ἡμῶν.

Ἦχος β’.
Τῶν Ὁσίων ἐγκαλλώπισμα, Μάξιμε,* καθαρῶς  ἐποπτεύων  τήν Τρισήλιον  Θεότητα,* Ταύτης  ἐνδιαίτημα  ἐγένου* καί διά τήν  ὑπερβολήν  τῶν  σῶν  ἀρετῶν,* ἐμβασάνου  ὁμολογίας ἠξιώθης,* ἐν εἰρκτῇ ἐγκλεισθείς, ὡς Μάρτυς ἀληθείας·* «δικαιοσύνην μάθετε οἱ  ἐνοικοῦντες  ἐπί  τῆς  γῆς»,*  πρός τούς  σέ  κρίνοντας  ἀνεβόας·* διό  καί αὐτῶν τῆς  μανίας* καί  νοός  τοῦ  θηριώδους πεῖραν λαβόμενος,* ἠξιώθης Παραδείσου* καί τῆς  μετά τῶν Ἁγίων ἀγαλλιάσεως.

Ἦχος γ’.
Τῶν Διδασκάλων τοῦ Χριστοῦ  καλλονή  ὑπάρχων,* ταῖς πρός Αὐτόν θεοδέκτοις  πρεσβείαις σου,* προκόπτειν ἡμᾶς ἐν ἀγαθοῖς  καταξίωσον,* ὡς παρρησίαν ἔχων πρός Κύριον, Μάξιμε·* Αὐτόν γάρ*  τῇ  ἐκχύσει τῶν  τιμίων  ἰδρώτων  σου  ἐδόξασας,* διό  τῷ  θρόνῳ  Αὐτοῦ  παριστάμενος,* αἴτησαι  δοθῆναι  ἡμῖν,* τοῖς  τήν  σήν  μνήμην  φαιδρῶς  ἑορτάζουσι,* τῶν ψυχῶν  ἐν οὐρανοῖς τήν ἀνάπαυσιν,* μετά τῶν Δικαίων  καί  Ἁγίων δούλων  Του.

Ἦχος δ’.
πελθών  ἀσκητικόν ἀγῶνα,* ὡς τῷ Κυρίῳ στρατευσάμενος,* τάς τῶν δαιμόνων συνέντριψας κάρας*  καί  Βελίαρ  τήν  ἐπηρμένην  ὀρφύν,* διά  τῆς  σῆς ἐν εἰρκτῇ ὁμολογίας  τῆς  Πίστεως.* Μακάριος οὖν εἶ, ὅσιε Μάξιμε,* ὅτι τῇ ἐπιγνώσει τοῦ κρείττονος,* τήν θείαν ἀλλοίωσιν ἐδέξω  καί τῷ Χριστῷ ὠκειώθης*  καί  διά  πόνων  ἀσκήσεως  Αὐτόν  ἐδόξασας.* Πρέσβευε οὖν Αὐτῷ λυτρώσασθαι  ἡμᾶς,* τῆς παρούσης  περιστάσεως.

Δόξα. Ἦχος δ’.
χει  μέν ἡ Οὐράνιος  Βασιλεία* τό πνεῦμα  σου  τό ἅγιον,* ὅπερ Χριστός* δι’ἀσκήσεως προσελάβετο,* καί Λαύρα ἡ τῆς Ἁγίας Τριάδος,* τῶν θείων λειψάνων σου  τήν ὄνησιν·*  ἔχει δέ καί ἡ ὑπ’ οὐρανόν Ἐκκλησία,* κανόνα  τόν  σόν  πρός  τόν  Παράκλητον,* τόν  ἐν  πᾶσι  τοῖς  ἔργοις  σου  ἐξέχοντα,* καί τῶν πρεσβειῶν σου  τήν  βεβαιότητα.* Ῥωσία μέν σεμνύνεται  ἐπί σοί,* ὡς πιανθεῖσα τῇ τῶν ἰδρώτων σου ἐκχύσει·* Ἑλλάς δέ  μεγάλως  ἐγκαυχᾶται,* ἐπί τῇ σῇ καταγωγῇ,* ἐξ’ ἦς  καί Γραικός ἐπικέκλησαι.* Πρό πάντων δέ* σύμπασα ἡ τῶν Ὀρθοδόξων ὁμήγυρις,* σέ πρέσβυν πρός Κύριον προβάλλει,* ἵνα  σώσῃ πάντας παρόντων καί μελλόντων δεινῶν,* ὡς Φιλάνθρωπος.

Καί νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων* τούς δούλους Σου φύλαττε,* εὐλογημένη  Θεοτόκε,* ἵνα  Σέ δοξάζομεν,* τήν  ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

  Ἱερεύς
Δι’ εὐχῶν  τῶν  Ἁγίων  Πατέρων  ἡμῶν, Κύριε  Ἰησοῦ  Χριστέ    Θεός, ἐλέησον  καί  σῶσον  ἡμᾶς, Ἀμήν.

ΕΥΧΗ  ΕΙΣ ΤΟ ΠΑΝΑΓΙΟΝ ΠΝΕΥΜΑ
ΚΑΙ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Δέχου Δέσποτα, Πανάγαθε Παράκλητε, μοναδική Ἁγία  καί προσκυνουμένη  καί  ὁμοούσιος  καί  ἀδιαίρετος  Τριάς, τήν  πενιχράν  ταύτην παράκλησιν, ἥν  ηὐδόκησας  προσφέρειν  Σοί, ἄνθρωπος  ἁμαρτωλός  καί  κατακεκριμένος  καί  συγχώρησόν  μοι τά  παραπτώματα, τά ἑκούσια  καί  τά ἀκούσια.
κ τῶν κρυφίων μου καθάρισόν  με  καί  ἐκ τῶν πρός  ἐμέ ἀλλοτρίων, ἐλέησον  τόν   δοῦλον  Σου. Εὐδόκησον ἐπ’ ἐμοί τῷ  ἁμαρτωλῷ  καί  ἐλεεινῷ  καί  τήν  ἀδύναμον  ψυχήν  μου ἐπίσκεψον  διά  τῆς  Σῆς  χάριτος  καί  θεράπευσον  τήν  συντριβήν  αὐτῆς.
λέησόν με Δέσποτα, Παράκλητε Θεέ, ἐλέησόν με· ἁγίασόν μου τήν ψυχήν  καί τό  σῶμα· φώτισόν μου  τόν  νοῦν  καί  τήν  διάνοιαν· κάθαρον  τό  ἐμόν  συνειδός  ἀπό  πάσης  ἀκαθαρσίας, ἀπό  λογισμῶν  ῥυπαρῶν,  ἀπό  προφάσεων πονηρῶν, ἀπό  νοήσεων Σε  ὑβριζόντων, ἀπό  πάσης  ὑπερηφανείας  καί οἰήσεως  καί  ἐπάρσεως, ἀλαζονείας  τε καί  θράσους  καί  ὑπεροψίας, σατανικῆς ταλαντεύσεως, φαρισαϊκῆς ὑποκρισίας  καί  ἀπό πάσης ἀχρείας  καί  πονηρᾶς  συνηθείας. Ἀπό  πάντων  τούτων  ἀπάλλαξόν  με  ἐντελῶς, Δέσποτα Κύριε, διά  τῆς  χάριτος   τοῦ  δεδοξασμένου  Σου   ὀνόματος.
Δώρισαί μοι  μετάνοιαν  ἀληθή, καρδίας  συντριβήν, ταπείνωσιν, πραότητά  τε καί  ἡσυχίαν· πᾶσαν εὐσέβειαν χριστιανικήν,  κατανόησίν τε  και  τέχνην  πνευματικήν καί  πᾶσαν σύνεσιν, ἐν εὐχαριστίᾳ  καί  ὑπομονῇ  τελουμένην.
Θεέ, διά  τῆς χάριτος  τῆς  δόξης  τοῦ  ὀνόματός  Σου, εἰσάκουσόν  μου  τοῦ  ἁμαρτωλοῦ  δεομένου  Σου  καί  ἀξίωσόν  με  τόν  ὑπόλοιπον  τῆς  ἀθλίας  ζωῆς  μου  χρόνον,  ἐν  μετανοίᾳ  γνησίᾳ  διελθεῖν, μετά πάσης ταπεινώσεως, ἁγνότητος  καί  πνευματικῆς  ἐγκρατείας.
Διατήρησόν με, Δέσποτα, ἐν τῇ Ὀρθοδόξῳ  Ὁμολογίᾳ  τῆς  πρός Σέ   Πίστεως, ἵν’ ἀξιωθῶ  ἐν  πάσαις  ταῖς  ἡμέραις  τῆς  ζωῆς  μου ὑμνεῖν Σε, εὐλογεῖν  Σε  και  δοξάζειν Σε  λέγων:
γιος ὁ  Θεός, ὁ  Πατήρ    Ἄναρχος· Ἅγιος  Ἰσχυρός, ὁ  Υἱός  Αὐτοῦ    Συνάναρχος· Ἅγιος Ἀθάνατος, τό Πνεῦμα  τό  Ἅγιον, τό  ἐκ  τοῦ  Πατρός  ἐκπορευόμενον  καί  ἐν  Υἱῷ  ἀναπαυόμενον· Τριάς  Ἁγία  δόξα  Σοι.
Δόξα  Σοι Ἁγία  Τριάς  ὁμουσία, ζωοποιέ καί  ἀδιαίρετε·  πάντων  ἔνεκα  δόξα Σοι.
Δόξα Σοι, Θεοτόκε, τῶν  πιστῶν  τό  καταφύγιον, ἡ  ἀπελευθέρωσις  τῶν  ἐν  φυλακαῖς  καί  τῆς  ἐμῆς ψυχῆς    θεία  παρηγορία. Τήν  παναθλίαν  ψυχήν  μου, Θεοχαρίτωτε, τετρωμένην  ὑπό  τῶν  βελῶν  τοῦ  πολεμήτορος, τῇ παντοδυνάμῳ  μεσιτείᾳ  Σου  ἀνατίθημι· φύλαττε  αὐτήν  ἀλώβητον καί  σκέπε  καί  σῶζε  ἀπό  τῶν  μηχανῶν  τοῦ  ἀλάστορος, ἵνα  κράζω Σοι· Χαῖρε  Νύμφη  Ἀνύμφευτε. Ἀμήν.

Στίχοι·
Εὐχαῖς Μαξίμου θεράποντος Σῆς δόξης,*
δόξης οὐρανίου τοῖς  δούλοις Σου παράσχου,*
Παράκλητε Ἀγαθέ· Πατρός τοῦ Προανάρχου,*
Υἱοῦ τε Συνανάρχου, ἐν ᾯ ἐπαναπαύει,*
Σύνθρονε, Ὁμοούσιε καί  Ὁμόδοξε Θεότης.

Στίχοι ἕτεροι:
Κόπον τόν ἐλάχιστον δέχου ἀντί πταισμάτων*
λῦτρον, Ἀγαθέ, τάλαινος  Ἀντωνίου·*
Δημήτριον θύτην δέ, οἰκογενεῖς  αὐτοῦ τε,*
σκέπε  καί  διάσωζε τῶν προσβολῶν Βελίαρ·*
οὗτος γάρ ἔσχεν φωτισμόν, τόν παρά Σοῦ, ποιῆσαι*
τήνδε  τήν  ἀνασύνθεσιν, Κανόνος πρός  Σήν Χάριν.

Πρεσβείαις τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μαξίμου τοῦ Γραικοῦ,
Παράκλητε Ἀγαθέ, φώτισον ἡμᾶς τῷ φωτί Σου. Ἀμήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου