Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Μετακομιδῆς ἁγ. Μαξίμου τοῦ Γραικοῦ, Ἱερομ. Ἀθανασίου


ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΜΕΤΑΚΟΜΙΔΗΣ ΤΩΝ ΤΙΜΙΩΝ ΛΕΙΨΑΝΩΝ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΑΞΙΜΟΥ ΓΡΑΙΚΟΥ, ΤΟΥ ΒΑΤΟΠΑΙΔΙΝΟΥ
ΕΙΣ ΤΗΝ ΙΕΡΑΝ ΑΥΤΟΥ ΜΕΤΑΝΟΙΑΝ
 
Ψαλλομένη  τῇ 12η Ἰουλίου
 
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος ὑπὸ Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, αἰτήσει τοῦ ἁγίου Καθηγουμένου τῆς .Μ. Μ. τοῦ Βατοπαιδίου Πανοσιολογιωτάτου Ἀρχιμανδρίτου κ.κ. Ἐφραίμ (ἐν συμπεριελήφθη εἷς Κανὼν καί τινα Τροπάρια ἐκ τῆς Ἀκολουθίας τῆς κυρίας μνήμης τοῦ Ἁγίου, ποίημα Γέροντος Ἰωσὴφ Μοναχοῦ Βατοπαιδινοῦ). 1997.
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´καὶ ψάλλομεν τὰ ἐξῆς προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων (ποίημα γ. Ἰωσήφ).
Τῇ φιλοσόφῳ σπουδῇ σου, τὸν ἔξω ἄνθρωπον, ἐπλούτησας θεόφρον, καὶ ἀσκήσει τὴν χάριν, τῶν θείων Ἀποστόλων ἔνδον λαβών, Ἐκκλησίας τὸ πλήρωμα, ταῖς διδαχαῖς σου, στηρίξας ἀθλητικῶς, ταύτας Μάξιμε ἐσφράγισας.
Τὴν τῶν Πατέρων ζηλώσας, θείαν παράδοσιν, πράξει καὶ θεωρίᾳ τὸν σὸν βίον τυπώσας, ἐσφράγισας ἀγάπῃ λαοὺς νουθετῶν, καὶ Ἐκκλησίας τὰ δόγματα, τῇ θεολόγῳ σου γλώσσῃ ἐπικροτῶν, γῆς πρᾳέων κατηξίωσαι.
Τοῦ Βαπτιστοῦ σὺ τὸν ζῆλον, ἐκμιμησάμενος, μετάνοιαν διδάσκεις τοῖς λαοῖς θεῖε πάτερ, πλὴν φθόνῳ τῶν κρατούντων διαβληθείς, τῇ εἰρκτῇ κατακέκλεισαι, χρόνους τριάκοντα Μάξιμε καὶ εὐχαῖς, ἐπεσφράγισας τὸν βίον σου.
Ἕτερον. Ἱερομ. Αθανασίου.
Ὡς ἱερώτατον θρέμμα, Βατοπαιδίου Μονή, σήμερον πάτερ θεῖε, ἐκ Ρωσίας ἐλθόντα, διὰ σεπτῶν λειψάνων σὲ ἐν χαρᾷ, ὑποδέχεται Μάξιμε, καὶ ὥσπερ μήτηρ ἐν κόλποις τοῖς ἑαυτῆς, τεκνικῶς σε ἀγκαλίζεται.
Δόξα. Ἦχος πλ. β´.  γ. Ἰωσήφ.
Τὸ τῆς Μεγίστης Μονῆς ἡμῶν κάλλιστον θρέμμα, Μάξιμον τὸν ἱερώτατον, τὸν διπλῆν τὴν χάριν λαβόντα, Ὁσίου τε καὶ Διδασκάλου, καὶ τῇ καλῇ ὁμολογίᾳ τὸν βίον ἐπισφραγίσαντα, ἐπαινέσωμεν σήμερον φιλεόρτως, τὴν θήκην τῶν τιμίων αὐτοῦ λειψάνων ἐκ Ρωσίας ὑποδεχόμενοι. Ὃτι καὶ αὐτὸς πρεσβεύει, σὺν τοῖς λοιποῖς ἡμῶν Πατράσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ θεοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἰς τὰ Ἀπόστιχα. Στιχηρὰ ἰδιόμελα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ Ἱερά, Μονὴ Βατοπαιδίου, Μάξιμε δεχομένη, τὰ θεῖα λείψανά σου, ἐκ τῆς Ρωσίας ἥκοντα.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ἔστεψεν ὁ Χριστός, τὴν πάντιμόν σου κάραν, ἐν τῆς διδασκαλίας, καὶ τῆς ὁμολογίας, τῷ στέφει πάτερ Μάξιμε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χάριν πνευματικήν, βρύουσι λείψανά σου, Μάξιμε θεοφόρε, Βατοπαιδίου θρέμμα, καὶ Ἄθωνος τὸ καύχημα.
Δόξα. Ἦχος α´.  γ. Ἰωσήφ.
Τοῦ Εὐαγγελίου τῆς χάριτος, δόκιμος ἐργάτης ὤφθης, ὡς ἀρετῆς δοχεῖον, Ὅσιε Μάξιμε· τὸν τῆς πίστεως γὰρ σπόρον, κεχερσωμέναις καρδίαις καλλιεργήσας, προθέλυμνα ἐξέτεμες, ὀθνείων παραδόσεων ζιζάνια· καὶ καλῶς τὸν ἀγῶνα τελέσας, μαρτυρικοῖς ἄθλοις ἐσφράγισας, τὴν ζωήν σου ἀοίδιμε· καὶ νῦν Ἀγγέλοις συνών, καὶ τοῦ θείου κάλλους ἐντρυφῶν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων τὰ λείψανά σου Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
 
Ἀπολυτίκιον τῆς ἀνακομιδῆς. Ἦχος γ´. Τὴν ὡραιότητα.
Σεπτῶν λειψάνων σου, τὴν ἀνακόμισιν, ὅσιε Μάξιμε, τελοῦντες σήμερον, ἁγιαζόμεθα ψυχάς, καὶ σώματα προσκυνοῦντες, ταῦτα ὡς τοῦ Πνεύματος, τοῦ Ἁγίου σκηνώματα, καὶ παρακαλοῦμέν σε, Βατοπαίδιον φύλαττε, ἐκ πάσης προσβολῆς τοῦ βελίαρ, ἀδιαλώβητον μακάριε.
Θεοτοκίον. Ὁ αὐτός.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
 
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σε.
Χαίρει ἡ Μονή σου ἡ σεπτή, τὴν ὑποδοχὴν ποιουμένη, θείων λειψάνων σου, Μάξιμε μακάριε, καὶ εὐφροσύνως σκιρτᾷ· εἰς Ρωσίαν γὰρ πέμψασα, τὸ πάλαι στηρῖξαι, πίστιν τὴν Ὀρθόδοξον, νῦν ἐν Ὁσίων χορῷ, ἔχει σε συνόμιλον Πάτερ, καὶ πρὸς τὸν Χριστὸν μέγαν πρέσβυν, Ὅς σε ἁγιότητι κατέστεψε.
Μέτοχος σοφίας κοσμικῆς, γεγονὼς τρισόλβιε Πάτερ, καὶ θείου Πνεύματος, τὴν σοφίαν εἴληφας, ταῖς ἀρεταῖς ἀσκηθείς, καὶ ὡς φῶς θεοπύρσευτον, ἐκλήθης φωτίσαι, ἔθνος Ρώσων Ὅσιε, ἐπαπειλούμενον, σκότει τῆς ἀγνοίας καὶ ἦθος, στῆσαι τὸ Ὀρθόδοξον ὅτε, τοῦτο ταῖς προλήψεσιν ἐσείετο.
Ὄφις ὁ πλανῶν γένος ἡμῶν, βλέπων τοὺς καρπούς σου ἀγώνων, Μάξιμε ὅσιε, κατὰ σοῦ ἐφρύαξε, δεσμοῖς ἐγκλείσας σε, καὶ παντοίαις κακώσεσιν, ὑπέβαλεν ὅπως, στόμα σου τὸ ἅγιον, τὰ δικαιώματα, πᾶσιν ἐξαγγέλλων ἐμφράξῃ, ἀλλ᾿ ἐματαιώθη εἰς τέλος, τοῦ Κυρίου σφόδρα σε δοξάσαντος.
Πόθῳ σου τιμῶμεν τὰ δεσμά, τὴν εἰρκτὴν τὰς θλίψεις τοὺς πόνους, τὴν καταφρόνησιν, ἃ ὑπὲρ τῆς πίστεως ὑπέστης Ὅσιε, δι᾿ αὐτῶν γὰρ ὡμοίωσαι, τοῖς ὅσοι ἀδίκως, ἀληθείας ἕνεκα, πάσχουσιν Μάξιμε· ὅθεν, τὴν σορὸν σῶν λειψάνων, ὡς πηγὴν ἐκβλύζουσαν χάριν, Πνεύματος Ἁγίου προσκυνοῦμέν σου.
Ἔπιες ποτήριον πικρόν, τῆς ἀγνωμοσύνης θεόφρον καὶ κατακέκλεισαι, χρόνοις πρὸς τριάκοντα, ὥσπερ κακοῦργος εἱρκτῇ, ἀλλ᾿ ὁ Κύριος πέμψας σοι, τὸν Ἄγγελον πάτερ, τὴν ψυχήν σου ηὔφρανε, τῇ ἐξαισίᾳ ὀμφῇ· ὅθεν σε τιμῶμεν ὡς μέγαν, ὁμολογητὴν ἀληθείας, Μάξιμε τρισμέγιστε καὶ πάντιμε.
Ἄνθος πανευῶδες τοῦ Χριστοῦ, τοῦ Ἁγίου Ὄρους ἡ δόξα, Μάξιμε ὅσιε, κλέος δὲ αἰώνιον, Βατοπαιδίου Μονῆς, ἰσαπόστολε πάντιμε, Ρωσίαν φωτίσας, τῇ διδασκαλίᾳ σου καὶ θείοις δόγμασι, σήμερον λειψάνων σου θήκην, ἐπανακομίζοντας πόθῳ, πάντας κατευλόγει ταῖς πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β´.
Τῆς Θεολογίας τὴν χάριν εἰληφώς, τὰ βαθέα τοῦ Πνεύματος καλῶς διηρμήνευσας, τῆς δὲ ὑπὲρ Χριστοῦ καλῆς ὁμολογίας ἀξιωθείς, γέγονας διδάσκαλος ὑπομονῆς, Μάξιμε τρισμέγιστε. Ὅθεν τοῖς σεπτοῖς λειψάνοις σου τῆς Χάριτος μεταδοθείσης, ταύτης καὶ οἱ συμμονασταί σου μετέχομεν, τὴν ἀνακόμισίν σου σήμερον φαιδρῶς ἐπιτελοῦντες καὶ δεόμεθα ἐκτενῶς· πρέσβευε Πάτερ ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν · ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τὸξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς · καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν · ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις · καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη · καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ · βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς · ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ψάλλομεν πρῶτον τὸ Ἰδιόμελον τοῦ Ἁγίου τοῦ Ναοῦ καὶ εἶτα παρόντα Ἰδιόμελα τοῦ Ὁσίου.
Ἦχος α´.
Εὐφραίνου ἡ Μεγίστη Μονὴ Βατοπαιδίου, ὅτι φαιδρῶς ὡς Ὅσιον ὑποδέχῃ σήμερον ἐκ Ρωσίας ἐπανάγοντα, ὃν τὸ πάλαι ὡς διδάσκαλον σοφὸν ταύτῃ ἐξαπέστειλας. Καὶ τῶν δραγμάτων τὴν πληθὺν τούτου ἐν χερσὶ κατέχουσα, τῷ Κυρίῳ βόησον· εὐλογημένος εἶ Φιλάνθρωπε, ὁ τὴν πολυτεκνίαν μου ἐπευλογήσας, καὶ χαρισάμενος τῇ ποίμνῃ μου μέγιστον εὐχέτην, Μάξιμον τὸν θεόσοφον.
Ἦχος β´.
Τὴν ἐκ περιουσίας τῆς γνώσεως παῤῥησίαν κεκτημένος Μάξιμε, ἀνδρικῶς καθώρμησας ἀνελεῖν τῶν προλήψεων τὰ δύσπτωτα ὀχυρώματα· ὅθεν τοῖς σοφοῖς σου λόγοις καὶ ταῖς θεοπνεύστοις σου συγγραφαῖς, πάντα λίθον ἐκίνησας εἰς ἀποκάθαρσιν τοῦ ἤθους καὶ τῶν δογμάτων· διὸ τῷ Κυρίῳ εὐαρεστήσας, πρέσβευε δεόμεθα τοῦ τηρεῖν ἡμᾶς ἐν ἀμφοτέροις τὴν καθαρότητα.
Ἦχος γ´.
Ἀποστολικῶς ἐν Ρωσίᾳ ἐκδαπανηθείς, τοῖς Ἀποστόλοις διὰ τῶν δεσμῶν καὶ τῆς εἱρκτῆς συνημιλλήθης πάτερ Μάξιμε. Οὐ γὰρ οἶδε τὸ συμφέρον ἡ σκοτώδης δεισιδαιμονία· ὅθεν τῷ φωτὶ τοῦ Χριστοῦ συγκραθεὶς ἐν πολυετεῖ ὑπομονῇ, νικητὴς τροπαιοῦχος ἀνεδείχθης, Χριστὸν ἐξαιτούμενος ὑπὲρ τῶν πίστει συμμοναστῶν τιμώντων σε.
Ἦχος δ´.
Τὸν τοῦ Δαβὶδ ἱερὸν Ψαλτῆρα ὑπεραγαπήσας, ἐν πράξει τούτου τὰ λόγια ἐτήρησας τὰ λέγοντα· ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι, καὶ ταῦτα ἐν τῇ ζοφώδει φυλακῇ ἀναμηρυκάζων, κατεγλύκανας Μάξιμε, τὸ πικρὸν τῆς ἐξ ἀγνωμοσύνης συμβάσεως. Πᾶς γὰρ ὁ ὑπομένων σωθήσεται καὶ τῷ Χριστῷ ὁμοιωθήσεται, ὑπὲρ Οὗ ἀδίκως πάσχει. Ὅθεν τῆς ὁμολογίας τὸ στέφος νῦν κατέχων, μνήσθητι καὶ ἡμῶν τῶν τιμώντων σε τὰ λείψανα, Πάτερ ὡς φιλάδελφος.
Δόξα. Ἦχος πλ.α´.
Ὡς ὄρος πῖον τοῦ Θεοῦ ἐλιπάνθης ταῖς προχοαῖς τοῦ Πνεύματος, Μάξιμε μακάριε. Καὶ ὅλος ἀνακραθεὶς τῇ χάριτι διὰ τῆς ἐν ὑπομονῇ καρτερίας, ἡγιάσθης ὡς ὁμολογητὴς τῆς ἀληθείας Χριστοῦ. Ὅθεν τῆς Χάριτος μεταδοθείσης τοῖς λειψάνοις σου, πάντες ἁγιαζόμεθα τῇ προσκυνήσει τούτων, ἐξαιρέτως δὲ ἡ σεβασμία σου Μετάνοια, ἣν κατάρδευσον πλουσίως τῶν πρεσβειῶν σου ταῖς εὐγνώμοσιν ἐκχύσεσι.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προ­στασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
 
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ.
Προσόμοια Στιχηρά. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν. γ. Ἰωσήφ.
Χαίροις τῆς ἱερᾶς σου Μονῆς, στέφανος ὄντως ἔπαινός τε καὶ καύχημα, καὶ θεία παραμυθία, τῶν ἐν αὐτῇ μαθητῶν, οὓς διδάσκεις πάτερ ἐκ τοῦ βίου σου, συνέσει κοσμούμενος, ἀρετῶν καταγώγιον, πρᾷος τῷ ὄντι, καὶ εὐθὺς τὴν προαίρεσιν, τοῖς αἰτοῦσί σε, τὰ σωτήρια ἔλεγες· Μάξιμε καρτερώτατε, οὐράνιε ἄνθρωπε, ὀρθοδοξίας ὁ στῦλος, τῶν εὐσεβῶν κήρυξ γέγονας, παιδεύων διδάσκων, καὶ πρός θείαν πολιτείαν καθοδηγῶν αὐτούς.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως τῶν παθῶν αὐτοκράτορα, ἐπέβης ἀνεπιστρέπτῳ, τῇ προαιρέσει ὀρθῶς, θείᾳ θεωρίᾳ διὰ πράξεως, θεολόγος θεόληπτος, μυστογράφος σοφώτατος, πυρίνη γλῶσσα, τὰς αἱρέσεις φλογίζουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος, πλάνας τὰς ἐκ τῆς Δύσεως, ἀνέτρεψας λόγοις σου, Μάξιμε θείων δογμάτων, ἡ ἀκριβὴς ἀναστήλωσις· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις τὸ τῆς σοφίας σεπτόν, καὶ Θείου Πνεύματος ἁγνὸν καταγώγιον, ἡ κλῖμαξ ἣν εἶδε τότε, ὁ Ἰακὼβ ἀρετῶν, ἃς ἐκτήσω πάτερ ἱερώτατε· ἀγάπην τὴν κρείττονα, πρὸς Θεὸν συνεπλήρωσας, καὶ τὸν πλησίον, πρὸ σαὐτοῦ σὺ τετίμηκας, τοῖς ποθοῦσι δέ, τὸν Χριστὸν πόθῳ ἔδειξας. Μάξιμε ἱερώτατε, φωτίζων τοῖς λόγοις σου, τὰς ἐκκλησίας στηρίζων, καὶ τῶν ἠθῶν τὴν ὀρθότητα, σφραγίσας τοῖς πόνοις, ὡς ἀπόστολός τις ἄλλος, τὴν μαρτυρίαν σου.
Δόξα. Ἦχος πλ. β´.
Ὅσιε πάτερ, τοῦ Παρακλήτου φωτὶ ἐλλαμφθείς, ποταμοὺς ὑδάτων ζωῆς ἀνέβλυσας, καὶ διψῶντας λαοὺς ἐνδείᾳ τηκομένους, εἰς λειμῶνας χλοηφόρους μετέβαλες· τὰ ἤθη δὲ τούτων ἀναπλάσας, λαὸν Κυρίου αὐτούς ἀνέδειξας. Ἀποστόλων καὶ μαρτύρων κοινωνήσας τοῖς ἄθλοις, ὁμολογίᾳ τὸν βίον σου ἐσφράγισας, καὶ νῦν ἐν οὐρανοῖς τοὺς μισθούς ἀπολαύων, μέμνησο καὶ ἡμῶν, Μάξιμε πανθαύμαστε, τῶν δεξαμένων σήμερον, τὰ πάνσεπτά σου λείψανα.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ὁ ποιητὴς καὶ Λυτρωτής μου Πά­ναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νη­δύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀ­δὰμ ἠλευ­θέ­ρωσε. Διό σοι Πάναγνε, ὡς τοῦ Θε­οῦ Μητρί τε, καὶ Παρθέ­νῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως τό, Χαῖρε, τοῦ Ἀγ­γέλου· Χαῖρε Δέ­σποι­να, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.
Τῆς μνήμης. Ἦχος δ´. Ταχὺ προκατάλαβε. γ. Ἰωσήφ.
    Ἀσκήσει τὸ πρότερον, παιδαγωγήσας σαυτόν, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ νεκρωθεὶς τῷ Θεῷ, τὸν κόσμον κατέλαβες· μέγας φανεὶς παμμάκαρ, ἰσαπόστολος νέος, ἔστρεψας πλανωμένους, εἰς ὁδοὺς τοῦ Κυρίου, διὸ θεόφρον Μάξιμε, ἡμῶν μνημόνευε.
Θεοτοκίον. Ὁ αὐτός.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Τῆς ἀνακομιδῆς. Ἦχος γ´. Τὴν ὡραιότητα.
     Σεπτῶν λειψάνων σου, τὴν ἀνακόμισιν, ὅσιε Μάξιμε, τελοῦντες σήμερον, ἁγιαζόμεθα ψυχάς, καὶ σώματα προσκυνοῦντες, ταῦτα ὡς τοῦ Πνεύματος, τοῦ Ἁγίου σκηνώματα, καὶ παρακαλοῦμέν σε, Βατοπαίδιον φύλαττε, ἐκ πάσης προσβολῆς τοῦ βελίαρ, ἀδιαλώβητον μακάριε.
Θεοτοκίον. Ὁ αὐτός.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῶν σεπτῶν σου λειψάνων τὴν ἀνακόμισιν, ἑορτάζοντες Μάξιμε παμμακάριστε, τοὺς ἀγῶνας τοὺς πολλοὺς ἀνευφημοῦμέν σου, καὶ δεόμεθα πιστῶς, Βατοπαιδίου οἰκισταί· τὴν Μάνδραν σου ταύτην Πάτερ, κατευλογῶν ταῖς εὐχαῖς σου, μὴ διαλείπῃς πρὸς τὸν Κύριον.
Θεοτοκίον. Ὁ αὐτός.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σὲ· χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
 
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε. γ. Ἰωσήφ.
Δεσμοῖς προσωμίλησας, καὶ φυλακαῖς ζοφεραῖς, ὡς φύλαξ καὶ πρόβολος, τῶν Ὀρθοδόξων θεσμῶν, θεόσοφε Μάξιμε· ὅθεν καὶ μαρτυρίου, τὸν ἀγῶνα ἀνύσας, ὤφθης Ὁσιομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος, αἰτούμενος ἡμῖν, φῶς θεῖον καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου Παραμυθίας. Ὅμοιον.
Ὡσεὶ εὐσυμπάθητος, Παραμυθία κλεινή, διάσωσον ἅπαντας, ἐξ ἀδοκήτων δεινῶν, καὶ βλάβης τοῦ ὄφεως, σοῦ τοὺς ἀσπαζομένους, τὴν ἁγίαν εἰκόνα, πόθῳ καὶ τὰς λιτάς σου, ἐκζητοῦντας πρὸς Κτίστην, καὶ μόνον Ζωοδότην ἡμῶν, ὅν ἐσωμάτωσας.
 
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. γ. Ἰωσήφ.
Ὑπετάγης τῷ Θεῷ καὶ ὑπετάγη σοι σοφέ, σαρκὸς τὰ πάθη καὶ ὁ νοῦς, τῆς ἀπαθείας τῷ φωτί, τῇ θεωρίᾳ τοῦ κρείττονος κατελάμφθη· σοφίᾳ παιδευ­θείς, τὰ θεῖα πάσχων λαλεῖς· καὶ γέγονας ποιμήν, σῴζων ἐκ πλάνης λαούς, Πνεύματος ὤφθης σεπτὸν δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μάξιμε πάτερ, τῶν σὲ τιμώντων, μέμνησο παμμακάριστε.
Δόξα. Καὶ νῦν. Τῆς Θεοτόκου Παραμυθίας. Ὅμοιον.
Παραμύθιον ἡμῶν, καὶ καταφύγιον θερμόν, καὶ προστάτις ἀσφαλής, ὡς τετοκυῖα τὸν Χριστόν, ἡμῶν Παρθένε πέλεις ἐν ἀληθεία, ὅθεν εὐλαβῶς, ἀναβοῶμέν σοι· φύλαττε ἀεί, ταύτην τὴν Μάνδραν σου, ἣ τῇ σεπτῇ σου εἰκόνι ἀγάλλεται, Παραμυθία καὶ τέρπεται, καὶ δίδου ταύτῃ, ὑψόθεν Κόρη, τὰς μητρικὰς χορηγίας σου.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς πολύτιμον κόσμον ἡ σὴ Μονή, τῶν λειψάνων σου θήκην καταπλουτεῖ, τιμῶσα τοὺς ἄθλους σου, ἐν Ρωσίᾳ μακάριε, σωτηρίαν πᾶσιν, ἀεὶ τοὺς παρέ­χοντας, καὶ καρδίας πάντων, πιστῶν ἐκκαθαίροντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες· τῆς Μονῆς σου ἀγλάϊσμα, πρέσβευε τῷ μόνῳ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, συμμονασταῖς σου τιμῶσι, τοὺς θείους ἀγῶνάς σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Θεοτόκε Παρθένε τὴν σὴν Μονήν, ἐν ᾗ τύπους εἰκόνων σου ἱερῶν, τιμῶμεν περίσκεπε, μητρικῇ προστασίᾳ σου, μονασταῖς διδοῦσα, ἀγάπην ἀσκήσεως, καὶ ψυχαῖς ἐμβάλλουσα, Υἱοῦ σου ἀγάπησιν, ἵνα τὰς καρδίας, καθαιρό­μενοι Κόρη, ὀψώμεθα πώποτε, δόξαν Τούτου τὴν ἄφθιτον, καὶ συστάσεως τύχωμεν, ὡς ὧδε οἱ ἀσκήσαντες πρίν, ἐν οἷς πέλει καὶ Μάξιμος Δέσποινα, οὗ λειψάνων τιμῶμεν, φαιδρὰν ἀνακόμισιν.
 
Εἶτα οἱ Ἀναβαθμοί· τὸ Α´ ἀντίφωνον τοῦ δ´ ἦχου.  
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τὸ Ὁσιακὸν τῆς ε´ Δεκεμβρίου.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β´.Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ὡς θησαυρὸν πολυτελῆ, ἡ Βατοπαιδίου σήμερον, περιχαρῶς λαμβάνει ἀπὸ Ρωσίας, τὰ θεοφόρα σου λείψανα πάτερ Μάξιμε, καὶ μητρικῶς πανηγυρίζουσα τῷ Δεσπότῃ βοᾷ· δόξα σοι Κύριε, ὁ εὐλογήσας προσέτι τὴν ἁγιότεκνον καρπογονίαν μου.
 
Οἱ Κανόνες.
Πρῶτον ψάλλεται εἷς Κανὼν τῆς Θεοτόκου, εἶτα ὁ παρὼν τοῦ Ἁγίου Μαξίμου, ποίημα Γέροντος Ἰωσήφ, οὗ ἡ ἀκροστιχίς: «Βατοπαιδίου Μάξιμον κλεινὸν γεραίρω. Ἰωσήφ».
 
ᾨδὴ α´. Ἦχος πλ.δ´. Ἁρματηλάτην Φαραώ.
Βεβαρημένον τοῖς πολλοῖς μου πταίσμασι, τὸν νοῦν Φιλάνθρωπε, φώτισον καὶ λῦσον, τὴν ἐμὴν διάνοιαν, ὅπως ὑμνήσω Μάξιμον, τὸν σὸν δοῦλον ἀξίως, καὶ τὸν αὐτοῦ μέγαν ἔπαινον, πλέξω εὐφροσύνως γηθόμενος.
Ἁρματηλάτην τὸν ἐχθρὸν κατέτρωσε, τὸν νοητὸν Φαραώ, νεανικῶς τοῦτον ἄρδην ἐξεφαύλισε· τὴν γὰρ ἠθῶν σεμνότητα, τοὺς λαοὺς κατηχήσας, τῆς εὐσεβείας τοῖς δόγμασι, Μάξιμος ὁ θεῖος ἐπαίδευσε.
Ταῖς φωτοβόλοις ἀρεταῖς κοσμούμενος, ὡς πανοπλίαν Χριστοῦ, ὁλολαμπὴς ἄλλος, ἀνεφάνης ἥλιος, καταφωτίζων Ὅσιε, τοὺς λαοὺς διδαχαῖς σου, καὶ τῶν αἱρέσεων πρόῤῥιζον, πᾶσαν τὴν ἀπάτην ἀνέσπασας.
Οἱ τῆς Μονῆς σου ἀδελφοὶ τιμῶσί σου, τὴν μνήμην Μάξιμε, καὶ ἐνθέου βίου, τρόπαια κηρύττουσι, καὶ τὴν ἀνδρείαν κάθειρξιν· ἐν φυλακῇ γὰρ ζοφώδῃ, δεκαετῆς ἤνυσας, ὥσπερ τις Ἰὼβ καρτερώτατε.
Θεοτοκίον.
Πρὸς σὲ τὴν σπλάγχνοις δεξαμένην Ἄχραντε, τὸ πῦρ τὸ ἄστεκτον, νῦν ἐκβοῶ πίστει, τῆς γεέννης ρῦσαί με, καὶ τῆς ἀποκειμένης μοι, διὰ πλῆθος πταισμάτων, κολάσεως ἐλευθέρωσον, σοῦ ταῖς μητρικαῖς παρακλήσεσιν.
 
Ἕτερος, Κανὼν ὑπόθεσιν ἔχων τὴν ἐπανακομιδὴν τῶν τιμίων λειψάνων τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: «Ἐπάνοδον μέλπω τῶν λειψάνων Μαξίμου. Ἀ(θανάσιος)».
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμά μου.
Εὐφραίνεται σήμερον, ἡ Ἱερά σου Μετάνοια, πανέντιμε Μάξιμε, σεπτά σου λείψανα, ὡς μυρίολβον, ἐκδεχομένη πλοῦτον, καὶ ᾄδει γεραίρουσα, σοῦ τὰ θαυμάσια.
Πατέρων ἰσότιμος, καὶ ἀποστόλων ἰσάξιος, ἐδείχθης τῷ βίῳ σου, Μάξιμε ἔνδοξε, καὶ ἀπείληφας, τοῦ Πνεύματος τὴν χάριν, δι᾿ ἧς κατεφώτισας, πλάνῃ καθεύδοντας.
Ἀσκήσας ἐν Ἄθωνι, σοφίαν κόσμου ἀπέῤῥιψας, σοφίαν ἑλόμενος, τὴν ἐκ τῆς πράξεως, δι᾿ ὃ γέγονας, διδάσκαλος θεόφρων, καὶ δόγμα ὀρθόδοξον, γνώσει ἐστήριξας.
Θεοτοκίον.
Νοός μου ἠμαύρωται, τὸ ὀπτικὸν Παναμώμητε, καὶ σκότει βεβάρυμμαι, ἐξ ἀμελείας μου, μὴ δυνάμενος, βαδίζειν τοῦ Κυρίου, ὁδὸν τὴν θεόσῳστον, ὅθεν με φώτισον.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι φαιδρῶς πανηγηρίζων, καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα.
 
ᾨδὴ γ´.  Πρῶτος Κανών. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
     Ἀνακαθάρας σου τὸν νοῦν, ἐν πράξει καὶ θεωρίᾳ, θεολόγος ὄντως Πάτερ ἐγένου, καὶ διδάγματα σοφά, συγγράφων διετέλεσας, καὶ ἐκκλησίας κόσμος, λαμπρὸς ἐδείχθης μακάριε.
     Ἰχνηλατῶν πάσῃ σπουδῇ, τοῖς βήμασι τῶν πατέρων, μιμητὴς τούτων ἐδείχθης θεόφρον, καὶ ἐπ᾿ ὤμων τὸν Σταυρόν, ὁδὸν στενὴν διήνυσας, καὶ νῦν γῆν τῶν πρᾳέων, σὺν τούτοις Μάξιμε εἴληφας.
     Δοκιμασθεὶς ὥσπερ χρυσός, ἐν τῇ καμίνῳ τῶν πόνων, νικητὴς τροπαιοφόρος ἐγένου, εὐσεβείας προφανῶς, τῷ ζήλῳ πυρπολούμενος, ἐπινικίοις ψάλλων, ᾠδαῖς τῷ σὲ χαριτώσαντι.
    Ἰσχὺν σὺ πάτερ εἰληφώς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς κιβδήλους διδαχὰς τῶν ἀφρόνων, διεσκέδασας ὀρθῶς, διδασκαλίαις Μάξιμε, τὴν γὰρ Θεοῦ Σοφίαν, πανόσιε κατεπλούτησας.
Θεοτοκίον.
    Ὁ συναΐδιος Πατρί, καὶ Πνεύματι Θεὸς Λόγος, ἀναπλᾶσαι βουληθεὶς τὸν γενάρχην, καθ᾿ ὑπόστασιν σαρκί, ἐν σοὶ Ἁγνὴ συνείληπται, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.
 
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁ νοῦς σου ἐγένετο δοχεῖον, τῶν θείων ἐλλάμψεων σοφέ, δι᾿ ὧν τὰ βάθη ἔγνωκας, τοῦ Πνεύματος καὶ ἄριστα, γραφῶν ἐπανεστήλωσας, τὰ ἐξ ἀγνοίας εἰσφρύσαντα.
Δοξάριον ῥίψας διαῤῥέον, τὴν δόξαν ἐσκόπεις τοῦ Θεοῦ, ὦ Μάξιμε θεόσοφε, δι᾿ ὃ καὶ τὴν ἀλήθειαν, διὰ τὸ ἀνθρωπάρεσκον, πρὸ ἰσχυρῶν οὐκ ἐμείωσας.
Οἱ σκότει προλήψεων βιοῦντες, οὐκ ἔφερον βλέπειν σου τὸ φῶς, ἀλλὰ τῷ βέλει ἔτρωσαν, τοῦ φθόνου πάτερ Μάξιμε, καὶ κατὰ σοῦ εἰργάσαντο, πλεῖστα δεινὰ οἱ ταλαίπωροι.
Θεοτοκίον.
Ναὸς γενομένη Θεοῦ Λόγου, ναόν με ἀπέργασαι Ἁγνή, Αὐτοῦ ταῖς ἱκεσίαις σου, ἐν ᾧ θύειν ἀξίωσον, τὰ ἀμαυροῦντα πάθη μου, καὶ τοῦ Θεοῦ με χωρίζοντα.
Καταβασία.
Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγ­κροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.
 
Ἀπὸ γ΄ ὠδῆς, Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ´. Ταχὺ προκατάλαβε. γ. Ἰωσήφ.
Τῆς θείας λαμπρότητος, καταυγασθεὶς τῷ φωτί, τὸ σκότος ἀπήλασας, τῶν ὀλεθρίων παθῶν, πατὴρ ἡμῶν Μάξιμε· ἔφθασας ἀπαθείας, περιπόθητον ὕψος, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.
Δόξα. Τῆς Ἀνακομιδῆς. Ὅμοιον.
Λειψάνων τὴν θήκην σου, περιχαρῶς μονασταί, καὶ πόθῳ τῷ ζέοντι κατασπαζόμεθα, Μονῆς ἡμῶν καύχημα, ὅπως λάβωμεν χάριν, ἐν τοῦ βίου ἀσκήσει, καὶ τῷ Χριστῷ ὀφθῶμεν, εὐωδέστατα σκεύη, ὡς σὺ μακαριώτατε, Μάξιμε γέγονας.
Καὶ νῦν. Τῆς Θεοτόκου Παραμυθίας. Ὅμοιον.
Τὴν ποίμνην σου φύλαττε, θεοκυῆτορ Ἁγνή, ἐκ πάσης ἑκάστοτε, καταδρομῆς ἐχθρικῆς, τῇ σῇ ἀγαθότητι· ἔχοντες γὰρ ὡς τεῖχος, τὴν σεπτήν σου εἰκόνα, ἥνπερ Παραμυθίαν, καταλλήλως καλοῦμεν, πρὸς ταύτην καταφεύγομεν, ἀεὶ καὶ σῳζόμεθα.
 
ᾨδὴ δ´. Πρῶτος Κανών. Σύ μου ἰσχύς, Κύριε.
Ὑπὲρ Χριστοῦ, παθεῖν ἀγάπης ἑλόμενος, ἔξω κόσμου καὶ πατρίδος γέγονας, τὴν ἐμπαθῆ σάρκα καὶ θνητήν, καὶ τὰς κάτω φέρειν, προφάσεις ἀποδυσάμενος, τὸ ὕψος ἀπαθείας, καὶ τῆς θεολογίας, ἀπεκόμισας Μάξιμε χάρισμα.
Μάρτυς κλεινός, τῇ προαιρέσει γενόμενος, τῶν μισούντων, μάστιγας ὑπέμεινας, καὶ τὰ δεσμὰ φέρεις καρτερῶν, καὶ εἱρκτὴν ζοφώδη, ἐν ᾗ ἐκ φθόνου σε ᾤκιζων, δοκοῦντές σε κωλύειν, τοῦ κράζειν ἀνενδότως, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀνακραθείς, ὅλος ἀγάπῃ τοῦ κτίσαντος, οὐκ ἐπαύσω, τῶν πολλῶν ἀγώνων σου, τὰς ἀμοιβάς, ἔχων κατὰ νοῦν, καὶ μονὰς τὰς πλείστας, ὥσπερ ὁ Κύριος ἔφησεν, διὸ καὶ μέχρι τέλους, διετέλεις κραυγάζων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ξύλον ζωῆς, ἀθανασίας παράδεισος, ὁ ὡραῖος, Κόρη ἀναδέδειξαι, ἐν ᾧ ζωῆς, καρπὸς φυτευθείς, τοῦ Θεοῦ ὁ Λόγος, κυοφορεῖται καὶ τίκτεται, ὁ πᾶσιν ἀποστάζων ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.
 
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Μάξιμε σεπτή σου θήκη, μυρισμοὺς θείου Πνεύματος, πᾶσιν ἀποπνέει, καὶ ψυχὰς στηρίζει εἰς ἄσκησιν, τῶν ἐντολῶν τοῦ Κυρίου, ὑπὲρ ὧν δεσμά, καθυπέμεινας, ὡς κακοῦργος ὁ πάντη ἀνεύθυνος.
Ἐν Μονῇ Βατοπαιδίου, θεῖον Σχῆμα ἀπείληφας, καὶ ἐν ταύτῃ αὖθις, μετὰ χρόνους πλείστους ἐπέστρεψας, συμμοναστὰς ἁγιάζων τοῖς λειψάνοις σου, ἃ ἐν πόθῳ, προσκυνοῦμεν ἀοίδιμε Μάξιμε.
Λόγοις θείοις καὶ γραφαῖς σου, τὴν Ρωσίαν κατήρδευσας, ἐκ φιλαδελφίας, καὶ ὑπακοῆς ἀφορμώμενος, ἀλλ᾿ ὁ ἐχθρὸς ἀληθείας σὲ κατέκλεισεν, ἐν καθύγροις, φυλακαῖς τὸν ἀεί που ἐλεύθερον.
Θεοτοκίον.
Παναμώμητε δυσώπει, τὸν Υἱόν σου καὶ Κύριον, ὅπως τῶν δεσμῶν με, λύσῃ καὶ χαρίσηται ἄνεσιν, τῇ ταλαιπώρῳ ψυχῇ μου καὶ δωρήσηται, θεῖον ἔλεος, ὡς φιλάνθρωπος ὢν καὶ φιλόψυχος.
Καταβασία.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.
 
ᾨδὴ ε´. Πρῶτος Κανών. Ἵνα τί με ἀπώσω.
Ἱερεὺς ὥς τις ἄλλος, αἴγλῃ τῇ τοῦ Πνεύματος, Πάτερ ἀπήστραψας, θεολόγῳ γλώσσῃ, εὐσεβείας τὸ μέγα μυστήριον, σκότει ἀγνωσίας, τοὺς ἐκ βοῤῥᾶ λαοὺς φωτίζεις, ἐπιστρέφων ἐκ πλάνης τοῖς λόγοις σου.
Μετανοίας τοῖς πόνοις, πάθη καθηράμενος, ναὸς πανέντιμος, ὅλος τοῖς πατρᾶσι μιμητὴς ἐχρημάτισας ὅσιε, ἀρετῶν δοχεῖον, ὅλον σαυτὸν μεταμορφώσας, ἀπὸ δόξης εἰς δόξαν τῇ χάριτι.
Ὄρει θείῳ ἐν Ἄθῳ, πρότερον οἰκήσας ὅσιε Μάξιμε, τοῖς σοφοῖς πατρᾶσι ὑπετάγης φρονίμως μακάριε, καὶ δικαίως ὤφθης, χαρίτων πλήρης τῶν ἐκείνων, καὶ διδάσκεις ἃ πείρᾳ μεμάθηκας.
Θεοτοκίον.
Νῦν σε τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, σῇ δὲ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρίζομεν, σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.       
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ὡς βρύσις χριστόῤῥειθρος, ἐκβλύζουσι χαρίσματα, Μάξιμε τὰ θεῖα λείψανά σου, διαπιστοῦντα, ὅτι ὁ Κύριος, τοὺς πολυχρονίους διωγμούς, καὶ τὰ σὰ παθήματα, ἀπεδέξατο ὥσπερ θυμίαμα.
Τιμῶμεν πολύαθλε, ἀγῶνας τοὺς τιμίους σου, καὶ καταφιλοῦμεν τὰ δεσμά σου, ἀκτημοσύνην, καταγεραίρομεν, καὶ συκοφαντίας τὰς δεινάς, Μάξιμε θαυμάζομεν, δι᾿ ὧν χάριν Κυρίου ἠγόρασας.
Ὡραῖος ὁ βίος σου, τὰ ἆθλά σου πανίερα, οἱ ἱδρῶτες ὥσπερ θεῖα μῦρα, τῇ Ἐκκλησίᾳ, Μάξιμε ὤφθησαν, ὅθεν σῶν λειψάνων τὴν σορόν, ἐκ Ρωσίας φέροντες, προσκυνοῦμεν οἱ ὧδε μονάζοντες.
Θεοτοκίον.
Νικᾷ σου ἡ δέησις, Δεσπότου τὸ ἀδέκαστον, Δέσποινα Ἁγνὴ Θεοκυῆ­τορ, ὅθεν βοῶμεν· μὴ διαλίπῃς Σεμνή, χεῖρας πρὸς Χριστὸν αἴρειν ἀεί, ἵνα τὸ φιλάνθρωπον, ἐπιδείξῃ Αὐτοῦ τῆς θεότητος.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου, Σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.
 
ᾨδὴ στ´. Πρῶτος Κανών. Ἱλάσθητί μοι Σωτήρ.
Καὶ σὺ μονῶν κορωνίς, ἀγάλλου νῦν Βατοπαίδιον, σοῦ ἀνυμνοῦσα υἱοῦ τὰ ἀνδραγαθήματα, ἀσκήσει τὸ πρότερον καὶ ὁμολογίᾳ, τὴν ζωὴν αὐτοῦ σφραγίσαντος.
Λιμένος πρίν τοῦ καλοῦ, Βατοπαιδίου τὸ στάδιον, εἰσῆλθες κατρερικῶς καὶ διπλοῦν τὸν στέφανον, ἀπείληφας ὅσιε, τὸν διπλοῦν ἀγῶνα, ἐκτελέσας ἐντελέστατα.
Εἰρήνης ὄντως υἱός, ἐφάνης Μάξιμε ὅσιε, κατ᾿ ἄμφω σῶμα καὶ νοῦν, εἰς ἓν ἐνηρμόνισας, καὶ λαοὺς τοῖς ἤθεσι, περιπλανηθέντας ἐπανέφερες τοῖς λόγοις σου.
Ἰάτρευσον καὶ ἡμῶν, τὰ πάθη Πάτερ καὶ τραύματα, ἃ ὁ ἐχθρὸς πολεμῶν, δολίως ἐργάζεται, καὶ σῷζε τὴν Μάνδραν σου, τῆς ἁγνῆς Παρθένου, τὴν γεραίρουσαν τὴν μνήμην σου.
Θεοτοκίον.
Νηδύος ὤφθης ἐκών, ἐξ ἀπειράνδρου γεννώμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.
 
Ἕτερος. Τὴν θείαν ταύτην.
Ληρώδεις μύθους διέλυσας, καὶ πόῤῥω Ἐκκλησίας ἐδίωξας, ὦ πάτερ Μάξιμε, τὸν καθαρὸν σῖτον λόγοις σου, τῆς πίστεως παρέχων, τοῖς προσιοῦσί σοι.
     Ἐφάνης ἄκμων ἀνάλωτος, τυπτόμενος σφοδρῶς δι᾿ ἀλήθειαν, καὶ ἀνεκαίνισας, ἦθος ὀρθόδοξον Μάξιμε, γενόμενος βιβλίον, ἐκ βίου ἔμφρονος.
     Ἱεὶς τὰ βέλη σου Ὅσιε, τὴν πλάνην ἀληθείᾳ κατέτρωσας, καὶ ἰσαπό­στολος, ἐν τῇ Ρωσίᾳ γεγένησαι, ἐν πᾶσιν Ἀποστόλοις ἰσάζων βίον σου.
Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις σε μέλπομεν, οἱ δοῦλοί σου Ἁγνὴ Παναμώμητε, ἐπικαλούμενοι, τὴν μητρικὴν προστασίαν σου, ἐν ὥρᾳ τῆς δευτέρας Χριστοῦ ἐλεύσεως.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
 
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
    Βατοπαιδίου τὸ ἐξαίρετον χριστόθρεμμα, καὶ ὄρους Ἄθω τὸ πανεύ­ο­σμον ἀγλάϊσμα, θεῖον Μάξιμον τιμήσωμεν ἐπαξίως, τῶν λειψάνων τὴν σορὸν ἀ­νακομίζοντες, ἐκ Ρωσίας ἔνθα πλήθη κατεφώτισε, τούτῳ κράζοντες· Χαί­ροις Μάξιμε μέγιστε.
Ὁ Οἶκος.
Ἄγγελος ἐκ τοῦ Ἄθω εἰς Ρωσίαν ἐστάλης, τὸ φέγγος ἀληθείας ἐνέγκαι· καὶ ἐν ταύτῃ ὡς ἀπόστολος ἀναφανείς, ὀρθοδόξων δόγμα καὶ τὸ ἦθος ἀνεστήλωσας, διὸ συμμονασταί σου σήμερον ἀνακομίζοντες τὴν θήκην τῶν λειψά­νων σου βοῶμεν ταῦτα·
Χαῖρε δι᾿ οὗ ὁ Ἄθως ἐδοξάσθη, χαῖρε δι᾿ οὗ ἡ Ρωσία ἐφωτίσθη.
Χαῖρε τῶν πεσόντων δογμάτων ἡ ἀνόρθωσις, χαῖρε κλονουμένων ἠθῶν ἡ ἀνάστασις.
Χαῖρε μέγας τῆς σοφίας ποταμὸς τῆς θεϊκῆς, χαῖρε τῆς φιλαδελφίας πλουτισμὸς ἐξ ἀρετῆς.
Χαῖρε ὅτι διδάσκεις ἀκριβείας τὴν γνῶσιν, χαῖρε ὅτι κηρύττεις ἀληθείας τὴν κτῆσιν.
Χαῖρε δεσμῶν βαστάσας τὴν ἅλυσιν, χαῖρε εἱρκτῆς ὑπομείνας τὸ ἄδικον.
Χαῖρε δι᾿ οὗ Βατοπαίδιον χαίρει, χαῖρε δι᾿ ὃν χαρμοσύνως κραυγάζει·
Χαίροις Μάξιμε μέγιστε.
Συναξάριον.
Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, ἑορτάζομεν τὴν ἐκ τῆς Λαύρας τοῦ Ὁσίου Σεργίου τῆς Ρωσίας εἰς τὴν Ἱερὰν Μονὴν τοῦ Βατοπαιδίου με­τακομιδὴν τῶν τιμίων λειψάνων τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Βατο­παιδινοῦ, τοῦ νέου ὁμολογητοῦ, ἐπικληθέντος Γραικοῦ.
Στίχοι.
Μαξίμου θήκην, Μονὴ Βατοπαιδίου,
Δέχου ἐλθοῦσαν ἐξ Ἁγίας Ρωσίας.
Μεγίστη δέξατο Μονὴ σήμερον Μαξίμ᾿ ὀστέα.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ´. Πρῶτος Κανών. Παῖδες Ἑβραίων.
Ὄρους ἐπέβης θεωρίας, Μάξιμε θεόφρον τῇ σπουδῇ σου, καὶ ὑψώσεις Θεοῦ, ἀνέλαβες κραυγάζων, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νέμοις τοῖς πόθῳ σου τελοῦσι, τὰ μνημόσυνα συγγνώμην θεῖε πάτερ, τοὺς ὑμνοῦντας δὲ νῦν, φώτισον μελῳδοῦντας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Γένους ποτὲ τοῦ φωτισθέντος, πάτερ μνήσθητι καὶ πρέσβευε σωθῆναι, ἐξ ἀθέων δεινῶς, κρατούντων ἐν τῇ χῶρᾳ, καὶ κωλυόντων ψάλλειν νῦν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
 
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἀπεκάθηρας, Γραφὰς ὦ πάτερ Μάξιμε, θείᾳ σοφίᾳ σου, ἀλλ᾿ ὁ ἐχθρὸς τῶν ψυχῶν, μὴ φέρων ὠφέλειαν, τῶν εὐλαβῶν κατὰ σοῦ, ἐπεγείρεται, καὶ πειρασμοῖς παντοίοις σε, ὁ ἀνόητος ἐμβάλλει.
Νοῦν κρατήσας, εἰς τὰ Χριστοῦ παθήματα, οὐκ ἐδειλίασας, ἐν φυλακῇ δεσμευθείς, ἀδίκως ὡς πάσχων γάρ, Αὐτῷ ὡμοίωσαι, ὅθεν Μάξιμε, ὁμολογίας εἴληφας, καὶ ἀθλήσεως τὸ στέφος.
Ὡραιώθησαν, οἱ πόδες σου τρισόλβιε, ὅτι ἐδέθησαν, ἐν ξύλῳ διὰ Χριστόν, διὸ ἡμεῖς Μάξιμε, κατασπαζόμενοι, τούτους πλείονα, λαμβάνομεν χαρίσματα, καὶ δοξάζομεν Δεσπότην.
Θεοτοκίον.
Νέον δεῖξόν με, παλαιωθέντα Δέσποινα, ἐξ ἀμελείας μου, ταῖς πρὸς Υἱόν σου λιταῖς, καὶ μένειν με ἄτρωτον ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, καταξίωσον, εὐλογημένη ὅπως σε, εἰς αἰῶνας μεγαλύνω.
Καταβασία.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
 
ᾨδὴ η΄. Πρῶτος Κανών. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥητόρων ἐδείχθης κληρονόμος, θεοφθόγγων τῶν θείων Ἀποστόλων, τὴν τούτων ὁδὸν ἐβάδισας προθύμως, γράφων καὶ διδάσκων, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀνέτειλέ σοι πρωίμως θεοφόρε, ἡ τῶν ἄνω θρόνων πάρεδρος σοφία, καὶ οἰκονόμος ἄριστος γεγένησαι, ἄξια μερίζων, πᾶσι τοῖς αἰτοῦσί σε, λύσιν τῶν πταισμάτων, ψυχῶν τε σωτηρίαν.
Ἱκέτευε Μάξιμε θεόφρον, τῆς Μονῆς σου φυλάττεσθαι ἀτρώτους, ἐχθροῦ προσβολῶν τοὺς ταύτῃ παροικοῦντας, τὴν εὐσεβῆ ὁμήγυριν, Κύριον ὑμνοῦντας καὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.
Ῥεόντων τὸ ἄστατον γνωρίσας, ἀπεῤῥάγης ὢν νέος ἐκ τοῦ κόσμου· σπουδῇ σοφὲ τῆς ἔξωθεν σοφίας, τ᾿ ἄριστα ἐκλέγων, γέγονας δοχεῖον, Θεοῦ ἡγιασμένον.
Θεοτοκίον.
Ὢ φρικτοῦ, Ἰησοῦ μου μυστηρίου, ἐν γαστρὶ πῶς οἰκεῖς Ἀχώρητος ὢν φύσει; πῶς τὴν ἐμὴν ἀτρέπτως σὰρκα ἔλαβες, ἣν θεοῖς δι᾿ οἶκτον; πῶς δὲ τὴν τεκοῦσαν ἁγνεύουσαν φυλάττεις.
 
Ἕτερος. Παῖδας εὐαγεῖς.
Μύρον τῆς ἀγάπης τοῦ Κυρίου, λειψάνοις σου κατεκκέχυται ὦ Μάξιμε, ταῦτα κατοσφραίνοντα, τὰς ψυχὰς τιμώντων σε, δεικνὺν καὶ ἐκκαθαίροντα, πάθη δυσέκπλυτα, ὅθεν πάτερ, πλῆσον μύρου Χάριτος, καὶ ἡμᾶς τοὺς πιστῶς σε γεραίροντας.
Ἄγγελος ἐπώφθη σοι τρισμάκαρ, παράκλησιν μεταδοὺς ἁγίου Πνεύματος, εἰς ἀντικατάστασιν, Θείας Μεταλήψεως, ἣν οἱ δεινοὶ διῶκταί σου φθόνῳ κινούμενοι, ἐπὶ χρόνους, πλείστους ἀπεστέρησαν, τὸν ἀεὶ ἡνωμένον θεότητι.
Ξένος ἐγεγόνεις τῆς Μονῆς σου, ὑπείκων προστάγματι ὦ Μάξιμε, καὶ ἐν ξένῃ ᾤκησας, ξένος ὢν τοῖς πράγμασι, τοῦ κόσμου τούτου ὅλον σου, ἔχων τὸ φρόνημα, πρὸς τὴν ἄνω, πολιτείαν ὅσιε, ἧς νυνὶ κληρονόμος γεγένησαι.
Θεοτοκίον.
Ἴρις ἡ τοῦ Πνεύματος ὑπάρχεις, ψυχὰς τῶν πιστῶν καταποικίλλουσα, ἀρεταῖς σου Δέσποινα, ὅθεν τὴν δυσείμονα, ψυχήν μου ταῖς ἐλλάμψεσι, τῆς μητρικῆς σου στοργῆς, ἐκ πταισμάτων, τάχος ἀποκάθαρον, καὶ τὸ φῶς τοῦ Χριστοῦ ταύτῃ οἴκησον.
Καταβασία.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ´. Πρῶτος Κανών. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἱκέτευε τρισμάκαρ τῆς σῆς Μονῆς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ σεβαστόν, μένειν ἡνωμένον καὶ εὐλαβές, καὶ τὴν ὀρθὴν παράδοσιν, ἥνπερ σὺ ἐχάραξας ἐν αὐτῇ, φυλάσσειν ἄχρι τέλους, Μάξιμε θεοφόρε Βατοπαιδίου ἐγκαλλώπισμα.
Ὡραῖός σου ὁ βίος καὶ ἡ σεπτή, ἣν ἐτέλεσας Μάξιμε ἔνθεος, ἀποστολή, ὡς ἱεροκῆρυξ καὶ φωτιστής, τῆς ἀχανοῦς Ῥωσσίδος γῆς, σκότει ἀγνωσίας καὶ μαρασμῷ, ἣν ἔστρεψας εὐχαῖς σου, ὀρθῶν δογμάτων πίστιν καὶ τῶν ἠθῶν πρὸς ἐπανόρθωσιν.
Συνέσει καὶ σοφίᾳ πνευματικῇ, ἀνεδείχθης διδάσκαλος ἄριστος, θεολογῶν, καὶ Λατίνων θραύων δεινὴν ὀφρύν· τὰ δὲ πατέρων δόγματα, ῥώμῃ ἀνεκήρυξας καὶ σπουδῇ, τοῦ βίου μαρτυροῦντος· καὶ τῇ ὁμολογίᾳ, ἡ τελευτή σου ἐστεφάνωται.
Ἡδύνεται αἰσίως ἡ σὴ Μονή, ὡς στεφάνους αὑτῆς τέκνα φέρουσα, περιχαρῶς, Μάξιμε, τὸν Σάββαν τὸν θαυμαστόν, καὶ τὸν κλεινὸν Εὐθύμιον σὺν τῇ δωδεκάδι τῶν Ἀθλητῶν, Γεννάδιον Κοσμᾶν τε, Ἀγάπιον τὸν πάνυ, σὺν Νικοδήμῳ καὶ Νεόφυτον.
Θεοτοκίον.
Φθαρεῖσαν τὴν ψυχήν μου κλαίω πικρῶς· ἡ τεκοῦσα Θεὸν ὑπεράγαθον ὡς συμπαθής, ἴασαι καὶ λύτρωσαι τῶν ἀεί, κολαφιζόντων Ἄχραντε, καὶ ἐπεμβαινόντων μοι δυσμενῶν, σῳζόμενός σε ὅπως, προθύμως μεγαλύνω, τῆς σωτηρίας μου τὴν πρόξενον.
 
Ἕτερος. Ἅπας γηγενής.
Μάξιμε κλεινέ, ὡς εὖ ἐπανήγαγες ἐν ἱερᾷ σου Μονῇ! ἧς ἄκων κεχώρισαι, καὶ πλείστους πόνους διὰ τὸν Κύριον, ἐν ξένῃ καθυπέμεινας, ἀλλὰ ἰδοὺ ὁ χειμών, φροῦδος ὤφθη, ἔαρ ἦλθε χόρευε, καὶ εὐφραίνου ἐνταῦθα ὡς ἤθελες.
Ὄρος τῆς Ἁγνῆς, σκιρτᾷ ἀγαλλόμενον, σήμερον Μάξιμε, ὅτι σε ἀπείληφε, δεδοξασμένον ἐπαναστρέφοντα, καὶ σὲ συμπαριστάμενον, Ἀθωνιτῶν τῷ χορῷ, βλέπων ᾄδει, ὕμνον ἐπινίκιον, τῷ δοξάσαντι δόξῃ ἀφθάρτῳ σε.
Ὕμνους καὶ ᾠδάς, ἡ Μάνδρα σου Μάξιμε, προσᾴδει σήμερον, ὃν γὰρ πρώην ἔστειλεν, εἰς τὴν Ρωσίαν σοφὸν διδάσκαλον, ἐκ ταύτης ὑποδέχεται, ὡς ἰσαπόστολον, καὶ λειψάνων, θήκην κατασπάζεται, αἰτουμένη ἁγίας πρεσβείας σου.
Θεοτοκίον.
Ἄνασσα Ἁγνή, καὶ ἕτερον Μάξιμον ἔχεις ἐν κλήρῳ σου, τὸν ὁμολογήσαντα, Ὀρθοδοξίας τὰ θεῖα δόγματα, καὶ τὴν Ρωσίαν πλήσαντα, διδασκαλίαις σοφαῖς, μεθ᾿ οὗ Μῆτερ, τῷ Κυρίῳ πρέσβευε, καὶ ἡμᾶς μετασχεῖν τῆς θεώσεως.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
 
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Βατοπαιδίου γάννυται, ἁγιότοκος Λαύρα, καὶ θήκην τῶν λειψάνων σου, ἐκ Ρωσίας ἐνταῦθα, ὡς πλοῦτον ἀνακομίζει, Μάξιμε θεοφόρε, τὸν δὲ Χριστὸν δοξάζουσα, αἴρει φωνὴν μεγάλην· σκέπε ἀεί, ποίμνην ταύτην Κύριε ταῖς πρεσβείαις, Δεσποίνης Θεομήτορος, καὶ Ἁγίων μου τέκνων.
Θεοτοκίον. Ὅμοιον.
Δέσποινα πολυώνυμε, Μονῆς Βατοπαιδίου, πρέσβις ἡ ἀκαταίσχυντος, πρὸς Χριστὸν αἶρε χεῖρας, ὑπὲρ ἡμῶν τῶν οἰκούντων, ὧδε καὶ ἀσκουμένων, ὅπως τὴν χάριν δῷ ἡμῖν, καὶ γλυκαίνῃ καρδίας, μνήμῃ Αὐτοῦ, ἵνα καθαιρόμενοι ἐποφθῶμεν, μέτοχοι ἁγιότητος, ἐν ἐσχάτῃ ἡμέρᾳ.
 
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Μάξιμε Ἄθωνος καύχημα, φῶς ἀληθείας Χριστοῦ, τῇ ψυχῇ περικλείσας σου, ἐκ τοῦ σκότους ἔσωσας, ἀδελφούς κινδυνεύοντας, διδασκαλίᾳ πανσόφῳ χρώμενος, καὶ φιλαδέλφῳ πνοῇ νυττόμενος. Ὅθεν ἐδόξασε, τὴν ζωήν σου Κύριος στέφος διδούς, τῆς ὁμολογίας σοι καὶ ὁσιότητος.
Μάξιμε πάτερ θεσπέσιε, ὡς κυβερνήτης σοφός, πρὸς λιμένα ὡδήγησας, σκάφος κυματούμενον, Ἐκκλησίας τοῖς λόγοις σου, καὶ ὑλακτοῦντα ἐχθρὸν ἐδίωξας, σφενδόνῃ θείᾳ ὁμολογίᾳ σου· ὅθεν ὑπέμεινας, ἀληθείας ἕνεκα τοὺς διωγμούς, οὕς περ ὑπεξήγειρεν, ὁ σωτηρίαν μισῶν.
Μάξιμε θείων λειψάνων σου, περιχαρῶς τὴν δοχήν, ἡ σεπτή σου Μετάνοια, ποιουμένη γάννυται, τὸν Δεσπότην δοξάζουσα, ὅτι τὸ πρῴην σε ἐξαπέστειλεν, ἁπλοῦν διδάχον καὶ νῦν ἀπείληφε, τῆς ἁγιότητος, φέροντα πειστήρια δι᾿ ὧν πλουτεῖ, μέγα πρὸς τὸν Κύριον, σὲ ἀντιλήπτορα.
Μάξιμε νέος Ἀπόστολος, Ρώσων φανεὶς ἀληθῶς, ἐν κινδύνοις καὶ θλίψεσι, βίον σου ἐπέστεψας, καὶ τὴν χάριν ἀπείληφας, ὁμολογίας ἐν πλείστοις ἔτεσιν, εἱρκτῇ ζοφώδει κατακλειόμενος· ὅθεν τρισόλβιε, παῤῥησίαν ἔχων νῦν πρὸς τὸν Χριστόν, ὑπὲρ τῶν τιμώντων σε, ἀεὶ ἱκέτευε.
Δόξα. Ἦχος πλ. δ´.
Οὐκ ἐξ Αἰγύπτου, ἀλλ᾿ ἐξ Ἄρτης ἔφυς, νέος Μωϋσῆς, μεταδοὺς τοῖς Ρώσοις τὸν Ἄρτον τῆς ζωῆς, καὶ τούτους ἀποσείσας τῆς πλάνης τῶν προλήψεων. Ἀλλὰ τῷ φθόνῳ τοῦ ἐχθροῦ, δεσμῶν καὶ θλίψεων μετέσχες, ἕνεκεν ἀληθείας Μάξιμε. Ὅθεν χαλκευθεὶς τῇ ὑπομονῇ, ἔτι πλέον ἔλαμψας ταῖς ἀρεταῖς σου. Διὸ καὶ μετὰ θάνατον θαυματουργίαις ἐδοξάσθης, ὡς τοῦ τιμίου σκήνους σου πηγῆς χάριτος γεγονότος. Ταύτης καὶ ἡμᾶς ἀξίωσον ὅσιε ἀθωνῖτα, ἀνακομίζοντας πόθῳ τῇ Μετανοίᾳ σου, καὶ προσκυνοῦντας λειψάνων σου μέρος, εἰς εὐλογίαν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου, ἡ ἐκτενὴς καὶ Ἀπόλυσις.
 
ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙᾼ
Ψάλλομεν Τυπικά. Εἰς δὲ τοὺς Μακαρισμούς, τοῦ Ὁσίου. Πρῶτος Κανών. ᾨδὴ γ´. Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
νακαθάρας σου τὸν νοῦν, ἐν πράξει καὶ θεωρίᾳ, θεολόγος ὄντως Πάτερ ἐγένου, καὶ διδάγματα σοφά, συγγράφων διετέλεσας, καὶ ἐκκλησίας κόσμος, λαμπρὸς ἐδείχθης μακάριε.
Δοκιμασθεὶς ὥσπερ χρυσός, ἐν τῇ καμίνῳ τῶν πόνων, νικητὴς τροπαιοφόρος ἐγένου, εὐσεβείας προφανῶς, τῷ ζήλῳ πυρπολούμενος, ἐπινικίοις ψάλλων, ᾠδαῖς τῷ σὲ χαριτώσαντι.
     Ἰσχὺν σὺ πάτερ εἰληφώς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς κιβδήλους διδαχὰς τῶν ἀφρόνων, διεσκέδασας ὀρθῶς, διδασκαλίαις Μάξιμε, τὴν γὰρ Θεοῦ Σοφίαν, πανόσιε κατεπλούτησας.
Θεοτοκίον.
   Ὁ συναΐδιος Πατρί, καὶ Πνεύματι Θεὸς Λόγος, ἀναπλᾶσαι βουληθεὶς τὸν γενάρχην, καθ᾿ ὑπόστασιν σαρκί, ἐν σοὶ Ἁγνὴ συνείληπται, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.
Ἕτερος. ᾨδὴ στ´. Ἦχος δ´. Τὴν θείαν ταύτην.
     Ληρώδεις μύθους διέλυσας, καὶ πόῤῥω Ἐκκλησίας ἐδίωξας, ὦ πάτερ Μάξιμε, τὸν καθαρὸν σῖτον λόγοις σου, τῆς πίστεως παρέχων, τοῖς προσιοῦσί σοι.
     Ἐφάνης ἄκμων ἀνάλωτος, τυπτόμενος σφοδρῶς δι᾿ ἀλήθειαν, καὶ ἀνεκαίνισας, ἦθος ὀρθόδοξον Μάξιμε, γενόμενος βιβλίον, ἐκ βίου ἔμφρονος.
     Ἱεὶς τὰ βέλη σου Ὅσιε, τὴν πλάνην ἀληθείᾳ κατέτρωσας, καὶ ἰσαπόστολος, ἐν τῇ Ρωσίᾳ γεγένησαι, ἐν πᾶσιν Ἀποστόλοις ἰσάζων βίον σου.
Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις σε μέλπομεν, οἱ δοῦλοί σου Ἁγνὴ Παναμώμητε, ἐπικαλούμενοι, τὴν μητρικὴν προστασίαν σου, ἐν ὥρᾳ τῆς δευτέρας Χριστοῦ ἐλεύσεως.
Ἀπολυτίκιον τῆς μνήμης. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
   Ἀσκήσει τὸ πρότερον, παιδαγωγήσας σαυτόν, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ νεκρωθεὶς τῷ Θεῷ, τὸν κόσμον κατέλαβες· μέγας φανεὶς παμμάκαρ, ἰσαπόστολος νέος, ἔστρεψας πλανωμένους, εἰς ὁδοὺς τοῦ Κυρίου, διὸ θεόφρον Μάξιμε, ἡμῶν μνημόνευε.
Τῆς ἀνακομιδῆς. Ἦχος γ´. Τὴν ὡραιότητα.
     Σεπτῶν λειψάνων σου, τὴν ἀνακόμισιν, ὅσιε Μάξιμε, τελοῦντες σήμερον, ἁγιαζόμεθα ψυχάς, καὶ σώματα προσκυνοῦντες, ταῦτα ὡς τοῦ Πνεύματος, τοῦ Ἁγίου σκηνώματα, καὶ παρακαλοῦμέν σε, Βατοπαίδιον φύλαττε, ἐκ πάσης προσβολῆς τοῦ βελίαρ, ἀδιαλώβητον μακάριε.
Ἕτερον. Ἦχος πλ.α´. Τὸν συνάναρχον Λόγον.
Τῶν σεπτῶν σου λειψάνων τὴν ἀνακόμισιν, ἑορτάζοντες Μάξιμε παμ­μακάριστε, τοὺς ἀγῶνας τοὺς πολλοὺς ἀνευφημοῦμέν σου, καὶ δεόμεθα πιστῶς, Βατοπαιδίου οἰκισταί· τὴν Μάνδραν σου ταύτην Πάτερ, κατευλογῶν ταῖς εὐχαῖς σου, μὴ διαλείπῃς πρὸς τὸν Κύριον.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
    Βατοπαιδίου τὸ ἐξαίρετον χριστόθρεμμα, καὶ ὄρους Ἄθω τὸ πανεύ­ο­σμον ἀγλάϊσμα, θεῖον Μάξιμον τιμήσωμεν ἐπαξίως, τῶν λειψάνων τὴν σορὸν ἀ­νακομίζοντες, ἐκ Ρωσσίας ἔνθα πλήθη κατεφώτισε, τούτῳ κράζοντες· Χαί­ροις Μάξιμε μέγιστε.
      Καὶ τέλος Κοντάκιον, Τῇ Ὑπερμάχῳ...
 
    Ἀπόστολον ζήτει τῇ 21ῃ Ἰανουαρίου καὶ Εὐαγγέλιον τῇ 5ῃ Δεκεμβρίου.
    Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον, ἔσται δίκαιος. Ἀλληλούϊα.
 
     Μεγαλυνάρια.
    Ἥκεν ἐκ Ρωσίας θήκη σεπτή, ἐν Βατοπαιδίῳ, τοῦ Μαξίμου τοῦ ἱεροῦ, λείψανα τὰ θεῖα, κομίζουσα καὶ χάριν, τοῖς εὐλαβῶς τιμῶσι, ταῦτα παρέ­χουσα.
    Χαίροις ἡ Μεγίστη καὶ Ἱερά, τοῦ Βατοπαιδίου, ἡ Μονὴ ἡ θεοφιλής, ὅτι πρὸς τοῖς ἄλλοις, ἀπείληφας σοῖς κόλποις, τὸ λείψανον υἱοῦ σου, Μαξίμου σήμερον.
 
Στίχοι.
Καὶ Γραικὸν Μάξιμον, ὦ Μονὴ Μεγίστη,
ἐπλούτησας μέγιστον πρὸς Χριστὸν πρέσβυν.
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου