Δευτέρα, 8 Ιουνίου 2015

Χαιρετισμοί ἁγ. Μαξίμου τοῦ Γραικοῦ, Ἀντ. Μάρκου

24 ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ[1]
εἰς τόν ἐν Ἁγίοις Πατέρα ἡμῶν Μάξιμον τόν Γραικόν, Φωτιστήν τῆς Ρωσίας (+ 1556),
Βατοπαιδινόν ἅμα τε καί Τριαδολαυρεώτην.

Ποίημα Ἀντωνίου Μάρκου (2014)

Ἀφιέρωσις
Δημητρίῳ Ἱερεῖ, Ἀθανασίου τοὐπίκλην,
θυσιαστηρίῳ τῷ φρικτῷ ἐν Ἄρτῃ διακονοῦντι,
ὁμοῦ καλούς οἰκογενεῖς αὐτοῦ τε καί τιμίους,
ἀντίδωρον προσφέρεται, μετά πολλῆς ἀγάπης,
εἰς δόξαν ἅμα καί τιμήν Μαξίμου πανολβίου.

Κοντάκιον. Ἦχος β᾿.  Τά  ἄνω  ζητῶν.
Διδάσκαλον τόν τοῦ Χριστοῦ* τόν πάντιμον  δοξάζομεν,* αἰτούμενοι  αὐτοῦ*  τήν σώζουσαν  ἀντίληψιν,* Μαξίμου  τοῦ  ἱεροῦ·* ἥν  παρέχει  ἡμῖν  ἅπασιν,* τοῖς  τιμῶσιν  εὐσεβῶς  αὐτοῦ*  μνήμην  τήν αἰδέσιμον·*  καί  ῥύεται κινδύνων  χαλεπῶν  τοῖς  κραυγάζουσι·*
Χαίροις Μέγιστε Μάξιμε.

στήρ ἀνεφάνης ἐκ τῆς  Ἄρτης, θεόφρον (ἐκ τρίτου, μετά  τῆς  ἐπωδοῦ «Ἅγιε  τοῦ  Θεοῦ  πρέσβευε  ὑπέρ  ἡμῶν»), ἐν  Ῥωσίᾳ  ἀγωνισάμενος·  ἐκεῖθεν  δέ  ἀνατείλας  τῷ  κόσμῳ,  αὐγάζεις  ἡμᾶς  λυτρούμενος  τῶν  παθῶν  καί  τῇ  πίστει  στηρίζεις  ἅπαντας·  ὅθεν  τιμῶντες  Σε  ἄδομεν  ταῦτα·
Χαῖρε,  πάτερ, ὁ  Βελίαρ  τῷ  Σῷ  ἀγῶνι  πατάξας,
χαῖρε,   μάκαρ, ὁ  ἀρετήν  καί  ἀγνοίαν  διδάξας.
Χαῖρε,    ὑποστάς  τούς  τῆς  ἀσκήσεως  πόνους,
χαῖρε,     φανείς  ὑπέρ  τούς  τῆς  φύσεως  νόμους.
Χαῖρε,  ἀπάνθισμα  ὡραιώτατον  τῆς  Ἁγίας Ῥωσίας,
χαῖρε,   ἀγλάϊσμα  τερπνώτατον τῆς  Χριστοῦ  Ἐκκλησίας.
Χαῖρε,  Λαύρας τῆς Τριάδος    οὐρανοφθόγγος  ἐρωδιός,
χαῖρε,   Ῥωσίας    προστάτης καί  οὐρανοδρόμος ὁδηγός.
Χαῖρε,    ὑπάρχων  τῶν Ὀρθοδόξων  λαμπρότης,
χαῖρε,     ἐντυγχάνων  τῆς Ἐκκλησίας  φαιδρότης.
Χαῖρε,  ἥλιε  ὁλόφωτε  τῆς Ἐκκλησίας  τοῦ  Χριστοῦ,
χαῖρε,   βάσις  ἀρραγεστάτη  τοῦ  ποιμνίου  τοῦ  Θεοῦ·
Χαίροις Μέγιστε Μάξιμε.

Βασιλείας  Οὐρανῶν  τό  ἀείφωτον  ἐκέκτησω  δι’ἀσκήσεως, μέγιστε Μάξιμε, ἐν  εἰρκτῇ τήν ἀλήθειαν τοῦ Χριστοῦ ὁμολογήσας, εἰς  ἔλεγχον Ποιμένων ἀναξίων καί Ἡγεμόνων πλανωμένων· διό  καί  τῆς ἀλήκτου  ζωῆς  ἠξιώθης, ἀναβοῶν  Αὐτῷ·
Ἀλληλούϊα.

Γραικός ἐπικληθείς, ὡς τῆς Ἑλλάδος τέκνον, γεώργιον  Κυρίου  πάντιμον ἀνεδείχθης, Πάτερ  ἀξιάγαστε·  ἐν  τῷ Ἄθωνι γάρ τό πρῶτον ἐνασκήσας, ἐν Μόσχᾳ ὕστερον, ἐν εἰρκτῇ τυραννούμενος, τήν τοῦ Χριστοῦ ἀλήθειαν καθομολόγησας· διό  οὐρανίῳ  φωτί  καταυγάζεις  τούς Σοί βοῶντας·
Χαῖρε, ὁ  τῆς πλάνης  τάς  ἐνέδρας  καθελών,
χαῖρε,    τῆς  σαρκός  τάς  ὀρέξεις  ἀνελών.
Χαῖρε, κανών  ποιμαντικῆς  διακρίσεως,
χαῖρε,  λαμπάς  ἐνθεωτάτου  φρονήματος.
Χαῖρε, ὁ  μέγας  ἐν  Διδασκάλοις φανείς, 
χαῖρε,    μέγιστος  ἐν  τῇ  φρονήσει δειχθείς.
Χαῖρε, κρῖνον  τό  ἐν  Μόσχᾳ ἐνδόξως  ἀκμάσαν,
χαῖρε,    εὐφραίνων  Σῇ  δόξῃ  τήν ὑφήλιον  πᾶσαν.
Χαῖρε, ὁ  ἐν  ἀσκήσει  στερρός  καί  ἀήττητος,
χαῖρε,    ἐν  πόνοις  ἀσκητικοῖς    πρόθυμος.
Χαῖρε, δι’ οὗ ἡ  Ἐκκλησία  χορεύει ψάλουσα,
χαῖρε,  πρός  ὅν ἐκβοῶσα  προστρέχει μέλπουσα·
Χαίροις Μέγιστε Μάξιμε.

Δόξαν  τήν  τοῦ  Σωτῆρος  ὁλοτρόπως  ποθήσας, θέατρον  ἐν  τῷ  κόσμῳ  ἐγεννήθης, ἐν  εἰρκτῇ φρικωδεστάτῃ  ὑπέρ  ἀληθείας  ἐγκεκλεισμένος· παριδών  γάρ  τά  τοῦ κόσμου  τερπνά, τῇ Ἀληθείᾳ  ἐν ἀληθείᾳ ἀκολουθῆσαι  προέκρινας·  διό  Αὐτῇ   ἀπό  καρδίας  ἀνεβόας·
Ἀλληλούϊα.

Εὐλογοῦμεν Μάξιμον, τῆς Ἄρτης τόν γόνον  καί  αὐτῆς τόν προστάτην, ὁμοῦ  σύν  Θεοδώρᾳ Βασιλίσσῃ· οὗτος  γάρ,  οἵαπερ  μέλισσα  νοητή,  τά  κρείττονα  ζηλῶν,   διδασκαλίας  διακονίαν ἀνέλαβεν  καί  ὁμολογίας  ἐν  βασάνοις  ἠξιώθη· διό  ἀκούει παρ’ ἡμῶν  τοιαῦτα·
Χαῖρε, ὁ  μωρός  καί  ἀσθενής  διά  Χριστόν,
χαῖρε,    ἄτιμος, ὡς  Παῦλος  λέγει, δι’ Αὐτόν. 
Χαῖρε, σάλπιγξ  εὔηχος τῆς  εὐσεβείας,
χαῖρε,  κήρυξ  μεγαλόφωνος τῆς  ἀληθείας.
Χαῖρε, ὁ τοῦ Σατάν  καταργήσας  τήν  πλάνην,
χαῖρε,    πιστοῖς  πλουσίαν  νέμων τήν  χάριν.
Χαῖρε, ὁ  ἀρνηθείς  τό  φθειρόμενον  σῶμα,
χαῖρε,    τόν Σατάν καταρρίψας ὡς πτῶμα.
Χαῖρε, ὁ  διά  σημείων  ὑπό  Θεοῦ  προκηρυχθείς,
χαῖρε,    Ὀρθοδόξων  νέος προστάτης  φανείς.
Χαῖρε, ἡ  ἀσθενοῦντος νοός θεραπεία,
χαῖρε,    προσαχθείς  τῇ Ἀληθείᾳ  θυσία·
Χαίροις Μέγιστε Μάξιμε.

Ζῆλον  θεῖον  ὡς  φλόγα  τῇ  Σῇ  ψυχῇ  κεκτημένος, παμμακάριστε Μάξιμε,  βιοτῆς  τῆς  προσκαίρου  τά  τερπνά  παρεῖδες  καί  ἀσκήσεως  τήν  ὁδόν  ἐν Ἄθωνι προέκρινας· δι’ ἧς  οὐρανίων    δωρεῶν  ἐγένου  ἄξιος  καί  σωτηρίας,  βοῶν  Κυρίῳ  τό·
Ἀλληλούϊα.

στραψεν  τῷ  νοητῷ  τῆς  Ἐκκλησίας  στερεώματι Μάξιμος,  οὐρανοφρόνως   ἐκδιδάξας λαόν  τόν  τοῦ Κυρίου καί τοῦτον  πόᾳ  τῇ  τοῦ  Πνεύματος  ἐκθρεψάμενος· παιδείας  δέ  δραξάμενος, οὐκ  ὀργίσθη  αὐτῷ    Κύριος· διό  μετ’ εὐφροσύνης  λέγομεν·
Χαῖρε,  ἀστήρ  πολύφωτε  τοῦ  νοητοῦ  στερεώματος,
χαῖρε,   ὑψίστη  ἀνόρθωσις  τοῦ  δεινοῦ  ἡμῶν  πτώματος.
Χαῖρε,  τῶν  Παθῶν  τοῦ  Κυρίου  μημιτής  ζωηφόρων,
χαῖρε,   προπατόρων  τῇ  πίστει  ζηλωτής  θεοφόρων.
Χαῖρε,  πλοῦτος  θεοδώρητος  ἀρετῶν  ἀσκητικῶν,
χαῖρε,   σκεῦος  πολυτίμητον,  πλῆρες  θείων δωρεῶν.
Χαῖρε,  ὁ εἰρκτῆς  καί βασάνων τήν πεῖραν λαβών,
χαῖρε,   ὁ δι’ αὐτῶν τῇ Οὐρανίῳ Βασιλείᾳ ἀνελθών.
Χαῖρε,  δοχεῖον  τῆς  τοῦ  Πνεύματος  χάριτος,
χαῖρε,   ταμεῖον  τῆς  Παρακλήτου  ἁγιότητος.
Χαῖρε,  ἐγκρατείας  κανών    εὐθύτατος,
χαῖρε,   ἀπαθείας  λειμών    μυρίπνος·
Χαίροις Μέγιστε Μάξιμε.

Θεοῦ  δῶρον  ἡμῖν  ἐδόθης, Μάξιμε  θεσπέσιε·  Βατοπεδίου γάρ τῇ μάνδρᾳ ἐνασκήσας, τῆς ἐν Χριστῷ  παιδείας  δοχεῖον ἐγένου, ὡς  αὐτῆς  τε  καί  τῆς  θύραθεν  κάτοχος· ἐραστής δέ θείων  πράξεων  ἀναδέξειξαι, Κυρίῳ  ψάλλων·
Ἀλληλούϊα.

δεῖν ἡμέραν  Κυρίου ἐπιποθῶν  μετά  λῆξιν, Σοῖς  συντόνοις ἐγκρατείας καμάτοις, τόν  Κύριον  εὐηρέστησας  καί  Παραδείσου  τάς  πύλας  σαὐτῷ  ἠνέωξας, Μάξιμε θειότατε· διό κατά  χρέος  Σοί ἐκβοῶμεν,  ἀπό  καρδίας  ψάλλοντες·
Χαῖρε,  δι’ οὗ    τοῦ  Πνεύματος  χάρις  δωρεῖται,
χαῖρε,   δι’ οὗ    διαβόλου  πανκακία  σοβεῖται.
Χαῖρε,  τό  ὑπέρ Χριστοῦ  ἐθελούσιον  θῦμα,
χαῖρε,   τό  κατά διαβόλου  καιριώτατον  πλῆγμα.
Χαῖρε,  οὗ    μνήμη  ἐν  ἡμῖν μακαρία,
χαῖρε,   Ὀρθοδόξων  πιστῶν  προστασία.
Χαῖρε,  ἀγάπης  τῆς τοῦ  Χριστοῦ  τό  ἔσοπτρον,
χαῖρε,   πλάνης  τῆς τοῦ   Βελίαρ  τό  δρέπανον.
Χαῖρε,    ἀναδύων τήν  τοῦ  Χριστοῦ  εὐωδίαν, 
χαῖρε,     ἐλαύνων  τήν  τῶν  παθῶν  δυσωδίαν.
Χαῖρε,  ὅτι  πρός  ὕψος  ἁγιότητος  ἤρθης,
χαῖρε,   ὅτι  πλουσίων  χαρισμάτων  ἐπλήσθης·
Χαίροις Μέγιστε Μάξιμε.

Κατά χρέος τιμῶντες τόν ὄλβιον Μάξιμον, τόν τῆς Ἄρτης βλαστόν τε καί καύχημα, τό τοῦ Ἄθωνος κλέος καί Τριάδος τῆς Λαύρας, ὁμοῦ Βατοπαιδίου, τό σέμνωμα, τῷ  αὐτῷ  ἁγιάσαντι  Παντελεήμονι Κυρίῳ, δι’ Ὅν  ἱδρώτας  ἐξέχεεν,  βοῶμεν·
Ἀλληλούϊα.

Λαόν τόν ἐν Ῥωσίᾳ, ἐν βάθει σκότους  κείμενον, ηὔγασας ἐν φωτί οὐρανίῳ, Παρακλήτου τῷ φωτί φωτίζων, Μάκαρ· πλήν οἱ τοῦ  σκότους ἐργάται τῷ φωτί ἐλεγχθέντες, εἰρκτῇ ἄνευ φωτός τόν φωτοφόρον σε ἐνέκλεισαν· διό  Σε τόν φωτεινόν  θαυμάζοντες Σοί ἄδομεν·
Χαῖρε, δι’ οὗ  οἱ  τοῦ Θεοῦ πιστοί  σκιρτῶσι,
χαῖρε,  δι’ οὗ  οἱ  τῆς ἀληθείας ἐχθροί  σιγῶσι.
Χαῖρε, ὁ  ζωῆς  τῆς  ἁγίας  διδάσκαλος,
χαῖρε,    θεοφόρων  Πατέρων  ἐφάμιλλος.
Χαῖρε, εἰκών  ἔμψυχε  ἀρραγοῦς  καρτερίας,
χαῖρε,  ἄνθος  μυστικόν  οὐρανῶν  εὐθαλείας.
Χαῖρε, ὁ ὁδηγός  εὐλαβῶν  ὁ θεόσοφος,
χαῖρε,    ἐν φωτί  οὐρανίῳ  θεούμενος.
Χαῖρε, δι’ οὗ    Χριστός  ἀνυμνήθη,
χαῖρε,  δι’ οὗ    Σατάν  κατηργήθη.
Χαῖρε, ὁ  δεδοξασμένος  τῷ  ἤθει  τῶν  τρόπων,
χαῖρε,    λελαμπρυσμένος  τῷ  μεγέθει  τῶν  κόπων·
Χαίροις Μέγιστε Μάξιμε.

Μέσον στάς ἐν Συνόδῳ παρανόμῳ καί ἀδίκῳ, τῷ Ἡγεμόνι κατενωπίῳ καί  λαῷ τῇ  ψυχῇ ἐσκοτισμένῳ, Χριστοῦ τήν ἀλήθειαν  ὁμολόγησας, τιμιώτατε  Πάτερ· διό  ὡς παρρησίαν  πρός  Αὐτόν  κεκτημένος, πάσης  βλάβης  διασώζεις τούς  βοῶντας Αὐτῷ·
Ἀλληλούϊα.

Νίκην  τήν  μόνην καί  μένουσαν  διά  βίου  ζητῶν, ἀσκητικοῖς  ἀγῶσι  τόν  ἀρχαῖον  πτερνιστήν  κατήσχυνας· διό  τάς  ἀριστείας  Σου  ἐξυμνοῦντες  καί τάς Σάς πρεσβείας  πρός Θεόν ἐξαιτούμενοι, χρεωστικῶς ἐν  τιμῇ  ἐκβοῶμεν Σοι  τοιαῦτα·
Χαῖρε,  τῆς  ἀγάπης  τῆς  θείας  θησαύρισμα,
χαῖρε,   τῆς  πτωχείας  τοῦ  Λόγου  ἐναύλισμα.
Χαῖρε,    τοῦ  Χριστοῦ  πράξει  κηρύξας  τό  ὄνομα,
χαῖρε,     τῆς  χάριτος  Αὐτοῦ  δειχθείς  τό  σκήνωμα.
Χαῖρε,    μαρτυρήσας  ἐν  φυλακῇ τοῖς βασάνοις,
χαῖρε,   ὁ ὁμιλήσας θαρσαλέως τοῖς ἐν πλάνῃ τυρράνοις.
Χαῖρε,  ὁ συνάγων τούς πιστούς ἐν εὐφροσύνῃ,
χαῖρε,   ὁ ἐπιβραβεύων πᾶσιν ἡμῖν τήν γαλήνην.
Χαῖρε,  ὁ γεωργίας  καινῆς  τό  λαμπρόν  ἀπάνθισμα,
χαῖρε,   τό  οὐρανίας  πατρίδος  φωτοφόρον  πόλισμα.
Χαῖρε,    ἀστράπτων  πᾶσι βίον τόν ἰσάγγελον,
χαῖρε,     προχέων  ἡμῖν μῦρον  τό οὐράνιον·
Χαίροις Μέγιστε Μάξιμε.

Ξένος τῶν ἐν  τῷ  κόσμῳ  ἀγαθῶν  καί  ἡδέων  καί  πάροικος  τῆς  ὑπ’ οὐρανόν  ὅντως  ἐφάνης, Μάξιμε  μακάριε, ξενοπρεπῶς  διά  βίου  ἀγωνισάμενος· ὅθεν  Ὀρθόδοξοι  πάντες    κατά  χρέος  τιμῶντες  Σε, Κυρίῳ  τῷ Σέ  ἁγιάσαντι βοῶμεν·
Ἀλληλούϊα.

λως  ἡγιασμένος  καί  τοῖς ἱδρῶσι  λελουσμένος,  ἡμῖν  παρά  Κυρίου  ἐδόθης, εἰς  πρεσβείαν  πρός  Αὐτόν, μακαριώτατε·  παιδείαν  γάρ  καί  ἄσκησιν  καί  ὁμολογίαν  συγκεράσας, ἐν τῷ ἐν Ῥωσσίᾳ σταδίῳ, ἰσχύν παρέχεις ἡμῖν  τοῖς  ψάλλουσι·
Χαῖρε,  Σεργίου τοῦ Ραντονέζ    διάδοχος,
χαῖρε,   τῆς  εὐκλείας  ἐκείνου    ἰσότιμος.
Χαῖρε,    μωρός  διά  τήν  χάριν  τοῦ Κυρίου,
χαῖρε,     ἐν  σαρκί  κῆρυξ  τοῦ Εὐαγγελίου.
Χαῖρε,  φωνή ἡ διαπρύσιος  τῆς  ἀγάπης  τοῦ  Θεοῦ,
χαῖρε,   μάχαιρα  ἡ ἀμφίστομος  τῆς  ἀπάτης  τοῦ  ἐχθροῦ.
Χαῖρε,  ἀστήρ  τῆς  ἁγίας  ἡμῶν  Πίστεως,
χαῖρε,   ὀλετήρ  τῆς  ματαίας  φρονήσεως.
Χαῖρε,  νόμων  τῶν  τοῦ Πνεύματος ἀσφαλής  ὑφηγητής,
χαῖρε,   τρόπων  κόσμου  σχέσεων  ἀληθής  ἐκμειωτής.
Χαῖρε,  Διδασκάλων τῶν πρώτων ὁ διάδοχος,
χαῖρε,   ἡσυχαζόντων τοῦ τρόπου ὁ μέτοχος·
Χαίροις Μέγιστε Μάξιμε.

Πατέρων ἐν  τῷ  μέσῳ  Παραδείσου  ἐντυγχάνων, ὁμοῦ  Ὁσίων  τῶν  θείων, Μάξιμε  πάτερ, ὡς διά  βίου  ἀρετῇ  καί  ἀσκήσει ἁγιασθείς, ἀξιοχρέως  γεραίρεσαι ὑπό  πάντων,  τῶν  τῷ  Σέ  δοξάσαντι  Θεῷ  κραυγαζόντων·
Ἀλληλούϊα.

οῇ  μέλιτος  ἀπό  γλώττης, ὡς Ἀπόστολος  ἄλλος,  εὐσεβείας  τόν  λόγον  κηρύττει, Μάξιμος  ὁ θεῖος, ὅν  πρῶτον  ἐκεῖνος  ἑαυτῷ  ἐφήρμοσεν, λαῷ  τῷ  τοῦ  Θεοῦ ἐν Ῥωσίᾳ· διό  καί  ἡ Ἐκκλησία  τοῦτον  τιμῶσα, βοᾶ  αὐτῷ  ἐν  χαρᾷ  συμφώνως·
Χαῖρε, στρατιῶτα  τοῦ  Κυρίου  κραταιότατε,
χαῖρε,  καθαιρέτα  τοῦ  διαβόλου  ἐνθεώτατε.
Χαῖρε, ἄνθος  εὐωδέστατον  τῆς  ἐν Χριστῷ ἀπαθείας,
χαῖρε,  σκεύος  πολύτιμητον  τῆς  ἐν Αὐτῷ ἀκακίας.
Χαῖρε, τοῦ  Χριστοῦ  ἐκλογεῖον  τό  θεῖον,
χαῖρε,  τοῦ  ἀκτίστου  φωτός  τό  δοχεῖον.
Χαῖρε, λαμπάς  τῆς  θείας  καθάρσεως,
χαῖρε,  ὁδηγέ  τῆς  ψυχῶν  ἀνατάσεως.
Χαῖρε, τῆς  ἀγάπης  τῆς  οὐρανίου  ταμεῖον,
χαῖρε,  τό  κρειττόνων  ἐν  σαρκί  ἐκμαγεῖον.
Χαῖρε, ὁ  σαρκός  τάς  ἀγληδόνας  κουφίζων,
χαῖρε,    ἁμαρτανόντων  πολιτείαν  ρυθμίζων·
Χαίροις Μέγιστε Μάξιμε.

Στέψας  τήν  κορυφήν  Σου    Χριστός  τῷ  στεφάνῳ, ἐν  Παραδείσῳ μετά Πατέρων  Σέ ἐνέταξε, Μάξιμε μάκαρ,  ἔνθα  χορεύεις  Ἁγίων αὐλιζόμενος  δήμοις· ἡμᾶς  διό  πάσης  βλάβης  καί  κινδύνου  διάσωζε, τούς  ψάλλοντας  τῷ  Κυρίῳ·
Ἀλληλούϊα.

Τιμῆς ἀπ’ Ἐκκλησίας  ἠξιώθης, παμμάκαρ, δι’ ἐγκρατείας  ἐκγυμνασθείς  καί  δι’ ὁμολογίας  τόν  πάλαι  πτερνιστήν  καταισχύνας· διό  τάς  ἀριστείας  Σου τιμῶντες, οἱ  τῇ δυνάμει  τῶν  πρεσβειῶν  Σου  ἐλπίζοντες, πίστει  ἐνθέρμῳ  μέλπομεν·
Χαῖρε,    πλουτήσας  Πατέρων  τήν  ἔλλαμψιν,
χαῖρε,     ζηλώσας  Ὁσίων  τήν  κατάστασιν.
Χαῖρε,  δι’ οὗ  εὐσεβεῖς  φωταυγοῦνται,
χαῖρε,   δι’ οὗ  δισεβεῖς  καταργοῦνται.
Χαῖρε,  δόξα  καί  ἀντίληψις  Ὀρθοδόξων  εὐσεβῶν,
χαῖρε,   σκέπη  καί  κραταίωμα  τῶν  ὑφ’ ἥλιον  εὐλαβῶν.
Χαῖρε,    πλησθείς  δωρεῶν  τῶν οὐρανίων,
χαῖρε,     ἀποστάς  ἐννοιῶν  τῶν ἐπιγείων.
Χαῖρε,    θαυμάτων  τήν  χάριν  δεξάμενος,
χαῖρε,     τῆς πλάνης  τήν  λύμην  τρεψάμενος.
Χαῖρε,  δι’ οὗ  Τριάς ἡ Ἁγία ἀνυμνεῖται,    
χαῖρε,   δι’ οὗ    πᾶσα  γῆ  φρυκτωρεῖται·

Χαίροις Μέγιστε Μάξιμε.
μνοις  ἐπινικίοις  τήν  Σήν  πολιτείαν  καί  ἄθλων  τῶν  μεγίστων τούς πόνους τιμῶμεν, χαιρετιστήριον ὠδήν Σοί  προσφέροντες, Ἅγιε· τῷ  δέ  Σέ  δοξάσαντι  Θεῷ  τῷ  ἐν  Τριάδι, πανευφροσύνως  ἐν  εὐλαβείᾳ  καί  κατανύξει  ἐκβοῶμεν·  
Ἀλληλούϊα.

Φλέγει  Βελίαρ  τήν  ἰσχύν, ἡ  ἐνοικοῦσα  τοῖς  τιμίοις  Σου  Λειψάνοις  τοῦ Πνεύματος χάρις, Μάξιμε· ἁγιάζει  δέ  τούς  πίστει  προστρέχοντας  καί  ταῦτα  προσκυνοῦντας· διό  μετ’ εὐφροσύνης, ἐν  χαρμονῇ Σοί  βοῶμεν·
Χαῖρε, ῥεῖθρον  καθαρώτατον  ναμάτων  μυστικῶν,
χαῖρε,  ἄνθος  εὐωδέστατον  Βασιλείας  Οὐρανῶν.
Χαῖρε, ὁ  λυτήρ  συνοχῆς  τῆς ψυχοφθόρου,
χαῖρε,    δοτήρ  χαρμονῆς  τῆς θεοδότου.
Χαῖρε, πύργε  ἄσειστε  τῆς  Ἐκκλησίας,
χαῖρε,  φωτιστά  τῆς  Ἁγίας Ρωσίας.
Χαῖρε, δι’ οὗ    ἐχθρός  Σατάν  οἰμώζει,
χαῖρε,  δι’  οὗ εὐσεβεῖς  πιστοί  σκιρτῶσι. 
Χαῖρε, ἀηδών  θεοβρύτου  συνάρσεως,
χαῖρε,  ὁ κελαδήσας ἐν Ῥωσίᾳ θαυμάσιος.
Χαῖρε, ὁ  λόγος  τῆς  Χριστοῦ  Ἐκκλησίας,
χαῖρε,    τῶν πτωχῶν  πηγή  παραμυθίας·
Χαίροις μέγιστε Μάξιμε.

Χαίρων  τῆς  ζωῆς  τῆς  ἀλήκτου  νῦν ἀπολαύεις, Μάξιμε μακάριε, σύν  πάσῃ  ψυχῇ  οἵα  τόν  Κύριον  ηὐηρέστησε  καί  πάντα  τά  τῶν  Ἀγγέλων  καί  Δικαίων  συστήματα· ἀπό  πάσης  δέ  λύπης   καί  ὀργῆς  ἡμᾶς  ῥύου,  τούς  πόθῳ  τελοῦντας  τήν  μνήμην Σου  καί  τῷ Κυρίῳ  ἄδοντας·
Ἀλληλούϊα.

Ψάλλομεν  Μαξίμου  τήν  ἀείφωτον δόξαν, ὅς τοῦ Κυρίου  τῶν  λόγων  ποιητής  ἀνεδείχθη· «ὅστις -  γάρ  -  θέλει  ὀπίσω  μου  ἐλθεῖν» ἀκούων, ἔσπευσε  τρέχων  καί  διά  βίου Ἐκείνου  μαθητής  ἐνεφάνη·  διό   αὐτοῦ  τά  παλαίσματα  θαυμάζοντες  βοῶμεν·
Χαῖρε, εἰρκτῆς  τῆς ἐν Μόσχᾳ φανείς  ἰσχυρότερος,
χαῖρε, τῶν ἐκεῖσε βασάνων  ἀναδειχθείς  ἀνώτερος.
Χαῖρε, ὁ ποιητής τοῦ πρός Παράκλητον κανόνος,
χαῖρε,  ὁ διαμένων ἐν δόξῃ εἰς αἰῶνα αἰῶνος.
Χαῖρε, Χριστοῦ τοῦ Θεοῦ ἡ  ἁγία  παράταξις,
χαῖρε,  Σατάν  διαβόλου ἡ  τελεία  κατάργησις.
Χαῖρε, ὁ  Σεργίου  τοῦ Ὁσίου κοσμήσας τήν Λαύραν,
χαῖρε,    ἐν Ῥωσίᾳ ἐμφυσήσας τήν τοῦ Ἄθωνος αὔραν.
Χαῖρε, λαμπηδών  παμφαέστατος Ἐκκλησίας  τοῦ  Χριστοῦ,
χαῖρε,  ἀντιλήπτωρ  εὐσυμπάθητος τοῦ  τιμῶντός Σε  λαοῦ·
Χαῖρε, χαιρετισμοῦ  τοῦ  ἐμοῦ    συλλήπτωρ,
χαῖρε,  ὁ τῆς  ψυχῆς  τῆς  ἐμῆς  ἀντιλήπτωρ·
Χαίροις Μέγιστε Μάξιμε.

σεπτῶν Διδασκάλων τῆς Χριστοῦ ἀληθείας ἀκροθύνιον μέγα (ἐκ  τρίτου  μετά  τῆς  ἐπωδοῦ, «Ἅγιε  τοῦ  Θεοῦ  πρέσβευε  ὑπέρ  ἡμῶν»), σύν  τούτοις  καί  πᾶσι  τοῖς  Ἁγίοις, Χριστόν  τόν Θεόν ἐκδυσωπήσατε, πταισμάτων  διδόναι  ἡμῖν  συγχώρησιν, τοῖς  Αὐτῷ  βοῶσιν·
Ἀλληλούϊα.

Ἀπολυτίκιον τοῦ ἁγ. Μαξίμου. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
κκλησίας  ἁπάσης  τό  κλεινόν καταπίστευμα*  καί τῶν ἐν Ῥωσσίᾳ Ἁγίων* τό  θεόλεκτον  κόσμημα·* ὁ  νέος Ἀποστόλων  τοῦ  χοροῦ*  ἀστήρ, ὁ  διαλάμπων  ἐφ’ ἡμᾶς·* ἁπάντων Ὀρθοδόξων ὁδηγός,*  πατήρ  τε  καί  διδάσκαλος.* Δόξα οὖν  Μαξίμῳ  τῷ Γραικῶ,* δόξα  τῷ τοῦτον  δοξάσαντι·* δόξα  τῷ δωρουμένῳ  δι’ αὐτοῦ* χάριν  καί  ἔλεος.

Στίχοι·
Πτωχόν  χαιρετισμόν, Μάξιμε θεῖε, δέχου,
ὑπέρ ἁμαρτιῶν τάλαινος Ἀντωνίου·
Πνεύματος δέ τήν χάριν τούτῳ ἐπομβρεύων,
τόν τρόπον αὐτῷ τῆς μετανοίας δεῖξον.



[1] Τό πόνημα τοῦτο ἐποιήθη βάσει ἄλλων σχετικῶν ἡμετέρων πονημάτων, ὡς προσφορά ἀγάπης πρός τόν ἐν Ἄρτῃ Πρωτοπρεσβύτερον π. Δημήτριον Ἀθανασίου (Καθηγητήν Χημικόν) καί τήν εὐλαβεστάτην αὐτοῦ οἰκογένειαν, ἰδιατέρως εὐλαβούμενον  τόν  συντοπίτην αὐτοῦ Ὅσιον Μάξιμον τόν Γραικόν, εἰς ἀνάμνησιν τῆς ἀναθέσεως ὑπ’αὐτοῦ  τῆς  ἀνασυνθέσεως  τοῦ  Παρακλητικοῦ  Κανόνος  εἰς  τό Ἅγιον Πνεῦμα, ἔργου  τῆς  ἁγίας χειρός  καί  τῆς θεοπνεύστου σκέψεως  τοῦ μεγάλου τούτου Πατρός τῆς  Ἐκκλησίας  καί  ἐν ταυτῷ μεγάλου τέκνου τῆς  ἁγιοτόκου  Ἑλληνικῆς  Πατρίδος, ἐν τοῖς Μέσοις Χρόνοις.
Ἐν μεγίστῃ τιμῇ, Καθηγητής Ἀντ. Μάρκου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου